- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:945.23-946.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于233a13的引文,从涉及匀速运动的习用论证出发探讨了时间与大小在可分性与无限性上的对应,并通过区分圆周运动的物体与直线生成的大小,解决了端点上的无限(无始无终)是否适用于大小这一疑难。
" Ἔτι δὲ καὶ ἐκ τῶν εἰωθότων λόγων λέγεσθαι, φανερὸν ἕως τοῦ εἰ δὲ ἀμφοῖν, ἀμφοῖν καὶ τὸ μέγεθος." Δείξας δι’ ἐκθέσεως, ὅτι τῇ τοῦ χρόνου διαιρέσει συνδιαιρεῖται καὶ τὸ μέγεθος, τὸ αὐτό φησι δείκνυσθαι καὶ ἐξ ἄλλων λόγων συνειθισμένων, ὡς ἔοικεν, τότε τοῖς περὶ τούτων διαλεγομένοις. ἦν δὲ ὁ λόγος ἀπὸ τῶν ἰσοταχῶς κινουμένων εἰλημμένος τοιοῦτος· εἰ τὸ ἰσοταχῶς κινούμενον ἐν τῷ ἡμίσει χρόνῳ ἥμισυ διέρχεται καὶ ἀεὶ ἐν τῷ ἐλάττονι, ἔλαττον καὶ κατὰ τὸν αὐτὸν λόγον ἔλαττον, ἕπεται τοῦ χρόνου ἐπ’ ἄπειρον ὄντος διαιρετοῦ ὁμοίως καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις ἐπ’ ἄπειρον διαιρετὸν εἶναι·1 αἱ γὰρ αὐταὶ διαιρέσεις ἀμφοτέρων. εἰ δὲ ὁμοίως ἔχουσιν ἀλλήλοις, δῆλον ὅτι εἰ ἄπειρον τὸ ἕτερον, καὶ τὸ ἕτερον ἄπειρον ἔσται. διττοῦ δὲ ὄντος ἐν τοῖς συνεχέσι τοῦ ἀπείρου ἤτοι διχῶς ἐπινοεῖσθαι δυναμένου, ἢ τοῖς ἐσχάτοις (ἄπειρον δὲ τοῖς ἐσχάτοις ἐστὶ τὸ μὴ ἔχον ἔσχατα, ἀλλ’ ἀδιεξίτητον ὄν) ἢ τῇ διαιρέσει τῷ ἀεὶ λαμβανόμενον μόριον διαιρετὸν εἶναι,2 ἢ κατ’ ἄμφω, ὡς ἂν ἔχῃ, φησίν, ὁ χρόνος τὸ ἄπειρον, οὕτως αὐτὸ καὶ τὸ μέγεθος ἕξει. ἀλλ’ ὅτι μὲν ὡς ὁ χρόνος συνεχὴς ὢν ἐπ’ ἄπειρόν ἐστι διαιρετός, οὕτως καὶ τὸ μέγεθος, δῆλον, ἐπειδὴ καὶ αὐτὸ συνεχές ἐστι· πᾶν δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν ἐστιν. ἐπειδὴ δὲ ὁ χρόνος καὶ τοῖς ἐσχάτοις ἄπειρός ἐστι μήτε ἀρχὴν ἔχων μήτε πέρας, ὡς ἐν τῷ τελευταίῳ ταύτης δείκνυται τῆς πραγματείας, πῶς ἀληθὲς ὅτι καὶ τὸ μέγεθος οὕτως ἄπειρόν ἐστιν· αὐτὸ γὰρ τοὐναντίον ἐν τῷ τρίτῳ ταύτης δέδεικται τῆς πραγματείας, ὅτι οὐδὲν μέγεθος ἄπειρόν ἐστι τοῖς ἐσχάτοις. μήποτε οὖν ὥσπερ χρόνος διττός ἐστιν, ὁ μὲν ἄπειρος τοῖς ἐσχάτοις ὁ τὴν ἄναρχον καὶ ἀτελεύτητον κυκλοφορίαν μετρῶν, ὁ δὲ τοῖς ἐσχάτοις μὲν πεπερασμένος, ἐν δὲ τῇ διαιρέσει μόνῃ τὸ ἄπειρον ἔχων, ὡς ὁ μερικὸς ὁ τὰς ἐπ’ εὐθεῖαν κινήσεις μετρῶν, οὕτως καὶ μέγεθος διττόν ἐστι,3 τὸ μὲν ἄπειρον τοῖς ἐσχάτοις, οὐχ ὡς ἀόριστον, οἷον ἀπεγίνωσκεν ἐν τῷ τρίτῳ βιβλίῳ, ἀλλ’ ὡς κυκλικὸν καὶ μήτε ἀρχὴν μήτε πέρας ἔχον, τὸ δὲ καὶ ἀρχὴν ἔχον καὶ πέρας, οἷα τὰ ἐν γενέσει, ἐπ’ ἄπειρον δὲ ὄντα διαιρετὰ διὰ τὸ συνεχῆ εἶναι. ἀμφοῖν δὲ ταῖν ἀπειρίαιν καὶ ὁ ὅλος χρόνος μετέχει καὶ τὸ κυκλοφορητικὸν σῶμα· καὶ γὰρ ἄναρχα καὶ ἀτελεύτητά ἐστι καὶ συνεχῆ ὄντα ἐπ’ ἄπειρόν ἐστι διαιρετά. ἐμοὶ μὲν οὖν οὕτω καὶ ἀπορῆσαι ταύτην ἐπῆλθεν τὴν ἀπορίαν καὶ διαλῦσαι παρ’ οὐδενὶ τῶν ἐξηγητῶν αὐτὴν ηὑρηκότι,4 εἰ δέ τις πιθανωτέρως ἐπιβάλλοι, φίλος ὢν ἀλλ’ οὐκ ἐχθρὸς κρατεῖ. δῆλον δὲ ὅτι κἂν αὐτὸς τοῦ χρόνου καὶ τοῦ μεγέθους ἐμνημόνευσε μόνων ἐν τούτοις, ἀνάγκη καὶ περὶ τῆς κινήσεως τὰ αὐτὰ ἀκούειν· ὡς γὰρ ὁ χρόνος ἔχει, οὕτως ἔχει καὶ ἡ κίνησις ἧς ἐστι μέτρον ὁ χρόνος.
“此外,从通常被表述的论证中也是显而易见的,直至‘而如果是在两者之中,大小也是在两者之中。’” 在通过[项的]设定指明了大小也随时间的分割而一同被分割之后,他说,从当时对于讨论这些问题的人来说似乎习以为常的其他论证出发,同样的事情也得以显明。而从匀速运动之物中得出的论证大致是这样的:如果匀速运动之物在半数时间内通过半数,并且总是在较少时间内通过较少者,并按相同比例通过较少者,那么由此得出的结论是:既然时间可无限分割,同样,运动发生于其上的大小也可无限分割;因为两者的分割是相同的。如果它们彼此情况相同,显然,若其中一者是无限的,另一者也将是无限的。由于连续物中的无限是双重的,或者说能够以两种方式被构想——要么是在端点上(在端点上无限者就是没有端点、不可穷尽者),要么是在分割上,即因不断被取得的部分皆可分,要么是兼依二者——他说,无论时间怎样具有无限,大小也将同样具有它。然而,正如时间作为连续物是可无限分割的,大小同样也是如此,这是显而易见的,因为大小自身也是连续的;而凡连续物皆可无限分割。但既然时间在端点上也是无限的,既无始亦无终(正如在本论著的最后一[卷]中所证明的那样),那么大小也以此种方式是无限的怎么会是真的呢?因为恰恰相反的结论已在本论著的第三卷中被证明,即没有任何大小在端点上是无限的。那么,难道不正像时间是双重的——一种是在端点上无限的、度量着无始无终的圆周运动的时间,另一种是在端点上有限、唯独在分割上具有无限的、度量直线运动的个别时间——大小同样也是双重的:一种在端点上是无限的,但并非像他在第三卷中所否定的那样作为无定的,而是作为圆周性的、既无始亦无终的,另一种则是既有始又有终的,如同生成中的事物,但因其连续而可无限分割。整个时间与作圆周运动的物体皆分有这两种无限性;因为它们既无始无终,又作为连续物而可无限分割。对我而言,既然未在任何诠释者那里发现这一点,便想到以这种方式提出这一疑难并加以解决;但若有人能更具说服力地着手处理,只要是朋友而非仇敌,他便占上风。显而易见的是,即使他本人在这些话中仅提及了时间和大小,也必然要对运动作同样的理解;因为时间处于何种状态,作为时间之度量对象的运动也处于何种状态。
- 6.10ἕπεται τοῦ χρόνου ἐπ’ ἄπειρον ὄντος διαιρετοῦ ὁμοίως καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις ἐπ’ ἄπειρον διαιρετὸν εἶναι
由非人称动词 ἕπεται(得出结论)引导的带不定式结构(τὸ μέγεθος ... διαιρετὸν εἶναι),其间嵌入了独立属格从句 τοῦ χρόνου ... ὄντος διαιρετοῦ(在时间……可分时)。ὁμοίως 作为副词修饰不定式从句的谓语部分(“同样大小……也是可分的”)。
- 6.10τῷ ἀεὶ λαμβανόμενον μόριον διαιρετὸν εἶναι
与格定冠词不定式(τῷ ... εἶναι),用作原因或方式,其内部带有宾格主语(ἀεὶ λαμβανόμενον μόριον,“不断被取得的部分”)和补足语(διαιρετόν,“可分的”)。它同位解释前面的 τῇ διαιρέσει(在分割上)。
- 6.10μήποτε οὖν ὥσπερ χρόνος διττός ἐστιν [...] οὕτως καὶ μέγεθος διττόν ἐστι
μήποτε 用在句首,与直陈式连用表示委婉推测或谨慎主张(“难道不正是……”),统领整个 ὥσπερ ... οὕτως καί(正如……同样……)的对应结构。在时间和大小两个主项之下,又分别配置了 ὁ μέν ... ὁ δέ 与 τὸ μέν ... τὸ δέ 的并列对比。
- 6.10παρ’ οὐδενὶ τῶν ἐξηγητῶν αὐτὴν ηὑρηκότι
完成体主动分词 ηὑρηκότι(与格阳性单数)修饰前文的第一人称代词 ἐμοί(“对于在注释者们处未曾发现它的我来说”)。介词短语 παρά 接与格(παρ’ οὐδενί)表示“在……的著作/学说中”。
