← 辛普里丘

亚里士多德《物理学》注释

§948.16-950.6

有限时间与无限量度间运动之不可能的证明

辛普里丘注解了亚里士多德关于在有限时间内不可能运动过无限大小、在无限时间内也不可能运动过有限大小的证明。他考察了对于度量时无法整除之异议的解答,以及文本末尾的异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12

" Οὔτε δὴ τὸ ἄπειρον οἷόν τε ἐν πεπερασμένῳ ἕως τοῦ εἰς ἴσα γὰρ διαιρεθήσεται ὡς καὶ τὸ μέγεθος." Δείξας ὁμοίως συνεχῆ τόν τε χρόνον καὶ τὸ μέγεθος καὶ ὁμοίως διαιρετὰ ἐπ’ ἄπειρον καὶ τὸν Ζήνωνος λόγον ἐκ ταύτης διαλύσας τῆς ὁμοιότητος προστίθησί τι τοῖς προδεδειγμένοις ὡς ἀκόλουθόν τε καὶ ὡς ἐξ ἐκείνων δεικνύμενον τὸ μήτε τὸ ἄπειρον διάστημα, κἂν ὑποτεθῇ εἶναι ἐν πεπερασμένῳ χρόνῳ, δύνασθαί τι κινηθῆναι μήτε ἐν ἀπείρῳ χρόνῳ τὸ πεπερασμένον.1 ἄπειρον δὲ νῦν λαμβάνει τὸ κυρίως ἄπειρον τὸ κατ’ ἐνέργειαν, ὅπερ τοῖς ἐσχάτοις ἔλεγεν ἄπειρον. ποιεῖται δὲ τὴν δεῖξιν διὰ ἀδυνάτου ἐκθετικῶς, πεπερασμένον μὲν μέγεθος λαβὼν τὸ ἐφ’ οὗ ΑΒ, χρόνον δὲ ἄπειρον τὸν ἐφ’ οὗ Γ· καὶ ἀφελών τι τοῦ χρόνου πεπερασμένον τὸ ἐφ’ ᾧ ΓΔ, ἐν ᾧ τὸ κινούμενον δίεισίν τι τοῦ ΑΒ μεγέθους, οἷον τὸ ΒΕ· μόριον γάρ τι αὐτοῦ κινηθήσεται ἐν τῷ ΓΔ χρόνῳ, εἴπερ τὸ ὅλον τὸ ΑΒ ἐν τῷ ἀπείρῳ χρόνῳ τῷ Γ ἐκινεῖτο. ὁσαπλάσιον δή ἐστι τὸ ΑΒ μέγεθος τοῦ ἰδίου μορίου τοῦ ΒΕ, τοσαυταπλάσιος ἔσται καὶ ὁ ὅλος χρόνος, ἐν ᾧ τὸ κινούμενον ὁμαλῶς καὶ ἰσοταχῶς ὅλον τὸ ΑΒ μέγεθος δίεισι, τοῦ ΓΔ χρόνου, ἐν ᾧ τὸ ΒΕ μέγεθος κινεῖται· πεπερασμένος δὲ ὁ ΓΔ χρόνος· πεπερασμένος ἄρα καὶ ὁ Γ χρόνος, ἐν ᾧ τὸ ΑΒ μέγεθος τὸ πεπερασμένον δίεισι, καὶ οὐκ ἄπειρος· εἰς ὅσα γὰρ τὸ ΑΒ μέγεθος διαιρεῖται ἴσα τῷ ΒΕ, εἰς τοσαῦτα καὶ ὁ Γ χρόνος ἴσα τῷ ΓΔ· πεπερασμένον δὲ ἦν τὸ ΑΒ μέγεθος καὶ ὁ ΓΔ χρόνος· ὥστε εἰς πεπερασμένα καὶ τῷ μεγέθει καὶ τῷ ἀριθμῷ ὥσπερ τὸ μέγεθος, οὕτω καὶ ὁ χρόνος διαιρεθήσεται. καὶ ἡ μὲν ἀπόδειξις τοιαύτη. Μεταξὺ δὲ ἔνστασιν λύων τὴν λέγουσαν, ὅτι τὸ ΒΕ μέγεθος οὐ πάντως καταμετρεῖ τὸ ὅλον τὸ ΑΒ, ὥστε καὶ ἀληθῶς εἰπεῖν ὅτι τριπλάσιον, εἰ τύχοι, ἢ τετραπλάσιον ἢ ὁποσαπλασιονοῦν ἐστι τὸ ΑΒ τοῦ ΒΕ (δυνατὸν γὰρ καὶ ἐλλείπειν ἐν τῇ μετρήσει καὶ ὑπερβάλλειν), λέγει οὖν ὅτι οὐδὲν διαφέρει,2 κἂν ἐλλείπῃ κἂν ὑπερβάλλῃ, εἰ μόνον τὸ ἴσον τῷ ΒΕ μεγέθει ἐν ἴσῳ τῷ χρόνῳ τῷ ΓΔ διεξέρχεται· ὡς γὰρ τὸ ΒΕ μέγεθος δαπανᾷ τὸ ΑΒ, κἄν τε ὑπερβάλλῃ κἄν τε ἐλλείπῃ (καὶ τὸ ἐλλεῖψαν γὰρ μέρει τινὶ ἑαυτοῦ ἐλλείπει καὶ τὸ ὑπερβάλλον ὁμοίως ποσῷ τινι ὑπερβάλλει), οὕτω καὶ ὁ ΓΔ χρόνος πεπερασμένος δαπανήσει τὸν Γ χρόνον, κἂν ἐλλείπῃ κἂν πλεονάζῃ, τοσαυταπλάσιος αὑτοῦ γινόμενος, ὁσαπλάσιον τὸ ΒΕ μέγεθος τοῦ ΑΒ μεγέθους, εἴτε ἀπηρτισμένως εἴτε καὶ μέρει τινὶ αὐτοῦ ἐλλείπων ἢ πλεονάζων. ἅμα γὰρ τό τε μέγεθος τὸ ΑΒ ὑπὸ τοῦ ΒΕ καταμετρηθήσεται καὶ ὁ Γ χρόνος ὑπὸ τοῦ ΓΔ διὰ τὸ εἰς ἴσα τῷ ἀριθμῷ διαιρεῖσθαι. ἐπιστῆσαι δὲ χρὴ ὅτι, ὅταν μὲν λέγῃ τοῦτο δὲ ἢ καταμετρήσει τὸ ἐφ’ ᾧ ΑΒ ἢ ἐλλείψει ἢ ὑπερβαλεῖ, κυρίως χρῆται τῷ καταμετρήσει. καταμετρῆσαι γάρ ἐστι τὸ ἀπηρτισμένως πολλαπλασιασθὲν ἐξισωθῆναι τῷ καταμετρουμένῳ. ὅταν δὲ λέγῃ τοῦτο δὲ καταμετρεῖ τὸ ὅλον τῷ ‘καταμετρεῖ’ ἀντὶ τοῦ ‘δαπανᾷ’ ἐχρήσατο. κἂν γὰρ ἐλλείπῃ ἢ πλεονάζῃ, εἰς ὅσα τὸ μέγεθος τὸ πεπερασμένον διῃρέθη, εἰς ἴσα τῷ ἀριθμῷ, τουτέστιν εἰς τοσαῦτα, καὶ ὁ χρόνος διαιρεθήσεται ὁ Γ, ἐν ᾧ τὸ ΑΒ μέγεθος ὅλον ἐκινήθη. οὕτω δὲ ἀκολουθήσει τὸ πεπερασμένον αὐτὸν εἶναι· ὁσαπλάσιος γὰρ ἂν ᾖ τοῦ πεπερασμένου, εἴτε ἀπηρτισμένως εἴτε μετὰ μορίου τινός, πεπερασμένος ἔσται. Διχῶς δὲ φερομένης τῆς γραφῆς τῆς ἐν τῷ τέλει τῆς ῥήσεως ταύτης, εἰ μὲν εἴη γεγραμμένον, εἰς ἴσα γὰρ διαιρεθήσεται ὡς καὶ τὸ μέγεθος, σαφὲς ἂν εἴη τὸ λεγόμενον, ὅτι καὶ ὁ χρόνος εἰς ἴσα τῷ ἀριθμῷ διαιρεθήσεται, ὡς καὶ τὸ μέγεθος· εἰ δὲ ὡς Ἀλέξανδρος καὶ Ἀσπάσιος καὶ Θεμίστιος γράφουσιν εἰς ἴσα γὰρ διαιρεθήσεται καὶ τὸ μέγεθος,3 λέγοι ἂν ‘εἰς ἴσα γὰρ διαιρεθήσεται, εἰς ὅσα καὶ τὸ μέγεθος.’ περὶ γὰρ τοῦ χρόνου λέγει, τοῦτον δεικνὺς ὅτι μὴ ἄπειρος.

“因此既不可能在有限[时间]内[运动]无限者,直至‘因为正如大小一样,它也将被分割为相等之物。’” 在指明了时间和大小同样是连续的,且同样可无限分割,并基于这种相似性论破了芝诺的论证之后,[亚里士多德]给先前已证明的诸结论增补了一条作为推论且由它们证明的命题:即任何事物既不可能在有限时间内运动过无限间距(即便假定其存在),也不可能在无限时间内运动过有限间距。而在此他所取的无限是严格意义上的无限,即现实中的无限,也就是他曾称为端点上的无限者。他通过展示法进行归谬证明,设定了有限大小AB,以及无限时间Γ;并在时间中截取了一个有限部分ΓΔ,在此时间内运动之物穿过大小AB的一部分,如BE;因为如果整体AB是在无限时间Γ内被运动过的,那么其某一部分就将在时间ΓΔ内被运动过。那么,大小AB是其自身部分BE的多少倍,运动之物均匀且等速穿过整个大小AB的全部时间,也将是BE大小被运动过的时间ΓΔ的多少倍。但时间ΓΔ是有限的;因此,穿过有限大小AB的时间Γ也是有限的,而非无限的;因为大小AB被分割为多少个等于BE的部分,时间Γ也将被分割为多少个等于ΓΔ的部分;而大小AB和时间ΓΔ原本就是有限的;从而正如大小一样,时间也将被分割为在大小和数量上皆有限的部分。证明便是如此。 另一方面,他在其间解决了一条异议——该异议称大小BE并非必定能整除整体AB,以至于能真实地说例如AB是BE的三倍、四倍或任何倍数(因为在度量中既可能不足也可能超出)——因此他说,只要在相等的ΓΔ时间内穿过等于大小BE之物,无论它是不足还是超出,都毫无分别;因为正如大小BE耗尽AB那样,无论它是超出还是不足(因为不足者是以自身的某一部分不足,而超出者同样是以某一数量超出),有限时间ΓΔ也将耗尽时间Γ,无论它是不足还是过剩,它成为自身的多少倍,就取决于大小BE是大小AB的多少倍,无论是恰好整除,还是以其某一部分不足或过剩。因为大小AB被BE度量,与时间Γ被ΓΔ度量是同时的,这是由于二者被分割为数量上相等的部分。应当注意到,每当他说“而这要么度量AB,要么不足,要么超出”时,他是严格使用“度量”一词的;因为度量乃是恰好倍增并与被度量者相等;而当他说“而这度量整体”时,他是用“度量”代替“耗尽”。因为无论它是不足还是过剩,有限大小被分割为多少部分,时间Γ(在其中整个大小AB被运动过)也将被分割为数量上相等的、亦即同样多的部分。这样一来便推得它是有限的;因为无论它是有限者的多少倍,无论是恰好整除还是带有一部分零头,它都将是有限的。 本段末尾的文字流传有两种异文:如果原文作“因为正如大小一样,它也将被分割为相等之物”,那么所表达的意思便很清楚,即时间也将如大小一样被分割为数量上相等的部分;但如果正如亚历山大、阿斯帕西乌斯和塞米斯提乌斯所写的那样,作“因为大小也将被分割为相等之物”,那么他的意思当是“因为[时间]将被分割为与大小[被分割为的]一样多的相等部分”。因为他所谈论的是时间,旨在指明时间并非无限。

语法注3 条
  1. 6.12τὸ μήτε τὸ ἄπειρον διάστημα, κἂν ὑποτεθῇ εἶναι ἐν πεπερασμένῳ χρόνῳ, δύνασθαί τι κινηθῆναι μήτε ἐν ἀπείρῳ χρόνῳ τὸ πεπερασμένον

    带冠词的不定式短语 τὸ... δύνασθαι 作为先行词 τι(动词 προστίθησι 的直接宾语)的同位语,具体说明其内容。不定式 δύνασθαι 的逻辑主语是不定代词 τι(“任何事物能够运动”),其补充不定式 κινηθῆναι 在前一分句中支配表示范围的外延宾格 τὸ ἄπειρον διάστημα,在后一分句中支配 τὸ πεπερασμένον。句中的 κἂν ὑποτεθῇ εἶναι 是插入从句。

  2. 6.12Μεταξὺ δὲ ἔνστασιν λύων τὴν λέγουσαν... λέγει οὖν ὅτι οὐδὲν διαφέρει

    分词 λύων 修饰主语亚里士多德。由于其后由 τὴν λέγουσαν ὅτι 引导的异议内容以及括号内的解释性句子篇幅较长,主句动词 λέγει 借助复括助词 οὖν 重新引出。句法骨架为“他在解决……异议的同时,因此他说……”。

  3. 6.12εἰς ἴσα γὰρ διαιρεθήσεται καὶ τὸ μέγεθος

    此处讨论亚历山大等人所采纳的异文。依该读法,动词 διαιρεθήσεται 的主语需从上下文补出为 ὁ χρόνος(时间),而 καὶ τὸ μέγεθος 则表比较基准。正如辛普里丘本人的释义(‘εἰς ἴσα γὰρ διαιρεθήσεται, εἰς ὅσα καὶ τὸ μέγεθος’)所示,此处省略了相关词从句 εἰς ὅσα(“[时间]将被分割为与大小同样多的相等部分”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:948.16-950.6