- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:94.2-95.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过引述波菲利的注解,阐述亚里士多德如何通过实体与偶性及部分在存在方式上的差异(多重含义与核心指向)化解一与多的难题。
ἀλλ’ ὁ λόγος ἦν καὶ ἡ ζήτησις περὶ τοῦ ἀδιαιρέτου 〈καὶ〉 τῶν μερῶν. ἆρα ἔστι τι ἢ οὐδέν, ἕως ἔτι ἐν αὐτοῖς ἐστιν;1 ὥστε οὐ λύεται ἡ ζήτησις. Τὴν τοίνυν τοιαύτην καὶ τηλικαύτην ἀπορίαν μόνος ὁ Ἀριστοτέλης συνεῖδεν ὅπως λύειν χρή. τὰ γὰρ ὄντα φησὶ μὴ ὁμοίως ὄντα εἶναι· διὸ μὴ εἶναι αὐτῶν γένος τὸ ὄν· ἀλλὰ τὸ μὲν τοιοῦτον εἶναι ὃ καὶ αὐτὸ καθ’ ἑαυτὸ ὑποστῆναι δύναται χαρακτῆρα ἐμφαῖνον ἴδιον, τὰ δὲ ὄντα μέν, οὐχ ὁμοίως δὲ μετειληφότα τοῦ ὄντος, ἀλλὰ κατ’ ἄλλον τρόπον τῷ ἐν ἐκείνοις εἶναι καὶ ἠρτῆσθαι ἀπ’ ἐκείνων πρὸς τὸ εἶναι. ὁ μὲν γὰρ πατὴρ καὶ ὁ υἱὸς κατὰ τύχην ὑπέστησαν, καὶ ὁ δεσπότης καὶ ὁ δοῦλος. διὸ πολλαχῶς ἔφη τὸ ὄν· πλὴν ὅτι τὰ ἄλλα ἐπὶ τῇ οὐσίᾳ συμβέβηκε, καθ’ ἣν καὶ χαρακτηρίζεται τὸ ὑποκείμενον. διὸ οἱ μὲν ἀνῄρουν τὰ ἄλλα, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐποίουν, παρὰ τὰ ἐναργῆ· ὁ δὲ ὁμοίως τῇ οὐσίᾳ καὶ τἆλλ’ εἰπὼν ἓν μᾶλλον ἁμαρτάνει. πολλὰ γὰρ ποιήσει τὰ ὄντα καὶ σωρεύσει ὡς τὰ ἄτομα σώματα· ὁ δὲ πῶς μὲν λέγων εἶναι τῷ ἐπὶ τῇ οὐσίᾳ θεωρεῖσθαι καὶ μετ’ ἐκείνης εἶναι, πῶς δὲ μὴ εἶναι τῷ μὴ ἄνευ αὐτῆς ὑποστῆναι δύνασθαι, οὗτος ἐπείληπται τοῦ ὀρθοῦ. ἐπιόντες τοίνυν τοὺς τρόπους τοῦ ἑνός, οὐκέτι πολλὰ φήσομεν τὸ ἕν, διότι τὰ μέρη ἄλλως καὶ οὐχ ὡς Σωκράτης ἓν λέγεται· ὁ μὲν γὰρ καθ’ ἑαυτὸν ἰδιότητα ἐμφαίνει τοῦ χαρακτῆρος, τὰ δὲ μέρη ἄνευ τοῦ ὅλου οὐκ ἂν ὑποσταίη, ἀλλ’ ἔστιν οὕτως ὡς σὺν τῷ ὅλῳ εἶναι. μένει τοίνυν ὁ Σωκράτης εἷς. ὁμοίως καὶ κατὰ τὸ εἶδος οὐ πληθύνεται ἅμα καὶ ἄνθρωπος γενόμενος τῷ τὸ εἶδος μὴ ἄν ποτε καθ’ ἑαυτὸ ὑποστῆναι, μηδὲ ὑφεστάναι τὸν ἄνθρωπον οὕτως ὡς αἱ πρῶται οὐσίαι, ἀλλ’ ἄλλως. ἀλλὰ μὴν οὐκ ἄν εἴποι τις παντελῶς μηδὲν εἶναι παρὰ τὸν Σωκράτην τουτὶ τὸ πλεόνασμα, εἰ καὶ μὴ τοιοῦτόν ἐστιν ὁποῖον αὐτὸς ὁ Σωκράτης, ἀλλὰ κατ’ ἐκεῖνον καὶ μετ’ ἐκείνου. οὐδὲ γὰρ οὕτως ὁμώνυμον τὸ ὂν ὡς τὰ ἀπὸ τύχης, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός. καὶ τὸ λευκὸν τότε ἐστίν, ὅταν ἄλλου ᾖ κἀν τούτῳ ἔχῃ τὸ εἶναι ἐν τῷ ἄλλου εἶναι. ὥσπερ γὰρ ἡ ἐπιφάνεια σώματος οὖσα τὸ οἷον σῶμα εἶναι ἀπὸ τοῦ σώματος ἔλαβεν, οὕτως δεῖ νοεῖν καὶ τὴν τῶν ἄλλων ὄντων ὑπόστασιν· τῷ γὰρ ἄλλου εἶναι τὴν ὑπόστασιν ἔχει. διὸ οὐκέτι πολλὰ ὁ λευκὸς Σωκράτης, ἢ αὐτός τε καὶ τὰ μέρη· οὐ γὰρ ἄλλα τινὰ συνελθόντα, ὡς οἱ βόες εἰς τὸ ζεῦγος καὶ οἱ ἄνθρωποι εἰς τὴν χώραν, συνεστήσαντο Σωκράτην, ἀλλ’ ὄντος αὐτοῦ ὑποκειμένου, τὰ συμβεβηκότα αὐτῷ ἔστι ταύτῃ ἢ ὑφεστηκότα ἢ ἄλλου ἐστί, καὶ δι’ ἐκεῖνο καὶ ἔστιν· ὡς εἴ γε πολλὰ καὶ μετὰ ἑτέρου ἄλλου ἦν, λέγω δὲ τὰ συμβεβηκότα, ἔμενεν ἂν τὸ ζήτημα. ἐκ δὲ τούτου ἀνακύπτει ἡ τοῦ ὄντος καὶ μὴ ὄντος ἀπορία. ὃν μὲν γὰρ ἡ οὐσία, ὡς δ’ ἐν αὐτῇ ὄντα2 τὰ συμβεβηκότα οὐκ ὄντα, ἄλλως δὲ καὶ ὡς ταύτης ὄντα, ταύτῃ ἐστὶ καὶ ὄντα· καὶ τὸ αὐτὸ ἓν ἄν εἴποις καὶ πολλά, ἀλλ’ οὐχ ὡς τὸ ἓν οὕτως καὶ τὰ πολλά· οὐ γὰρ πεπλήθυνται ἐκ τοιούτων ἑνάδων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μερῶν τοῦ Σωκράτους· οὐ γὰρ ὡς Σωκράτης καὶ ταῦτα ὄντα· ἀλλ’ ὡς τούτου καὶ τῷ ἐκείνου εἶναι ὄντα, οὐχ ὡς ἐκεῖνο οὕτως καὶ ζῷον καὶ ἄνθρωπος ὁ Σωκράτης, οὐχ ὅτι καὶ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον· ὅπερ ἐποίουν οἱ συνώνυμον τιθέντες τὸ ὄν, ἢ ὅπερ οἱ ἀναιροῦντες ἐκ τῶν ὄντων τὰ ἄλλα, οἱ ἓν εἰπόντες τὸ ὄν. οὐ τρία οὖν ὁ Σωκράτης οὐδὲ ἓν μόνον. οὐδὲ γὰρ οὐδὲν τὰ ἄλλα ἐστίν, ὅτι καὶ ταῦτα τῷ εἶναι Σωκράτους ἔστιν οὐ μὴν οὕτως ὡς Σωκράτης. καὶ οὕτως πάλιν πολλὰ καὶ οὐ πολλὰ ὁ Σωκράτης ἀλλὰ ἕν, ἓν δὲ οὐκ ἐκεῖνο ὃ παντελῶς καθαρεύει καὶ τῆς κατ’ ἐπίνοιαν συνθέσεως, ἀλλ’ ὃ μίαν ὑφίστησιν ὑπόστασιν καὶ παράγει μίαν οὐσίαν, οὐχ ὡς ἡ πλίνθος μία τῷ ἓν ὄνομα εἶναι, ἀλλὰ τῷ ἑνότητα ὑπάρχειν καὶ τὴν τοῦ τόδε δεῖξιν ἐπιδέχεσθαι.
然而,论证与追问乃是关于不可分者与诸部分的:当诸部分仍在那[整体]之中时,它们是某种东西还是无?因此追问并未解决。那么,唯有亚里士多德看清了应当如何解决如此这般重大的一大难题。因为他说,诸存在者并非以同样的方式存在;因此“存在”并不是它们的一个类;相反,这一类是能够自身独立自存并显明其自身特有特征的,而其他类虽然也是存在者,但并没有以同样的方式分有存在,而是以另一种方式存在,即通过存在于那些之中并就存在而言依存并挂系于那些之上。因为父亲与儿子乃是偶然自存的,主人与奴隶亦是如此。因此他说“存在者”以多种方式述说;只是其他东西附属于实体,而主体正是依实体而具有其特征的。因此,一部分人取消了其他东西,正如来自斯多亚派的人所做的那样,违背了显明的事实;而主张其他东西同样与实体是一的人,犯的错误更大。因为他会使存在者成为多数,并把它们像不可分的原子物体那样堆积起来;但如果有人说它们在某种意义上存在,是因为在实体之上被观照并与实体同在,而在某种意义上不存在,是因为没有实体便无法自存,这人便抓住了正确之见。那么,当我们依次考察“一”的诸种方式时,我们将不再说一即是多,因为诸部分是以另一种方式被说成一的,并非如苏格拉底那样。因为苏格拉底自身显明其特征的独特性,而诸部分若没有整体就无法自存,它们的存在乃是以与整体共存的方式存在的。因此苏格拉底保持为一。同样,依种而言,他也并没有因为同时成为人而被多数化,这是因为种绝不可能自身独立自存,人也并非像第一实体那样自存,而是以其他方式自存。然而,人们也不能说,除了苏格拉底之外,这一增加物完全是无,即使它并不像苏格拉底本身那样,而是依随于他并与他共存。因为存在者并不是像出于偶然的事物那样同名异义,而是像那些源自单一者之事一样。而白唯当它属于另一物、并且把它的存在置于属于另一物之中时,它才存在。正如属于物体的表面从物体中获得了它仿佛是物体的存在一样,我们也必须如此去理解其他存在者的自立存在;因为它是通过属于另一物而拥有其自立存在的。因此,白的苏格拉底,或者他自身与诸部分,不再是多;因为并不是某些其他东西汇聚在一起构成了苏格拉底,如牛群汇成一轭、众人汇成一国那样,而是他在作为底层的主体存在,属于他的偶性乃是在这个意义上存在,或是作为自存或是属于另一物,并且正是通过那主体而存在;如果偶性是多数的并且与另一个别物并存,那么追问仍将留存。由是便产生了关于存在与非存在的难题。因为实体是存在者,而偶性作为存在于实体之中的东西是非存在者,但在另一种意义上,作为属于这一实体的,它们在此意义上存在且是存在者;你尽可以说同一物既是一又是多,但并不是像作为一那样也同样是多;因为它并不是由这样的一之单位复多化的。在苏格拉底的诸部分上也是同样;因为它们并不像苏格拉底那样是存在者,而是作为属于这个事物、并因其属于那主体而存在,苏格拉底并不像那主体那样同样既是动物又是人,并非意味着他既是苏格拉底又是人又是动物;这正是那些把存在者假定为同名同义者、或者那些把其他东西从存在者中取消而主张存在者是一的人所做的。因此苏格拉底既不是三个,也不仅仅是一个。因为其他东西也不是无,由于它们也是因属于苏格拉底而存在的,当然绝非像苏格拉底那样。如此一来,苏格拉底又成了既是多又不是多而是一,但这个一并不是那种连在观念上的复合都完全免除的一,而是一个确立起单一自立存在并产生单一实体的一,它不是像砖块因有一个名称而是一,而是由于统一性属于它,并容受‘这个’的指示。
- 1.15ἆρα ἔστι τι ἢ οὐδέν, ἕως ἔτι ἐν αὐτοῖς ἐστιν;
主语为前句的 τῶν μερῶν,作为中性复数搭配单数动词 ἔστι。αὐτοῖς 在语境中被理解为指代诸部分所属的整体或复合体。
- 1.15ὃν μὲν γὰρ ἡ οὐσία, ὡς δ’ ἐν αὐτῇ ὄντα τὰ συμβεβηκότα οὐκ ὄντα
ὃν 被理解为中性分词 ὂν 作为名词使用(存在者)的抄本异读或重音变体,补出省略的系词 ἐστί 理解为“实体是存在者”。与之形成对照的分句 ὡς δ’ ἐν αὐτῇ ὄντα τὰ συμβεβηκότα οὐκ ὄντα 亦补出系词,构成平行对比(“偶性作为存在于其实体之中的东西乃是非存在者”)。
