- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:92.15-94.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在解释了对立规定在潜能上能够共存之后,辛普利丘引述了波菲利的新颖解读,即亚里士多德提出关于一与多(主体与偶性、整体与部分、类与种)的难题是为了维护其范畴论(存在者的十种意义)。
οὐδὲ γὰρ τὰ ἀντικείμενα ἀλλήλοις ἐστί, διότι οὐκ ἐπὶ τοῦ αὐτοῦ, καὶ διὰ τοῦτο δύναται συνυπάρχειν. ἀντίκειται γὰρ τὰ τῷ αὐτῷ ἢ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ ἄμφω ὑπάρχοντα, ὡς ὅταν τις τὸν Σωκράτην ἐν τῷ αὐτῷ χρόνῳ ἕνα δάκτυλον καὶ πλείονας λέγῃ ἔχειν. ἐν ἄλλῳ γὰρ καὶ ἄλλῳ χρόνῳ κατὰ τὸ αὐτὸ μόριον οὐδὲν ἄτοπον τὸ ἓν καὶ πολλὰ συνίστασθαι, οὐδὲ ἐν τῷ αὐτῷ χρόνῳ κατ’ ἄλλο καὶ ἄλλο μόριον. τὰ μέντοι δυνάμει καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ κατὰ τὸ αὐτὸ δύναται συνίστασθαι. ὁ γὰρ ἐνεργείᾳ ἄπαις δυνάμει καὶ ἓν καὶ πολλὰ τέκνα ἔχειν λέγοιτο ἄν· διὸ οὔτε τῷ ἐνεργείᾳ ἑνὶ ἀντίκειται οὔτε ἀλλήλοις· διὸ καὶ συνυπάρχει· εἰ γάρ τι καθεύδει καὶ ἕστηκε δυνάμει, τοῦτο ἐγρηγορέναι καὶ καθῆσθαι δυνάμει λέγοιτο ἄν. τοιαύτη μὲν ἡ κατὰ τὸ πρόχειρον ἔννοια τῆς Ἀριστοτελικῆς λέξεως εἶναι δοκεῖ. τοῦ δὲ Πορφυρίου καινοπρεπῶς αὐτὴν ἐπιδραμόντος, ἄξιον ἂν εἴη μηδὲ τὰ ἐκείνῳ δοκοῦντα παραλιπεῖν, τὰ μὲν συντέμνοντα τῶν λεγομένων, τὰ δὲ ἐπ’ αὐτῆς τῆς λέξεως παρατιθέντα.1 Λέγει τοίνυν ὅτι ‘συμπληρώσας τὰ καθ’ ἕκαστον σημαινόμενον τῶν ἑνὸς προσαγόμενα ἄπορα ἐπάγει ἄλλην ἀπορίαν γενομένην πρὸς ἑαυτόν. ἔφη γὰρ ἄν τις ὅτι ‘ταῦτα προσηπόρησας πολλαχῶς λέγεσθαι τὸ ἓν ὑποθέμενος καὶ πολλαχῶς τὸ ὄν· εἰ δὲ μὴ τοῦτο, ἴσως ἂν τὰ ἄπορα ταῦτα οὐ προσήγαγες.’ πρὸς οὓς ἀπάντησιν βιαίαν ἅμα καὶ μὴ συνεωραμένην τοῖς ἐξηγηταῖς πᾶσι πεποίηται, λέγων ὅτι ἐὰν μὴ δεκαχῶς λέγεσθαι ὑποτεθῇ τὸ ὄν,2 οὐχ οἱ περὶ Παρμενίδην μόνοι καὶ Μέλισσον, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες θορυβήσονται. ἴδωμεν γὰρ τὸ κυρίως ἓν ποδαπὸν ἡμῖν προσπίπτει. ἆρα ὁμοῦ δῆλον ὡς ἁπλοῦν τι καὶ ἀμερὲς καὶ ἀδιαίρετον, καθόσον ἓν ἐπινοεῖται; ὅταν οὖν λέγωσιν ὅτι τὸ ζῷον ἓν μὲν τῷ γένει εἴδει δὲ πολλά, καὶ ὁ ἄνθρωπος εἷς τῷ εἴδει τῷ ἀριθμῷ δὲ πολλά, Σωκράτης τε ἐνεργείᾳ εἷς δυνάμει δὲ καὶ μέρεσι καὶ συμβεβηκόσι πολλά, ἆρα οὐκ ὀνόματι μὲν τὸ ἓν ὀνομάζουσι, τῇ δὲ ἐννοίᾳ τῇ τοῦ ἑνὸς οὐδαμῶς ὁμολογοῦσι; πολὺς γὰρ ὁ ἐπὶ τούτων ὁρώμενος μερισμός, κἂν ἑνικῶς γένος ἢ εἶδος λέγηται, ὥσπερ τὸ πλῆθος αὐτὸ καὶ ἡ ἵππος κἂν ἑνικῶς λέγηται πλῆθος ἐμφαίνει. εἰκότως οὖν ἐπὶ τούτων ἀπορία τις ἦν, οἷον πρῶτον ἐπὶ τῶν ὑποκειμένων καὶ τῶν συμβεβηκότων. εἰ γὰρ Σωκράτης λευκός ἐστι, πῶς τοῦτο ἕν; ἢ γὰρ οὐδέν ἐστι τὸ λευκόν, καὶ οὐδὲν πλέον ἔσται κατηγορεῖν αὐτὸ Σωκράτους· ἢ εἴπερ ἔστι καὶ τὸ λευκόν, διὰ τί οὐ δύο τὸ Σωκράτης λευκός; εἰ γὰρ ὅτι κατηγορεῖται οὐδέν ἐστι, τί μᾶλλον ὅτι Σωκράτης ὑπόκειται οὐδὲν ἔσται; ἑκάτερον γὰρ ἔστιν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνεργείᾳ ἑνὸς δυνάμει δὲ πολλῶν. τί γὰρ δὴ φήσομεν; μηδὲν εἶναι τὰ μέρη; καὶ πῶς οὐχὶ καὶ τὸ ὅλον οὐδέν, ὅτι ἐκ τῶν μερῶν συνέστηκε τὸ ὅλον; ἀλλ’ ἔστι τὰ μέρη· καὶ πῶς ὁ Σωκράτης οὐ πολλά; ἐπί τε τοῦ ὡς γένους καὶ ὡς εἴδους. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καὶ ὁ ἄνθρωπος τῷ Σωκράτει πότερον ὡς οὐδὲν συμβέβηκε; καὶ πῶς τὸ ζῷον τοῦ μὴ ζῴου διαφέρειν φαμὲν καὶ τὸν ἄνθρωπον τοῦ ἵππου; ἀλλ’ ἔστι τὸ ζῷον τί· καὶ πῶς οὐ πολλὰ ὁ ἄνθρωπος καὶ ζῷον ὢν καὶ ἄνθρωπος; διὰ τί δὲ τῷ Σωκράτει ὁ ἄνθρωπος συμβέβηκεν, ἀλλ’ οὐχὶ τῷ ἀνθρώπῳ ὁ Σωκράτης; πολὺς οὖν θόρυβος οὐ πρὸς τοὺς περὶ Παρμενίδην μόνον, ἀλλ’ ἁπλῶς πρὸς πάντας τοὺς συνώνυμον ὑποθεμένους τὸ ὂν καὶ ὡς ἓν μὲν αὐτὸ ὑποτιθεμένους, σῴζειν δὲ μὴ δυναμένους ἐπ’ αὐτοῦ τὴν τοῦ ἑνὸς καθαρὰν πρόληψιν. διὰ ταῦτα δὴ Λυκόφρων μὲν τὸ ἔστιν οὐ συνῆπτεν ὡς δή τινος ἐκ τούτου συμβαίνοντος ἀτόπου· τινὲς δὲ εἰς ῥήματα μετέπλασσον τὰ κατηγορούμενα ἐμφαίνοντες τὸ ἐλάττονα αὐτὰ εἶναι καὶ συμβεβηκότα μᾶλλον. οἱ δὲ ἐκ τῆς Ἐρετρίας μηδὲν κατὰ μηδενὸς κατηγορεῖσθαι λέγουσιν, ἀλλὰ μόνον αὐτό τι καθ’ αὑτοῦ, οἷον ὁ ἄνθρωπος ἄνθρωπος. ἀλλ’ οὐδὲ οἱ πρότεροι οὐδὲ οὗτοι ἐξέφυγον τὴν ζήτησιν. αὐτὸς γὰρ ὁ ἄνθρωπος ἐζητήθη ἄν· ἀλλ’ οὔ φασιν ἄξιον εἶναι ζητεῖν· πολλὰ γάρ, ἐὰν διαιρεθῇ ἐνεργείᾳ· νῦν δὲ εἶναι ἕν.3
因为诸对立规定彼此并不对立,乃由于它们不在同一方面,正因如此它们能够共存。因为所谓对立,是指在现实上两者属于同一事物或在同一方面,正如有人说苏格拉底在同一时间既有一根手指又有较多手指。因为在不同时间依同一部分,一与多的共存并无任何荒谬;在同一时间依不同部分,也并无荒谬。然而,在潜能中的诸事物无论在同一时间还是在同一方面都能够共存。因为现实上无子女的人,在潜能上也可以说既有一个又有多个子女;因此它们既不对立于现实上的一,彼此之间也不对立;所以它们亦能共存;因为如果某物在睡觉且在潜能上站立着,这同一物也可以说在潜能上醒着且坐着。 亚里士多德词句字面上的意思看来就是如此。但既然波菲利以新颖的方式探讨了这一段,不忽略他的观点也将是值得的,[我]将概括所言之事中的一部分,另一些则按其原话引述。于是他说:“在完成了按照‘一’的每种含义所提出的难题之后,他又附加上了针对他自身产生的另一个难题。因为有人可能会说:‘你提出这些额外的难题,是因为假定了“一”有多重含义以及“存在者”有多重含义;如果不是这样,也许你就不会提出这些难题了。’针对这些人,他作出了一个既强有力又为所有注疏家所忽略的回答,说如果不是假定‘存在者’以十种方式述说,不仅巴门尼德和美里梭一派,而且所有其他人都会感到困惑。因为让我们看看,严格意义上的‘一’在我们面前呈现为何种形态。难道只要被构想为一,它不就立刻显明为某种单一、无部分且不可分割的东西吗?因此,当他们说动物在类上是一而在种上是多,人在种上是一而在数上是多,苏格拉底在现实上是一但在潜能、部分与偶性上是多时,难道他们不是在名称上称其为一,却根本不符合‘一’的观念吗?因为在这些事物中所见的分裂是巨大的,即便类或种是以单数述说的,正如‘群众’本身和‘骑兵’即便以单数述说也表现出多数一样。因此合理的是,在这些事物上存在某种难题,例如首先在主体与偶性上。因为如果苏格拉底是白的,这怎能是一?因为要么白什么都不是,而把它述说于苏格拉底将毫无意义;要么若白也是存在的,为什么‘苏格拉底是白的’不是两个事物?因为如果由于它是被述说的它就什么都不是,为什么更〔是这样,而不是〕由于苏格拉底是主体他就将什么都不是呢?因为两者各自都是存在的。同样,对于现实上是一而在潜能上是多的事物也是如此。因为我们究竟要说什么呢?难道说诸部分是不存在的吗?而既然整体由诸部分构成,整体又怎能不也是无呢?但诸部分是存在的;那么苏格拉底怎能不是多呢?在作为类和作为种的事物上亦是如此。因为动物之于人,以及人之于苏格拉底,难道是作为虚无而附属的吗?我们又怎能说动物有别于非动物,人有别于马呢?但动物是某种东西;那么人既是动物又是人,怎能不是多呢?又为什么是人附属于苏格拉底,而不是苏格拉底附属于人呢?因此,不仅对于巴门尼德一派,而且对于一切假定存在者是同名同义并将其假定为一、却无法在其上保全对‘一’的纯粹前见的人,都产生了巨大的困惑。正是因为这些,吕科夫隆不连接‘是’,仿佛由此会产生某种荒谬一样;而另一些人则把受谓述者改造成动词,表明它们是较为次要的东西、更偏向于偶性。厄勒特里亚派的人则主张没有任何东西被用来谓述任何东西,而唯有某物自身述说其自身,例如‘人是人’。但无论前者还是后者都没有逃脱这一追问。因为人本身就会受到追问;但他们声称不值得追问;因为如果在现实中被分割它就是多,而眼下它是一。”
- 1.15ἄξιον ἂν εἴη μηδὲ τὰ ἐκείνῳ δοκοῦντα παραλιπεῖν, τὰ μὲν συντέμνοντα τῶν λεγομένων, τὰ δὲ ἐπ’ αὐτῆς τῆς λέξεως παρατιθέντα
分词 συντέμνοντα 与 παρατιθέντα 并非中性复数(与 τὰ ἐκείνῳ δοκοῦντα 同位),而是阳性单数宾格,修饰不定式 παραλιπεῖν 的逻辑主语(表示说话者自身的 [ἐμέ])。全句结构为:“[我]概括所言之事中的一部分,另一些则按其原话引述,不忽略他的观点也将是值得的。”
- 1.15ἐὰν μὴ δεκαχῶς λέγεσθαι ὑποτεθῇ τὸ ὄν
带有被动虚拟式 ὑποτεθῇ 的条件从句。结合亚里士多德在《范畴篇》中提出的十范畴说,该句引出了波菲利的论点:如果不预设存在者以十种方式述说,所有人都会陷入关于一与多的疑难。
- 1.15πολλὰ γάρ, ἐὰν διαιρεθῇ ἐνεργείᾳ· νῦν δὲ εἶναι ἕν
间接引语中的省略结构。前半句在条件从句 ἐὰν διαιρεθῇ ἐνεργείᾳ 对应的结论从句中省略了动词(ἔσεσθαι 或 ἐστίν);后半句则承接前文动词 φασίν 构成宾格加不定式结构(主语 [αὐτόν] 省略,仅存补足语 ἕν 与不定式 εἶναι)。
