- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:941.8-942.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德通过运动的快慢来证明时间和大小的连续性与无限可分性之际,辛普里丘探讨了亚历山大关于天体匀速运动提出的疑难及其解决方案,并引述了欧德谟的见解。
" Ἐπεὶ δὲ πᾶσα μὲν κίνησις ἐν χρόνῳ ἕως τοῦ καὶ τὰς ἴσας διαιρέσεις ὅ τε χρόνος καὶ τὸ μέγεθος διαιρεῖται." Δείξας, ὅτι τὸ θᾶττον τὸ ἴσον διάστημα ἐν ἐλάττονι χρόνῳ κινεῖται καὶ τὸ βραδύτερον ἐν τῷ ἴσῳ ἔλαττον, τούτοις προσχρώμενος δείκνυσιν, ὅτι ὁ χρόνος οὐ σύγκειται ἐκ τῶν νῦν ὄντων ἀμερῶν, ἀλλ’ ἔστι συνεχής τε καὶ διαιρετὸς εἰς ἀεὶ διαιρετά, ὁμοίως δὲ καὶ τὸ μέγεθος, καὶ τὸ μὲν θᾶττον διαιρεῖ τὸν χρόνον, τὸ δὲ βραδύτερον τὸ μέγεθος. ἵνα δὲ μή τις εἴπῃ, ὅτι οὐ πᾶσα κίνησις ἐν χρόνῳ οὐδὲ ἐν πάσῃ κινήσει τὸ θᾶττον καὶ τὸ βραδύτερον, εἰ δὲ τοῦτο, οὐ πᾶς χρόνος ὑπὸ τοῦ θάττονος διαιρεθήσεται, ὑπομιμνῄσκει τούτων ὡς ἐν τοῖς πρόσθεν δεδειγμένων τε καὶ ὡμολογημένων, ὅτι πᾶσα κίνησις ἐν χρόνῳ γίνεται καὶ ἐν παντὶ χρόνῳ κίνησις, εἴπερ ὁ χρόνος κινήσεώς τι ὢν ἐδείχθη· ὥστε ὅπου κίνησις, καὶ χρόνος, καὶ ἔνθα χρόνος, ἐκεῖ καὶ κίνησις. ἐπὶ τούτῳ προσλαμβάνει τὸ πᾶν τὸ κινούμενον δύνασθαι καὶ θᾶττον κινεῖσθαι καὶ βραδύτερον καὶ ἀπορεῖ καλῶς ὁ Ἀλέξανδρος, πῶς ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀληθὲς ὁμαλῶς κινουμένου τὸ θᾶττον καὶ βραδύτερον κινεῖσθαι. καὶ τὴν μὲν πρώτην λύει μαλθακῶς, ὡς οἶμαι, λέγων μὴ εἰρηκέναι τὸν Ἀριστοτέλη τὸ αὐτὸ θᾶττον καὶ βραδύτερον κινεῖσθαι, ἀλλὰ δύνασθαι κινεῖσθαι, ὅ φησι καὶ τῷ κυκλοφορητικῷ ὑπάρχειν διὰ τὸ κατ’ οἰκείαν βούλησιν οὕτω κινεῖσθαι, καὶ μὴ κατηναγκασμένως μηδὲ ὡς κεκωλῦσθαι ὑπό τινος τὸ καὶ ἄλλως κινεῖσθαι. “οὐδὲ γὰρ οἱ ἀγαθοί, φησί, τὰ ἀγαθὰ κατὰ ἀνάγκην πράττουσιν, εἰ καὶ ἀεὶ αὐτὰ πράττουσιν, ἀλλ’ ἔχουσι καὶ τῶν ἀντικειμένων δύναμιν.” ἐχρῆν δὲ οἶμαι ἐννοεῖν1 πρῶτον μέν, ὅτι οἱ ἀγαθοὶ ἄνθρωποι δύναμιν ἔχειν λέγονται τοῦ ἐναντίου, ὅτι ποτὲ καὶ ἐνεργοῦσι κατ’ αὐτό, τὰ δὲ οὐράνια καὶ ἀίδια ὄντα πῶς ἂν ἔχοι δύναμιν μηδέποτε ἐκβαίνουσαν εἰς ἐνέργειαν; ἔπειτα ὅτι διττή τίς ἐστιν ἡ ἀνάγκη, ἡ μὲν θειοτέρα, καθ’ ἣν ἀνάγκη τὸν θεὸν ἀγαθὸν εἶναι καὶ τὰς ἀχράντους ψυχὰς μηδέποτε κακύνεσθαι, ἡ δὲ βίαιος, καθ’ ἣν ἀναγκάζονται καὶ οἱ κακοὶ ὑπὸ τῶν νόμων μὴ ἁμαρτάνειν· καὶ ἡ δύναμις διττή, ἡ μὲν τελεία, ἡ δὲ ἀτελής, καὶ δυνάμει μᾶλλον. τὰ οὖν οὐράνια καὶ ἀνάγκην ἔχει τὴν θειοτέραν ἀεὶ ὡσαύτως κινεῖσθαι καὶ βούλησιν ἐν τῷ ἀγαθῷ ὡρισμένην καὶ τελεωτάτην καὶ τῆς ἀμφιβόλου δυνάμεως καθαρεύουσαν· οὐ γὰρ ὁμοίως ἔχουσιν αἱ θεῖαι ψυχαὶ ταῖς ἀνθρωπίναις τὸ ἀγαθόν, ἀλλ’ αἱ μὲν πεπερασμένον καὶ μεταβάλλον ποτὲ εἰς τοὐναντίον, αἱ δὲ ἀπειροδύναμον καὶ ἀεὶ ἐν ταὐτότητι ἱδρυμένον. ἐφεξῆς δὲ λύει καλῶς δυνάμει, λέγων ὅτι ἡ κίνησις διάστημα ἔχει τὸ αὐτὸ τῷ μεγέθει, ἐφ’ οὗ γίνεται. τὸ οὖν διάστημα τῆς κινήσεως τῆς ἐπὶ σταδίου ἢ ἐπὶ μιᾶς μοίρας τοῦ ζῳδιακοῦ γινομένης δύναται καὶ τὸ θᾶττον κινούμενον διανύσαι καὶ τὸ βραδύτερον, ἀλλὰ τὸ μὲν ἐν ἐλάττονι χρόνῳ, τὸ δὲ ἐν πλείονι. καὶ παράγει καὶ τὸν Εὔδημον ἐν τῷ τετάρτῳ τῶν Φυσικῶν οὕτως ἀποδεικνύντα τὸ εἰρημένον· λέγει γὰρ καὶ αὐτός· “ἐπεὶ δὲ τὸ κινούμενον πᾶν ἐν χρόνῳ, καὶ ἐν παντὶ χρόνῳ ἐστὶ κίνησις, κινήσει δὲ πάσῃ τάχος καὶ βραδυτὴς ἕπεται, μερίζεσθαι πάντα ἀναγκαῖον τὰ εἰρημένα. ἔστι γὰρ κατὰ τοῦ αὐτοῦ μεγέθους καὶ θᾶττόν τι καὶ βραδύτερον κινούμενον λαβεῖν, εἰ καὶ μὴ τὸ αὐτὸ ποτὲ μὲν θᾶττον ποτὲ δὲ βραδύτερον οἷόν τε κινηθῆναι”. Λαβὼν δὲ διὰ τοῦ ἐν παντὶ χρόνῳ κίνησιν γίνεσθαι καὶ πᾶσαν κίνησιν τὸ θᾶττον ἔχειν καὶ βραδύτερον τὸ ἐν παντὶ χρόνῳ γίνεσθαι κίνησιν θάττω καὶ βραδυτέραν ἐπάγει2 ὅτι τούτων ὄντων ἀνάγκη καὶ τὸν χρόνον συνεχῆ εἶναι.
“既然一切运动都在时间中”直至“并且时间和大小都被以相等的分割来分割”。 在证明了更快者在较少时间内运动相等的间距,而更慢者在相等[的时间]内[运动]较少之后,[亚里士多德]附加利用这些论点证明:时间并非由无部分的“现在”所构成,而是连续的,且可分割为永远可分之物;大小同样也是如此;并且更快者分割时间,而更慢者分割大小。但为了免得有人说并非一切运动都在时间中,也并非在一切运动中都有更快者与更慢者——若如此,则并非所有时间都将被更快者所分割——他提醒人们注意这些在前面已被证明且取得一致意见的事情:即一切运动都在时间中发生,并且在每一时间中都有运动,如果时间确实被证明是运动的某种东西;从而运动所在之处,时间亦在;时间所在之处,运动亦在那里。在此之上,他进一步假定:凡被运动者皆能运动得更快也能运动得更慢;亚历山大合理地提出了疑难:对于等速运动的旋转天体而言,更快与更慢地运动何以是真实的?然而我认为,他以第一种方式所作的消解是软弱无力的;他说亚里士多德并没有说同一事物运动得更快和更慢,而是说它“能够”运动,他说这也属于旋转天体,因为它是出于自身的意愿而如此运动,并非出于被迫,也不是由于被某物阻碍而不能以其他方式运动。“因为即便是善人,”他说,“纵使始终行善事,也不是出于必然,而是他们也具有做出相反之事的潜能。”但我认为,首先应当认识到:善人之所以被说成具有做出相反之事的潜能,是因为他们有时也确实照此现实活动;然而天界的永恒之物怎能具有一种绝不走向现实活动的潜能呢?其次,必然性有两种:一种是更神圣的,依照它,神必然是善的,纯洁无瑕的灵魂绝不会变恶;另一种是强迫性的,依照它,恶人也受到法律强迫而不去犯罪。潜能也有两种:一种是完满的,另一种是不完满的且更处于潜在状态。因此,天界事物既具有永远以同样方式运动的更神圣的必然性,也具有在善中被规定、极其完满且绝无两可潜能的意愿;因为神圣灵魂对善的拥有并不类似于人类灵魂:后者拥有有限的、有时会转变为相反者的善,而前者拥有无限力量的、始终确立于同一性之中的善。但在接下来的讨论中,他事实上给出了合理的消解;他说运动具有与它发生于其上的大小相同的间距。因此,对于发生在一斯塔德或黄道带一度之上的运动间距,更快运动者与更慢运动者都能够将其走完,只是前者在较少时间内,后者在较多时间内。他还引述了欧德谟,后者在其《物理学》第四卷中以此方式证明了所说的事情;因为欧德谟自己也说:“既然凡被运动者都在时间中,且在每一时间中都有运动,而速度与迟缓伴随着每一运动,那么所说的一切必然被分割。因为对于同一大小而言,可以取运动较快之物和运动较慢之物,纵使同一事物不可能有时运动得较快有时运动得较慢。”在通过“在每一时间中皆有运动发生”以及“一切运动皆有更快与更慢”,从而假定了“在每一时间中皆有较快与较慢的运动发生”之后,他进而推论道:在这些条件成立的情况下,时间也必然是连续的。
- 6.9ἐχρῆν δὲ οἶμαι ἐννοεῖν
未完成过去时直陈式 ἐχρῆν 表示对于现状未能履行的义务或非现实判断(“本应当认识到,但实际上并未如此”)。该非人称结构统辖不定式 ἐννοεῖν,后者进而以随后的两个 ὅτι 从句(πρῶτον μέν ... ἔπειτα ὅτι ...)作为其宾语。
- 6.9Λαβὼν δὲ διὰ τοῦ ἐν παντὶ χρόνῳ κίνησιν γίνεσθαι καὶ πᾶσαν κίνησιν τὸ θᾶττον ἔχειν καὶ βραδύτερον τὸ ἐν παντὶ χρόνῳ γίνεσθαι κίνησιν θάττω καὶ βραδυτέραν ἐπάγει
该句的主干由分词 λαβών 和主动词 ἐπάγει ὅτι ... 构成。分词 λαβών 的直接宾语是带有中性定冠词的不定式从句 τὸ ἐν παντὶ χρόνῳ γίνεσθαι κίνησιν θάττω καὶ βραδυτέραν(“在每一时间中皆有较快与较慢的运动发生”),而介词短语 διά τοῦ [ἐν παντὶ χρόνῳ κίνησιν γίνεσθαι καὶ πᾶσαν κίνησιν τὸ θᾶττον ἔχειν καὶ βραδύτερον](“通过在每一时间中皆有运动发生且一切运动皆有快慢”)则插在 λαβών 之后,用以说明得出该结论的前提依据。
