← 辛普里丘

亚里士多德《物理学》注释

§944.1-945.22

关于时间和大小可分性证明中循环论证的反驳

辛普利丘回应了认为亚里士多德关于时间和大小可分性的证明属于循环论证的指责,阐明了基于定义与项之设定的论证结构,并指出运动、时间与大小三者同质地连续且相互蕴涵其可分性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9#3

Εἰκὸς δέ τινας καὶ ἐνταῦθα μέμφεσθαι τὴν ἀπόδειξιν καὶ ὡς διάλληλον καὶ ὡς αὐτὸ δι’ αὑτοῦ δεικνῦσαν, εἴπερ ἐκ μὲν τοῦ πᾶν μέγεθος εἰς μεγέθη διαιρετὸν εἶναι δείκνυσιν, ὅτι τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον καὶ ἐν τῷ ἐλάττονι πλέον κινεῖται καὶ ἐν τῷ ἐλάττονι [τὸ] ἴσον· ἀπὸ δὲ τούτου ὅτι ἀεὶ διαιρετὸς ὁ χρόνος, καὶ ἀπὸ τούτου ὅτι τὸ μέγεθος τοιοῦτον. δόξει γὰρ λέγειν, ἐπειδὴ τὸ μέγεθος ἀεὶ διαιρετόν, καὶ ὁ χρόνος ἀεὶ διαιρετός, καὶ ἐπειδὴ ὁ χρόνος, καὶ τὸ μέγεθος· καὶ συνελόντι,1 ἐπειδὴ τὸ μέγεθος ἀεὶ διαιρετόν, ἔστι τὸ μέγεθος ἀεὶ διαιρετόν. ἀλλὰ ῥητέον, ὅτι πρῶτον μὲν καὶ ἐκτὸς τοῦ προλαβεῖν, ὅτι πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν ἐστιν, ἔκ τε τοῦ ὁρισμοῦ τοῦ θάττονος καὶ ἐκ τῆς ἐκθέσεως δείκνυσι τὰ προκείμενα· ἔπειτα ὅτι προηγουμένως νῦν τὸν χρόνον δείκνυσι διαιρετόν, ᾧ συναποδείκνυται καὶ τὸ μέγεθος. ἐκ δὲ αὖ τρίτων ῥητέον, ὅτι διὰ τῆς τοιαύτης ἀποδείξεως ὁ Ἀριστοτέλης ἐνεδείξατο, ὅτι διὰ τὸ ὁμοφυῶς εἶναι συνεχῆ τό τε μέγεθος καὶ τὸν χρόνον, καὶ ἐξ ἀλλήλων ἀποδείκνυνται οὕτως, ὡς αἴτια ἀλλήλοις δοκεῖν τῆς ἐπ’ ἄπειρον διαιρέσεως. μήποτε δὲ τοιαύτη τίς ἐστιν ἡ τοῦ ὅλου λόγου ἀγωγή·2 δείξας πρότερον ἐκ τῆς ἰσοταχοῦς τοῦ κινουμένου κινήσεως, ὅτι μὴ σύγκειται ἐξ ἀμερῶν μήτε τὸ μέγεθος μήτε ἡ κίνησις μήτε ὁ χρόνος, ἀλλ’ ἔστι συνεχῆ καὶ διαιρετὰ εἰς ἀεὶ διαιρετά, καὶ τὸ αὐτὸ τοῦτο προθέμενος δεῖξαι καὶ ἐκ τοῦ θᾶττον καὶ τοῦ βραδύτερον κινουμένου, πρῶτον μὲν συντόμως οὕτω δείκνυσιν αὐτὸ δυνάμει, λέγων, ὡς εἰ μὴ ἦν πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν, τό τε τοῦ χρόνου καὶ τὸ τοῦ μήκους καὶ τὸ τῆς κινήσεως, οὐκ ἂν ἦν τὸ θᾶττον καὶ τὸ βραδύτερον τοιαῦτα, οἷα ὁριζόμενοι λέγομεν αὐτά, θᾶττον λέγοντες τὸ ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον καὶ ἐν τῷ ἐλάττονι πλέον κινούμενον. ἐπειδὴ δὲ διαιρετά ἐστι τὰ μεγέθη, διὰ τοῦτο καὶ τὰ διαιρετικὰ αὐτῶν ἐστι τό τε θᾶττον καὶ τὸ βραδύτερον, τὸ μὲν θᾶττον τοῦ χρόνου, τὸ δὲ βραδύτερον τοῦ μήκους. καὶ ἔστιν ὡς ἀπὸ τῶν πρός τι ἡ πίστις. ἐναργοῦς γὰρ ὄντος τοῦ τὸ θᾶττον καὶ βραδύτερον καὶ εἶναι ἐν τοῖς οὖσι καὶ διαιρετικὰ εἶναι τοῦ χρόνου καὶ τοῦ μεγέθους, * * * ἐπειδὴ ἀνάγκη τὸ διαιρετὸν εἶναι, εἴπερ ἔστι τὸ διαιρετικόν. ἔστι δὲ τὸ διαιρετικόν, ὥστε καὶ τὸ διαιρετόν, ὥσπερ καὶ δέδεικται. εἶτα συστήσας διὰ τῆς ἐκθέσεως, ὅτι τοιαῦτά ἐστι τὸ θᾶττον καὶ βραδύτερον οἷα λέγεται, χρῆται λοιπὸν αὐτοῖς εἰς τὴν τοῦ χρόνου καὶ τοῦ μήκους διαίρεσιν τὸν τρόπον τῆς ἐπ’ ἄπειρον διαιρέσεως διὰ τῆς ἐκθέσεως ἐπιδεικνύων. Ἐπιστῆσαι δὲ χρή, ὅτι διὰ τῆς κινήσεως νῦν τὸν χρόνον καὶ τὸ μέγεθος ἔδειξε διαιρετά· τὸ γὰρ θᾶττον καὶ βραδύτερον κινήσεώς εἰσι διαφοραί, διότι πᾶν τὸ κινούμενον ἐνδέχεται καὶ θᾶττον κινεῖσθαι καὶ βραδύτερον, ὡς αὐτὸς εἶπεν, τὸ αὐτὸ δηλονότι τῆς κινήσεως διάστημα, ὅπερ λαμβάνεται ἐκ τοῦ διαστήματος ἐφ’ οὗ κινεῖται. οὐκ ἂν δὲ ἦν τὸ αὐτὸ διάστημα τῆς κινήσεως καὶ θᾶττόν τι καὶ βραδύτερον κινεῖσθαι,3 εἰ μὴ διαιρετὸν ἦν καὶ τὸ τῆς κινήσεως μέγεθος. τὰ οὖν τρία μεγέθη, τό τε τῆς κινήσεως καὶ τοῦ χρόνου καὶ τοῦ μήκους ἐφ’ οὗ ἡ κίνησις, ὁμοίως ὄντα συνεχῆ καὶ διαιρετὰ εἰς ἀεὶ διαιρετὰ ἐξ ἀλλήλων δείκνυται. ἀνάγκη γὰρ ἑνὸς ὄντος διαιρετοῦ καὶ τὰ λοιπὰ διαιρεῖσθαι· τοῦ γὰρ μήκους διαιρετοῦ ὄντος ἀνάγκη καὶ τὴν ἐπ’ αὐτοῦ κίνησιν διαιρετὴν εἶναι, καὶ τὸν μετροῦντα αὐτὴν χρόνον, καὶ τῆς κινήσεως διαιρετῆς οὔσης καὶ τὸ μῆκος ἐφ’ οὗ γίνεται καὶ τὸν μετροῦντα αὐτὴν χρόνον ἀνάγκη διαιρετὰ εἶναι, καὶ τοῦ χρόνου διαιρετοῦ ὄντος τήν τε κίνησιν τὴν ὑπ’ αὐτοῦ μετρουμένην ἀνάγκη διαιρετὴν εἶναι καὶ τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις. ὡς γὰρ τὸ ἐφ’ οὗ ἡ κίνησις διαιρούμενον διαιρεῖ τὴν κίνησιν, οὕτως καὶ ἡ κίνησις τὸ μῆκος ἐφ’ οὗ γίνεται.

在此处,也很可能有人指责这一证明既是循环论证,又是在用自身证明自身,如果确实由于每一种大小皆可分割为诸大小,他就证明更快者在相等时间内运动较大者,在较少时间内运动较多者,在较少时间内运动相等者;并且由此出发,证明时间永远可分,再由此出发,证明大小也是如此这般。因为他将显得在说:既然大小永远可分,时间也永远可分;并且既然时间[可分],大小也[可分];简而言之:既然大小永远可分,大小便永远可分。但必须说明,首先,即使不预先假定每一种大小皆可分割为诸大小,他也从更快者的定义以及[项的]设定出发证明了眼前的论点;其次,他现在是在首要意义上证明时间可分,而大小是随之被一同证明的。第三,又必须说明,亚里士多德通过这样的证明表明了:由于大小和时间同质地是连续的,它们以这种方式互为证明,以至于显出互为无限分割的原因。然而整个论证的脉络也许是这样的:在先前根据运动者的匀速运动证明了大小、运动和时间都不是由不可分部分构成的,而是连续的且可分割为永远可分之物之后,他又提议从运动较快者和较慢者出发证明这同一件事,首先他以这种方式潜能地简要证明它,说如果并非每一种大小(无论是时间的、长度的还是运动的大小)皆可分割为诸大小,那么较快者和较慢者就不会具有我们在定义它们时所说的那种性质,即称较快者为在相等时间内运动较大者并在较少时间内运动较多者。但既然诸大小是可分的,由于这个原因,分割它们的事物,即较快者和较慢者,也就存在,较快者是时间的[分割者],而较慢者是长度的[分割者]。而这一确信可以说是从关系概念得出的。因为,既然较快者和较慢者既在存在物之中存在,又是时间和大小的分割者这一事实是明白显见的,[……]因为如果分割者存在,可分者必然存在。而分割者存在,因此可分者也存在,正如已经被证明的那样。随后,在通过[项的]设定确立了较快者和较慢者确实具有所说的那种性质之后,他便将它们用于时间和长度的分割,通过设定指明无限分割的方式。 还应当注意的是,他现在是通过运动而指明时间和大小是可分的;因为较快和较慢是运动的差异,因为凡运动者皆能够既较快又较慢地运动,正如他自己所说——显然是在运动的同一间距上,这间距是从其所运动于其上的间距中取得的。但如果运动的大小也不是可分的,某种事物就不可能在运动的同一间距上既较快又较慢地运动。因此,这三种大小,即运动的大小、时间的大小以及运动发生于其上的长度的大小,既然同样是连续的且可分割为永远可分之物,便互为证明。因为只要其中之一是可分的,其余各项也必然被分割;因为在长度可分时,其上的运动以及度量该运动的时间也必然是可分的;在运动可分时,其发生于其上的长度以及度量该运动的时间也必然是可分的;而在时间可分时,被其度量的运动以及运动发生于其上的大小也必然是可分的。因为正如运动发生于其上的事物在被分割时分割了运动,运动同样也分割了其发生于其上的长度。

语法注3 条
  1. 6.9συνελόντι

    判断者与格(关系与格)分词短语,构成习惯性的副词用法,意为“简而言之”或“概括而言”。

  2. 6.9μήποτε δὲ τοιαύτη τίς ἐστιν ἡ τοῦ ὅλου λόγου ἀγωγή

    μήποτε 在此用作表达委婉断定(“或许”、“大概”)的副词,与直说式现在时 ἐστιν 连用,引出对整个论证脉络的梳理。

  3. 6.9οὐκ ἂν δὲ ἦν τὸ αὐτὸ διάστημα τῆς κινήσεως καὶ θᾶττόν τι καὶ βραδύτερον κινεῖσθαι

    οὐκ ἂν ἦν 构成与事实相反的假定(“……是不可能的”),主语/补足语为不定式短语。不定式 κινεῖσθαι 的逻辑主语是不定代词宾格 τι,而 τὸ αὐτὸ διάστημα 则作为修饰 κινεῖσθαι 的内宾格或表示范围的副词性宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:944.1-945.22