- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:942.28-943.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德如何依据连续体的定义,通过字母记号(Α、Β、ΓΔ、ΖΗ等)进行交替分割的论证,证明时间和大小是无限可分且连续的。
καὶ ἀφορίζεται τὸ συνεχὲς ὅτι τὸ διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά.1 καὶ λοιπὸν ἐπάγει ὅτι τοιούτου ὄντος τοῦ συνεχοῦς ἀνάγκη τὸν χρόνον συνεχῆ εἶναι, εἴπερ ἐν παντὶ χρόνῳ ἔστι κίνησις θάττων καὶ βραδυτέρα. καὶ δείκνυσιν ὅτι ἀεὶ διαιρεῖται καὶ ὁ χρόνος καὶ τὸ μέγεθος, καὶ ὑπὸ μὲν τοῦ θάττονος διαιρεῖται ὁ χρόνος, ὑπὸ δὲ τοῦ βραδυτέρου τὸ μέγεθος. λαβὼν γὰρ προωμολογημένα, ὅτι τὸ θᾶττον τοῦ βραδυτέρου τὸ ἴσον διάστημα ἐν ἐλάττονι χρόνῳ δίεισι, τὸ δὲ βραδύτερον τοῦ θάττονος ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον διάστημα, καὶ ἐκθέμενος πάλιν θᾶττον μὲν κινούμενον τὸ Α, βραδύτερον δὲ τὸ Β, μέγεθος δὲ ὃ κινεῖται τὸ βραδύτερον ἐν τῷ ΖΗ χρόνῳ τὸ ΓΔ, λέγει ὅτι τὸ θᾶττον κινούμενον ἐν ἐλάττονι τοῦ ΖΗ χρόνου κινηθήσεται τὴν ΓΔ. καὶ ἔστω οὗτος ὁ ΖΘ. ἐπεὶ οὖν τὸ θᾶττον ἐν τῷ ΖΘ χρόνῳ διελήλυθε τὴν ΓΔ, δῆλον ὡς τὸ βραδύτερον ἐν τῷ αὐτῷ χρόνῳ ἔλαττον διελεύσεται διὰ τὸ ἐν παντὶ μὲν χρόνῳ κίνησιν γίνεσθαι, δύνασθαι δὲ ἐφ’ οὗ τὸ θᾶττον κινεῖται, ἐπὶ τούτου καὶ τὸ βραδύτερον κινεῖσθαι. ἔστω οὖν ὃ διελήλυθε τὸ Β τὸ βραδύτερον ἐν τῷ ΖΘ χρόνῳ, τὸ ΓΚ μέγεθος. πάλιν δὲ ἐπεὶ τὸ βραδύτερον ἐν τῷ ΖΘ χρόνῳ διελήλυθεν τὸ ΓΚ μέγεθος, τὸ θᾶττον ἐν ἐλάττονι αὐτὸ διελεύσεται· διαιρεθήσεται οὖν πάλιν ὁ ΖΘ χρόνος· ἀλλ’ ἐν ᾧ πάλιν χρόνῳ τὸ θᾶττον διελήλυθε τὸ ΓΚ μέγεθος, ἐν τούτῳ τὸ βραδύτερον ἔλαττον πάλιν τοῦ ΓΚ μεγέθους διελεύσεται. καὶ οὕτως ἀεὶ ὁ μὲν χρόνος ὑπὸ τοῦ θάττονος διαιρεθήσεται, τὸ δὲ μέγεθος ὑπὸ τοῦ βραδυτέρου διὰ τὸ ἐν παντὶ χρόνῳ κίνησιν γίνεσθαι, καὶ πᾶσαν κίνησιν δύνασθαι καὶ θάττω γενέσθαι καὶ βραδυτέραν· τούτοις γὰρ κειμένοις ἐξ ἀνάγκης ἕπεται τὰ δεδειγμένα, δι’ ὧν δῆλον τὸ πάντα χρόνον εἶναι διαιρετόν· ἐν παντὶ γὰρ τῷ ληφθέντι τὸ βραδύτερον κινούμενον διεξιόν τι μέγεθος ἔσται,2 ὃ τὸ θᾶττον κινούμενον ἐν ἐλάττονι χρόνῳ δίεισιν, ἐν ᾧ χρόνῳ τὸ βραδύτερον κινούμενον ἔλαττον μέγεθος δίεισι. καὶ οὕτως ἀεὶ ἀντιστρεφομένων τοῦ θάττονος καὶ τοῦ βραδυτέρου, ὑπὸ μὲν τοῦ θάττονος ὁ χρόνος διαιρεῖται ἐπ’ ἄπειρον, ὑπὸ δὲ τοῦ βραδυτέρου τὸ μέγεθος. ἀντιστροφὴν δὲ νῦν ἤτοι τὴν μετάληψιν λέγει τὴν ἀπὸ τοῦ θάττονος ἐπὶ τὸ βραδύτερον3 καὶ ἀπὸ τοῦ βραδυτέρου ἐπὶ τὸ θᾶττον, ἢ καὶ ἀντιστροφὴν ἔστι λαβεῖν τοιαύτην· εἰ τὸ θᾶττον διαιρεῖ τὸν χρόνον, καὶ τὸ βραδύτερον τὸ μέγεθος, καὶ εἰ τὸ βραδύτερον τὸ μέγεθος, καὶ τὸ θᾶττον τὸν χρόνον. δέδεικται δὲ ταῦτα ἀπ’ ἐκείνων τῶν προδεδειγμένων, τοῦ τε τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ τὸ ἴσον κινεῖσθαι, καὶ τοῦ τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἔλαττον. εἰκότως δὲ περὶ τοῦ χρόνου δείξας, ἐπήγαγεν ὅτι ἐκ τῶν εἰρημένων δῆλον γέγονεν, ὅτι ἅμα καὶ τὸ μέγεθος συνεχές ἐστι, ταὐτὸν δὲ εἰπεῖν ἐπ’ ἄπειρον διαιρετόν, διότι τὰς αὐτὰς καὶ ἰσαρίθμους διαιρέσεις ὅ τε χρόνος διαιρεῖται καὶ τὸ μέγεθος.
并且[亚里士多德]将连续体定义为可分割为永远可分之物者。接着他推论道,在连续体是如此这般的情况下,如果确实在每一时间中都有较快和较慢的运动,那么时间必然是连续的。并且他证明:时间和大小都永远被分割,时间被更快者所分割,而大小被更慢者所分割。因为在预先假定了已被同意的论点,即更快者比更慢者在较少时间内走过相等的间距,而更慢者比更快者在相等时间内[走过]较少的间距之后,并且再次设定更快运动者为Α,更慢者为Β,更慢者在时间ΖΗ内所运动的大小为ΓΔ,他说更快运动者将在少于时间ΖΗ内运动ΓΔ。设这[时间]为ΖΘ。既然更快者在时间ΖΘ内走完了ΓΔ,显而易见,更慢者在相同时间内将走过较少者,因为在每一时间中都有运动发生,并且在更快者运动于其上的事物上,更慢者也能够运动。因此设更慢者Β在时间ΖΘ内所走完的大小为ΓΚ。再次,既然更慢者在时间ΖΘ内走完了大小ΓΚ,更快者将在较少[时间]内走完它;因此时间ΖΘ将再次被分割。但再次,在更快者走完大小ΓΚ的时间内,在这[时间]内更慢者将再次走过少于大小ΓΚ者。并且如此这般,时间将永远被更快者所分割,而大小被更慢者所分割,因为在每一时间中都有运动发生,且一切运动皆能变得既较快又较慢;因为在这些成立的前提下,被证明的事项必然随之而来,通过这些事项,显而易见所有时间都是可分的。因为在被选取的任何[时间]内,运动较慢者都将处于走过某一大小的状态,运动较快者将在较少时间内走过这[大小],而在该时间内运动较慢者又走过较小的大小。并且随着更快者与更慢者如此永远交替,时间被更快者无限地分割,而大小被更慢者[无限地分割]。在这里他所说的“交替”,或者是指从更快者到更慢者以及从更慢者到更快者的转换,或者也可以理解为这样的交替:如果更快者分割时间,更慢者也[分割]大小;如果更慢者[分割]大小,更快者也[分割]时间。而这些是从先前证明过的那些论点中证明出来的,既从更快者在较少时间内运动相等者,也从更慢者在相等时间内[运动]较少者中得证。而他在证明了关于时间的事情之后,合理地进而指出:从所说的事情中已经清楚地表明,大小同时也同样是连续的,换言之即无限可分的,因为时间和大小都以完全相同且数量相等的分割而被分割。
- 6.9ἀφορίζεται τὸ συνεχὲς ὅτι τὸ διαιρετόν ἐστιν εἰς ἀεὶ διαιρετά
由动词 ἀφορίζεται(定义)引导的 ὅτι 从句表达了定义的命题内容(即“连续体是可分割为永远可分之物者”),作为宾语 τὸ συνεχές 的补足说明。
- 6.9ἐν παντὶ γὰρ τῷ ληφθέντι τὸ βραδύτερον κινούμενον διεξιόν τι μέγεθος ἔσται
在 τῷ ληφθέντι 中,阳性单数与格分词根据上下文省略了名词 χρόνῳ(“在被选取的任何[时间]内”)。而 διεξιόν … ἔσται 是迂回将来时结构(将来时动词 ἔσται + 现在分词 διεξιόν),表示进行或持续的状态(“将处于走过的状态”)。
- 6.9ἀντιστροφὴν δὲ νῦν ἤτοι τὴν μετάληψιν λέγει τὴν ἀπὸ τοῦ θάττονος ἐπὶ τὸ βραδύτερον
注释者在此用 ἤτοι … ἤ 并列提出了对术语 ἀντιστροφή(交替/换位)的两种理解:第一种是指论证步骤中从较快者到较慢者以及相反方向的轮流转换(μετάληψις);第二种是条件句的互蕴关系(“若较快者分割时间,则较慢者分割大小,反之亦然”)。
