- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:939.12-941.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘完成了关于更快者在较少时间内通过较大间距的证明,随后解释了亚里士多德在变换字母的情况下如何证明更快者比更慢者在较少时间内通过相等间距,并给出了基于分割的另一种证明。
καὶ ἔστω ὁ ἐλάττων τοῦ ΖΗ χρόνου χρόνος ὁ ΖΚ· ἀλλὰ μὴν τὸ Β ἔκειτο ἐν τῷ ΖΗ χρόνῳ παντὶ τὴν ΓΕ κεκινημένον, ἥτις ἦν ἐλάττων τῆς ΓΘ· ἐν πλείονι ἄρα χρόνῳ τὸ Β τὴν ἐλάττονα κεκίνηται τῆς ΓΘ, ἣν τὸ Α ἐν ἐλάττονι τοῦ ΖΗ χρόνῳ τῷ ΖΚ κεκίνηται. δέδεικται ἄρα καὶ τὸ δεύτερον, ὅτι τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ μεῖζον δίεισι διάστημα. Καὶ προχείρως δὲ οὕτως ἂν δειχθείη· εἰ γὰρ τὸ θᾶττον ἐν τριπλασίῳ λόγῳ τὸ τάχος ἔχοι πρὸς τὸ βραδύτερον, τοῦ θάττονος τὴν τρίποδα κινουμένου τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ τὴν ποδιαίαν κινηθήσεται, ὥστε τὴν δίποδα τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ κινήσεται μείζονα οὖσαν τῆς ποδιαίας. τοῦτο δὲ ἐκ περιουσίας ἔοικε δεικνύναι ὁ Ἀριστοτέλης πρὸς τὸ λαβεῖν, ὅτι εἰ πλέον ἐν ἐλάττονι κινεῖται τὸ θᾶττον, πολὺ μᾶλλον τὸ ἴσον ἐν τῷ ἐλάττονι κινηθήσεται. τούτῳ γὰρ καὶ προσχρήσεται πρὸς τὴν διαίρεσιν, ὃ τρίτον δείκνυσι καὶ αὐτὸ διὰ τῆς ἐκθέσεως φανερὸν αὐτὸ λέγων ἐκ τῶν ἤδη δεδειγμένων γεγονέναι. καὶ ἦν μὲν δυνατὸν διὰ τῆς αὐτῆς ἐκθέσεως καὶ τοῦτο δειχθῆναι. ἀμείψας δὲ αὐτὸς τὰ στοιχεῖα διὰ τὸ πολυειδῶς οἶμαι γυμνάζειν τοὺς ἐντυγχάνοντας ἀσαφέστερον ἐποίησε τὸν λόγον. λαμβάνει γὰρ ἀντὶ μὲν τοῦ ΓΘ μεγέθους τὸ ΛΜ, ἀντὶ δὲ τοῦ ΓΕ τὸ ΛΞ, χρόνον δὲ τὸν ἐν ᾧ τὸ Α, τουτέστι τὸ θᾶττον κινούμενον τὸ μεῖζον διάστημα κινεῖται, τὸ ΛΜ ἤτοι τὸ ΓΘ τὸν ΠΡ, ὃς ἀνὰ λόγον ἐστὶ τῷ ΖΚ. ἐν ᾧ δὲ τὸ ἔλαττον τοῦ ΛΜ διάστημα κινεῖται τὸ ΛΞ ἤτοι τὸ ΓΕ τὸν ΠΣ1 ἐλάττονα δηλονότι ὄντα τοῦ ΠΡ ἤτοι τοῦ ΖΚ. λαμβάνει δὲ καὶ τὸν ΠΧ χρόνον, ἐν ᾧ τὸ Β τὸ βραδύτερον ἔκειτο κεκινῆσθαι τὴν ΓΕ, ἣν νῦν ΛΞ εἶπεν. οὗτος δὲ ἦν ὁ ΖΗ μείζων τοῦ ΠΡ, εἴ γε ὁ ΠΡ ἀνὰ λόγον ἐστὶ τῷ ΖΚ. ἐπὶ τοιαύτῃ τοίνυν ἐκθέσει λέγει, ὅτι ἐπειδὴ δέδεικται τὸ θᾶττον τὴν μείζω, τουτέστι τὴν ΛΜ ἤτοι τὴν ΓΘ, ἐν ἐλάττονι χρόνῳ τῷ ΠΡ ἤτοι τῷ ΖΚ διιέναι, ἣν τὸ βραδύτερον ἐν τῷ μείζονι διῄει τῷ ΖΗ, αὐτὸ δὲ καθ’ αὑτὸ τὸ θᾶττον λαμβανόμενον ἰσοταχῶς κινούμενον ἐν πλείονι χρόνῳ τὴν μείζω τῆς ἐλάττονος δίεισιν οἷον τὴν ΛΜ τῆς ΛΞ, πλείων ἂν εἴη χρόνος ὁ ΠΡ, ἐν ᾧ τὴν ΛΜ διέρχεται, ἢ ὁ ΠΣ, ἐν ᾧ τὴν ΛΞ. εἰ οὖν τὴν ΛΞ τὸ μὲν βραδύτερον διέρχεται ἐν τῷ ΠΧ χρόνῳ, τὸ δὲ θᾶττον ἐν τῷ ΠΣ, ὁ δὲ ΠΣ ἐλάττων τοῦ ΠΡ, καὶ ὁ ΠΡ ἐλάττων τοῦ ΠΧ, τὸ δὲ τοῦ ἐλάττονος ἔλαττον καὶ αὐτὸ ἔτι μᾶλλον ἔλαττον, δῆλον ὅτι τὸ θᾶττον ἐν ἐλάττονι χρόνῳ δίεισι τὸ αὐτὸ τὸ ΛΜ, τουτέστι τὸ ἴσον, ἤπερ τὸ βραδύτερον. Τοῦτο δὲ τὸ τὸ θᾶττον κινούμενον τοῦ βραδυτέρου ἐν ἐλάττονι χρόνῳ τὸ ἴσον διάστημα κινεῖσθαι2 καὶ ἄλλως δείκνυσιν ἐκ διαιρέσεως οὕτως· εἰ πᾶν τὸ ἴσον διάστημά τινι κινούμενον ἢ ἐν ἴσῳ χρόνῳ κινεῖται ἢ ἐν πλείονι ἢ ἐν ἐλάττονι καὶ παρὰ ταῦτα οὐκ ἔστι, καὶ τὸ θᾶττον ἄρα ἴσον διάστημα τῷ βραδυτέρῳ κινούμενον ἢ ἐν πλείονι χρόνῳ κινηθήσεται ἢ ἐν ἴσῳ ἢ ἐν ἐλάττονι· ἀλλὰ τὸ μὲν ἐν πλείονι χρόνῳ κινούμενον τὸ ἴσον ἢ τὸ αὐτὸ διάστημα βραδύτερον (οὗτος γὰρ τοῦ βραδυτέρου ὁρισμός), τὸ δὲ ἐν ἴσῳ ἰσοταχές, τὸ δὲ θᾶττον οὔτε ἰσοταχές ἐστιν ἐκείνῳ, οὗ ἐστι θᾶττον, οὔτε ἔτι μᾶλλον βραδύτερον· ὥστε οὔτε ἐν ἴσῳ χρόνῳ οὔτε ἐν πλείονι τὴν ἴσην δίεισιν· ἐν ἐλάττονι ἄρα. χρὴ δὲ καὶ τοὺς τοῦ βραδύτερον κινουμένου ὁρισμοὺς ἀπὸ τοῦ θάττονος μετάγειν, ἐπειδὴ καὶ ὁ Ἀριστοτέλης οὐ μόνον τῷ τοῦ θάττονος ὁρισμῷ χρῆται, ἀλλὰ καὶ τῷ τοῦ βραδυτέρου. εἰ οὖν θᾶττον τὸ ἐν ἴσῳ χρόνῳ πλέον κινούμενον, βράδιον τὸ ἐν ἴσῳ χρόνῳ ἔλαττον· καὶ εἰ θᾶττον τὸ ἐν ἐλάττονι χρόνῳ πλέον κινούμενον διάστημα, βράδιον τὸ ἐν πλείονι χρόνῳ ἔλαττον· ὁμοίως εἰ θᾶττον τὸ ἐν ἐλάττονι χρόνῳ ἴσον κινούμενον διάστημα, βράδιον τὸ ἐν πλείονι χρόνῳ ἴσον κινούμενον.
令小于时间 ΖΗ 的时间为 ΖΚ。然而,Β 原本被设定为在整个时间 ΖΗ 内运动了 ΓΕ,而它小于 ΓΘ;因此,Β 在较多的时间内运动了小于 ΓΘ 的量,而 Α 在小于时间 ΖΗ 的时间 ΖΚ 内运动了 ΓΘ。因此,第二点也已被证明:即更快者在较少的时间内通过较大的间距。 这也可以轻而易举地如下证明:因为如果更快者相对于更慢者的速度成三倍比,那么在更快者运动三步时,更慢者将在相等的时间内运动一步,从而更快者将在较少的时间内运动大于一步的两步。亚里士多德似乎是多余地证明这一点的,以便确立:如果更快者在较少[的时间]内运动较多,那么它就更将在较少[的时间]内运动相等的东西。因为他也将进一步利用这一点来进行分割,并且他通过设立项将这一点作为第三个命题加以证明,说它根据已经证明的诸命题已变得显而易见。原本通过同样的设立项也是可能证明这一点的。但他自己更换了字母,我想是为了以多种方式训练读者,却使得论述变得较为晦涩。因为他取大小 ΛΜ 代替 ΓΘ,取 ΛΞ 代替 ΓΕ;并取时间 ΠΡ(它与 ΖΚ 成比例)作为更快运动者 Α 运动较大间距 ΛΜ(即 ΓΘ)的时间。而作为它运动小于 ΛΜ 的间距 ΛΞ(即 ΓΕ)的时间,[他取]ΠΣ,它显然小于 ΠΡ(即 ΖΚ)。他还取时间 ΠΧ,在此时间内,更慢者 Β 原本被设定为运动了 ΓΕ(他现在称之为 ΛΞ)。而这就是 ΖΗ,既然 ΠΡ 与 ΖΚ 成比例,它就大于 ΠΡ。因此,在这样的设立项的基础上,他说:既然已经证明,更快者在较少的时间 ΠΡ(即 ΖΚ)内通过了较大的[大小]即 ΛΜ(或 ΓΘ),而更慢者是在较多的时间 ΖΗ 内通过它的;并且更快者本身若被视为等速运动,它在较多的时间内通过较大者而非较小者(例如通过 ΛΜ 而非 ΛΞ),那么它通过 ΛΜ 的时间 ΠΡ 将多于它通过 ΛΞ 的时间 ΠΣ。因此,如果更慢者在时间 ΠΧ 内通过 ΛΞ,而更快者在时间 ΠΣ 内通过它,并且 ΠΣ 小于 ΠΡ,ΠΡ 小于 ΠΧ,而小于较小者本身则更为较小,那么显而易见的是,更快者比更慢者在较少的时间内通过相同的[大小]ΛΜ,即相等的东西。 关于更快运动者比更慢者在较少的时间内运动相等的间距这一点,他也通过分割以另一种方式如下证明:如果每一个运动与某物相等间距的东西,要么在相等的时间内运动,要么在较多[的时间]内,要么在较少[的时间]内,此外别无其他可能,那么更快者运动与更慢者相等的间距,也将要么在较多的时间内运动,要么在相等[的时间]内,要么在较少[的时间]内。但在较多的时间内运动相等或相同间距的东西是更慢的(因为这是更慢者的定义),而在相等[的时间]内运动的是等速的,但更快者既不与它所快于的那个东西等速,更不是更慢的;从而它既不在相等的时间内也不在较多[的时间]内通过相等的[间距];因此是在较少[的时间]内。而且还必须根据更快者来转换更慢运动者的诸定义,因为亚里士多德不仅使用了更快者的定义,也使用了更慢者的定义。因此,如果在相等的时间内运动较多的是更快者,那么在相等的时间内运动较少的就是更慢者;如果是在较少的时间内运动较大间距的是更快者,那么在较多的时间内运动较少的就是更慢者;同样,如果在较少的时间内运动相等间距的是更快者,那么在较多的时间内运动相等[间距]的就是更慢者。
- 6.8ἐν ᾧ δὲ τὸ ἔλαττον τοῦ ΛΜ διάστημα κινεῖται τὸ ΛΞ ἤτοι τὸ ΓΕ τὸν ΠΣ
承接前句的主动词 λαμβάνει 而形成的省略结构。其句法骨架为[λαμβάνει δὲ]χρόνον τὸν ΠΣ, ἐν ᾧ ... κινεῖται,关系代词从句(ἐν ᾧ ...)前置,其所修饰的宾格宾语 τὸν ΠΣ 则后置于句末。
- 6.8Τοῦτο δὲ τὸ τὸ θᾶττον κινούμενον τοῦ βραδυτέρου ἐν ἐλάττονι χρόνῳ τὸ ἴσον διάστημα κινεῖσθαι
两个中性冠词 τὸ 连续出现的重叠结构。第一个 τὸ 将整个不定式短语(τὸ θᾶττον ... κινεῖσθαι)名词化,使其与指示代词 Τοῦτο 同格;第二个 τὸ 则是限定分词短语 τὸ θᾶττον κινούμενον(即不定式 κινεῖσθαι 的逻辑主语)的定冠词。
