← 辛普里丘

亚里士多德《物理学》注释

§947.1-948.15

依时间可分性对芝诺运动悖论的解答

辛普里丘阐明了亚里士多德如何基于时间的可分性反驳假言推理的小前提以解决芝诺否定运动的论证,并指出了这与《物理学》第八卷中区分潜能与现实之更严密解答的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.11

" Διὸ καὶ ὁ Ζήνωνος λόγος ψεῦδος λαμβάνει ἕως τοῦ καὶ ἅπτεσθαι τῶν ἀπείρων τοῖς ἀπείροις, οὐ τοῖς πεπερασμένοις." Δείξας ὁμοίως ὂν τὸ ἄπειρον ἔν τε τῷ χρόνῳ καὶ ἐν τῷ μεγέθει, τούτῳ προσχρώμενος λύει τινὰ τῶν ὑπὸ τοῦ Ἐλεάτου Ζήνωνος ἠρωτημένων λόγων πρὸς τὸ μὴ εἶναι κίνησιν. ἔστι δὲ ὁ λόγος ὁ τοῦ Ζήνωνος τοιοῦτος· εἰ ἔστι κίνησις, ἐνδέχεται ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα διελθεῖν ἁπτόμενον αὐτῶν ἑκάστου· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστι κίνησις. καὶ τὸ μὲν συνημμένον ἐδείκνυ χρώμενος τῇ τῶν μεγεθῶν ἐπ’ ἄπειρον διαιρέσει· εἰ γὰρ πᾶν μέγεθος εἰς ἄπειρα διαιρετόν, εἴη ἂν καὶ ἐξ ἀπείρων συγκείμενον· ὥστε τὸ κινούμενον καὶ διιὸν ὁτιοῦν μέγεθος ἄπειρον ἂν κινοῖτο καὶ διεξίοι καὶ ἀπείρων ἅπτοιτο ἐν πεπερασμένῳ χρόνῳ, ἐν ᾧ τὸ ὅλον τὸ πεπερασμένον δίεισιν. ἅψασθαι δὲ τῶν ἀπείρων καθ’ ἕκαστον φησίν, ἐπεὶ δύναταί τι τὰ ἄπειρα δοκεῖν διεληλυθέναι τῷ ὑπερβαίνειν αὐτά. καὶ οὕτω μὲν τὸ συνημμένον ἐδείκνυ· τὴν δὲ πρόσληψιν1 τὴν λέγουσαν ‘ἀλλὰ μὴν ἀδύνατον τὰ ἄπειρα διελθεῖν καὶ ἅψασθαι ἐν πεπερασμένῳ χρόνῳ’ δείκνυσιν ἐκ τοῦ τὸ ἄπειρον ἀδιεξίτητον εἶναι καὶ ἐκ τοῦ μὴ δυνατὸν εἶναι ἐν πεπερασμένῳ χρόνῳ τῶν ἀπείρων ἅψασθαι, εἴ γε ἐν ἄλλῳ καὶ ἄλλῳ τοῦ χρόνου ἅπτεται τὸ κινούμενον τῶν τοῦ ὑποκειμένου μερῶν. ἀδύνατον δὲ ἑκάστου ἅψασθαι τῶν ἀπείρων εἶπεν, διότι ὁ ἁπτόμενος οἷον ἀριθμεῖ· ἀριθμῆσαι δὲ ἀδύνατον τὰ ἄπειρα. ὁ δὲ Ἀριστοτέλης τὴν πρόσληψιν αἰτιᾶται· οὐ γὰρ ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ τὰ ἄπειρα διελθεῖν. διχῶς γὰρ λεγομένου τοῦ ἀπείρου, τοῦ μὲν κατὰ τὰ ἔσχατα, τοῦ δὲ τῇ διαιρέσει, τὸ μὲν κατὰ ποσὸν ἄπειρον, οὗ τὰ μέρη ἄπειρα τῷ πλήθει κατ’ ἐνέργειαν, διότι καὶ τὸ μέγεθος ἄπειρον, ἀδύνατόν τι διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, τὸ δὲ κατὰ διαίρεσιν καὶ δυνάμει ἄπειρον, οὐκ ἐνεργείᾳ ἐνδέχεται· καὶ γὰρ ὁ λαμβανόμενος πεπερασμένος χρόνος οὕτως ἐστὶν ἄπειρος κατὰ διαίρεσιν· οὐκ ἐν πεπερασμένῳ οὖν τὸ ἄπειρον, ἀλλ’ ἐν τῷ ὁμοίως ἀπείρῳ. καὶ ἅψεται οὖν τῶν δυνάμει ἀπείρων, ἀλλ’ οὐ τῶν καθ’ ἕκαστον ἐνεργείᾳ διῃρημένων τοῦ ὑποκειμένου μορίων, τὸ κινούμενον ἐν τοῖς ὁμοίως ἀπείροις τοῦ χρόνου μέρεσιν ἢ ἐν τοῖς ἑαυτοῦ. καὶ γὰρ καὶ τὸ κινούμενον συνεχὲς ὂν ἐπ’ ἄπειρόν ἐστι διαιρετόν. Τὸ οὖν σόφισμα τοῦ Ζήνωνος ἐγίνετο παρὰ τὴν τοῦ ἀπείρου ὁμωνυμίαν καὶ τὸ μεταλαμβάνειν τὸ κατὰ διαίρεσιν ἄπειρον εἰς τὸ τοῖς ἐσχάτοις ἄπειρον.2 τοῦτο γὰρ ἀδύνατον ἦν τὸ ἄπειρον ἐν πεπερασμένῳ διελθεῖν χρόνῳ καὶ ἅψασθαι τῶν οὕτως ἀπείρων, τὸ δὲ κατὰ διαίρεσιν ἄπειρον μέγεθος ἐν τῷ κατὰ διαίρεσιν ἀπείρῳ χρόνῳ διελθεῖν οὐδὲν ἄτοπον· ὁ δὲ Ζήνων τὸ μὲν μέγεθος ἐλάμβανεν εἰς ἄπειρα διῃρημένον ἐνεργείᾳ, τὸν δὲ χρόνον οὐκέτι καίτοι ὁμοίως ἔχοντα τῷ μεγέθει. ἀλλ’ ἐνταῦθα μὲν οὕτως ἔλυσε τὴν Ζήνωνος ἀπορίαν μηδὲν ἄτοπον λέγων ἐν τῷ ὁμοίως ἀπείρῳ χρόνῳ τὰ ὁμοίως ἄπειρα διιέναι, ἐν δὲ τῷ τελευταίῳ ταύτης τῆς πραγματείας τὴν λύσιν ταύτην ‘πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχειν’ φησίν (“ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρα ἐνδέχεται διεξελθεῖν”), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς·3 οὐδὲ γὰρ ὁ χρόνος τὸ ἄπειρον ἐνεργείᾳ ἔχει, ἀλλὰ δυνάμει. διὸ ἀκριβέστερον ἐκεῖ λύει δεικνὺς ἐν τοῖς συνεχέσι μὴ εἶναι τὰ ἄπειρα κατ’ ἐνέργειαν, ἀλλὰ δυνάμει. τῷ οὖν ἐρωτῶντι, φησίν, εἰ ἐνδέχεται ἄπειρα διεξελθεῖν ἢ ἐν χρόνῳ ἢ ἐν μήκει, ῥητέον ὅτι ἔστι μὲν ὡς ἐνδέχεται, ἔστι δὲ ὡς οὐκ ἐνδέχεται· ἐντελεχείᾳ μὲν γὰρ ὄντα ἄπειρα οὐκ ἐνδέχεται, δυνάμει δὲ ἐνδέχεται.

“因此芝诺的论证也预设了虚假,直至‘并且以无限之物接触无限之物,而非以有限之物。’” 在指明了无限在时间中和在大小中同样存在之后,[亚里士多德]利用这一点解决了爱利亚的芝诺为反对运动存在而提出的论证之一。芝诺的论证是这样的:“如果运动存在,便有可能在有限时间内通过无限之物,并接触它们中的每一者;但这确实是不可能的;因此运动不存在。”他利用大小之无限分割来证明假言前提;因为如果一切大小皆可分割为无限之物,它也当由无限之物组成;从而运动并穿过任何大小之物,便将在通过整个有限者的有限时间内,运动过、穿过并接触无限之物。他说“逐一接触无限之物”,是因为某物可能因跨越无限之物而被看似已经通过了它们。他是这样证明假言前提的;而至于那条表述为“但这确实是不可能的:在有限时间内通过并接触无限之物”的附加前提,他是从无限者不可穷尽,以及在有限时间内不可能接触无限之物(假定运动之物是在时间的不同部分接触基底之物的各部分)证明的。他说不可能逐一接触无限之物,是因为接触者就如在计数一样,而把无限之物计数完毕是不可能的。但亚里士多德指责了该附加前提;因为在有限时间内通过无限之物并非不可能。既然无限有两种说法,一种依据端点,另一种依据分割,那么对于按数量无限、其各部分因大小也是无限而在现实中数目无限者,任何事物都不可能在有限时间内通过它;但对于依分割、在潜能上而非现实上无限者,则是可能的;因为所取的有限时间依分割同样以此种方式是无限的;因此并非在有限[时间]中[通过]无限[大小],而是在同样无限者中。因此运动之物将在时间的同样无限的各部分中,或在自身的各部分中,接触潜能上无限之物,而非接触基底之物在现实中被逐一分割的各部分。因为运动之物自身作为连续物也是可无限分割的。因此,芝诺的诡辩是由于无限的同名异义,以及把依分割的无限置换为在端点上的无限而产生的。因为在有限时间内通过这种[在端点上的]无限并接触以此种方式无限之物确是不可能的,但在依分割无限的时间内通过依分割无限的大小并无任何荒谬之处;而芝诺将大小预设为在现实中被分割为无限之物,对时间却不再如此预设,尽管时间与大小处于相同的状态。虽然在此处他以这种方式解决了芝诺的疑难,称在同样无限的时间内通过同样无限之物并无荒谬之处,但在本论著的最后一[卷]中,他说这种解答“就提问者而言是充分的”(“因为所问的是在有限时间内是否可能穿过无限之物”),但“就事实和真理而言并不充分”;因为时间也并非在现实中具有无限,而是在潜能中。因此他在那里作了更精确的解决,指明在连续物中无限之物并非在现实中存在,而是在潜能中。他说,因此对于询问无论在时间中还是在长度中是否可能穿过无限之物的人,必须说:在某种意义上是可能的,但在某种意义上是不可能的;因为[穿过]现实中无限之物是不可能的,但在潜能中则是可能的。

语法注3 条
  1. 6.11καὶ τὸ μὲν συνημμένον ἐδείκνυ... τὴν δὲ πρόσληψιν

    古代逻辑学术语对:συνημμένον 指假言三段论中的“假言前提”(即条件命题/大前提:“如果……”),而 πρόσληψις 指“附加前提”(即小前提:“但这确实……”)。

  2. 6.11παρὰ τὴν τοῦ ἀπείρου ὁμωνυμίαν καὶ τὸ μεταλαμβάνειν τὸ κατὰ διαίρεσιν ἄπειρον εἰς τὸ τοῖς ἐσχάτοις ἄπειρον

    介词 παρά 表示谬误的原因(“由于……”)。名词 ὁμωνυμία 与冠词加不定式短语 τὸ μεταλαμβάνειν 由 καί 连接,并列指出了芝诺诡辩产生的两重逻辑根源(多义性与概念偷换)。

  3. 6.11πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχειν... πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς

    介词短语 πρὸς ... 表示参照视角或对象。这构成了亚里士多德在针对论敌的论辩性反驳(对人反驳,ad hominem)与基于事物本质和真理的彻底解决之间的经典对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:947.1-948.15