← 辛普里丘

亚里士多德《物理学》注释

§937.23-939.12

快慢的定义与运动的几何论证

辛普里修阐释亚里士多德《物理学》232a23及下文,在探讨亚历山大观点的同时,结合更快与更慢的定义及对不可分者说的批判(提及伊壁鸠鲁学派),通过设立项(ekthesis)论证了更快运动者在相等时间内通过较大大小,并在较少时间内通过较多大小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8#1

" Ἐπεὶ δὲ πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν ἕως τοῦ ἐν ἐλάττονι χρόνῳ διιέναι τὸ θᾶττον." Ὁ μὲν Ἀλέξανδρος “ἐν τούτοις, φησί, μετὰ τὸ δεῖξαι ὅτι, ὡς ἔχει τὸ μέγεθος καὶ ἡ κίνησις πρὸς τὸ ἐξ ἀμερῶν εἶναι ἢ μὴ εἶναι, οὕτως ἔχει καὶ ὁ χρόνος, νῦν δείκνυσιν ὅτι μὴ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν μηδὲ ἐκ τῶν νῦν”. μήποτε δὲ καὶ τοῦτο ἤδη δέδεικται, ὅτε ἔλεγε ‘καὶ ὁ χρόνος διαιρετὸς ἔσται’, τουτέστι πᾶν μόριον χρόνου· χρόνος γὰρ τὸ τοῦ χρόνου μόριον. ἀλλ’, ὡς εἴρηται, μετὰ τὸ ἐκ τῆς ἰσοταχοῦς τοῦ κινουμένου κινήσεως δεῖξαι, καὶ ὅτι διαιρετὰ ἐπ’ ἄπειρόν ἐστιν ὅ τε χρόνος καὶ τὸ μέγεθος καὶ δηλονότι καὶ ἡ κίνησις, καὶ ὅτι ἀνάλογον ἀλλήλοις διαιροῦνται, νῦν ἐκ τοῦ θάττονος καὶ βραδυτέρου τὰ αὐτὰ δείκνυσιν· οὐ γὰρ μόνον ὅτι ὁ χρόνος διαιρετός, ἀλλ’ ὅτι καὶ τὸ μέγεθος. καὶ τοῦτο καὶ αὐτὸς ὁμολογεῖ ὁ Ἀλέξανδρος. καὶ ὁ Ἀριστοτέλης δὲ λέγει πρὸς τῷ τέλει τῆς ῥήσεως ὅτι “διαιρήσει τὸ μὲν θᾶττον τὸν χρόνον, τὸ δὲ βραδύτερον τὸ μῆκος”. προηγουμένως μέντοι τὸν χρόνον ἀποδεικνύναι ἐν τούτοις διαιρετὸν1 καὶ σὺν τῷ χρόνῳ τὸ μέγεθος, εἰς ὃ καὶ ἀπέβλεψεν ὁ Ἀλέξανδρος. διὸ καὶ ἐπήγαγεν ὁ Ἀριστοτέλης τὸ “ἅμα δὲ δῆλον ὅτι καὶ μέγεθος ἅπαν ἐστὶ συνεχές”. ἐν μέντοι τῇ ἐκθέσει παράλληλα δείκνυσιν ἄμφω. προλαμβάνει δὲ εἰς τὴν τούτου δεῖξιν, ὅτι ἀνάγκη τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ μεῖζον καὶ ἐν τῷ ἐλάττονι πλέον κινεῖσθαι. ταῦτα δὲ δείκνυσι μὲν καὶ διὰ τοῦ ὁρισμοῦ τοῦ θάττονος (θᾶττον γὰρ λέγομεν τὸ ἐν ἴσῳ χρόνῳ μεῖζον κινούμενον καὶ ἐν τῷ ἐλάττονι πλέον), δείκνυσι δὲ καὶ ἐκ τοῦ ἀκολουθεῖν τῷ πᾶν μέγεθος διαιρετὸν εἶναι τὸ θᾶττον κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ πλέον κινεῖσθαι2 καὶ τὸ βραδύτερον ἔλαττον. εἰ γὰρ μὴ ἦν πᾶν μέγεθος διαιρετόν, οὐχ οἷόν τε ἦν τὸ βραδύτερον ἀεὶ ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον κινεῖσθαι τοῦ θάττονος. τὸ γὰρ ἄτομον καὶ τὸ ἀμερὲς ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὸ θᾶττον διέρχεται καὶ τὸ βραδύτερον· εἰ γὰρ ἐν πλείονι, ἐν τῷ ἴσῳ ἔλαττόν τι τοῦ ἀμεροῦς διελεύσεται. διὸ καὶ τοῖς περὶ Ἐπίκουρον ἀρέσκει ἰσοταχῶς πάντα διὰ τῶν ἀμερῶν κινεῖσθαι, ἵνα μὴ τὰ ἄτομα αὐτῶν διαιρούμενα μηκέτι ἄτομα ᾖ. ἐκ δὲ τοῦ ὁρισμοῦ τοῦ θάττονος δῆλόν ἐστιν, ὅτι ἀνάγκη πᾶν μέγεθος εἰς μεγέθη διαιρετὸν εἶναι τῷ τὸ θᾶττον καὶ τὸ βραδύτερον τοιαῦτα εἶναι,3 εἴπερ ὁρισμὸς οὗτός ἐστιν αὐτῶν· εἰ μὴ ἄρα διὰ τοῦτο τοιαῦτά ἐστι τὸ θᾶττον καὶ βραδύτερον, ἐπεὶ πᾶν μέγεθος εἰς ἀεὶ διαιρετὰ διαιρετόν ἐστιν. Οὕτως οὖν συντόμως δείξας, ὅτι τὸ θᾶττον ἐν ἴσῳ χρόνῳ μεῖζον κινεῖται, δείκνυσιν αὐτὸ λοιπὸν καὶ διὰ τῆς ἐκθέσεως. θεὶς γὰρ θᾶττον μὲν κινούμενον τὸ Α, βραδύτερον δὲ τὸ Β, καὶ προλαβὼν ὡς ἐναργές, ὅτι τοῦτό ἐστι θᾶττον ὃ πρότερον τοῦ βραδυτέρου μεταβάλλει, ἐκτίθεται χρόνον μὲν ἐν ᾧ μεταβάλλει τὸ θᾶττον τὸν ΖΗ, μέγεθος δὲ ὃ μεταβάλλει ἐν τῷ ΖΗ χρόνῳ τὸ ΓΔ. ἐπεὶ οὖν ἐν ᾧ χρόνῳ τὸ Α τὸ θᾶττον μεταβέβληκεν ἀπὸ τοῦ Γ ἐπὶ τὸ Δ, τὸ βραδύτερον τὸ Β οὔπω ἔρχεται εἰς τὸ Δ, ἀλλ’ ἀπολείπεται, εἴπερ τοῦτό ἐστι τὸ βραδύτερον τὸ ὕστερον μεταβάλλον, δῆλον ὅτι τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ πλέον διῆλθε τοῦ βραδυτέρου, εἴπερ τὸ μὲν ὅλην τὴν ΓΔ, τὸ δὲ ἀπολείπει. εἶτα δείκνυσιν, ὅτι καὶ ἐν τῷ ἐλάττονι χρόνῳ τὸ θᾶττον μεῖζον δίεισιν, οὐχ ὁσῳοῦν μεῖζον (ψεῦδος γὰρ τοῦτο), ἀλλ’ ὅτι μεῖζον τί.4 τῶν γὰρ αὐτῶν ἐκκειμένων, ἐπεὶ τὸ Α ἐν τῷ ΖΗ χρόνῳ πρὸς τῷ Δ γέγονε, τὸ δὲ βραδύτερον τὸ Β ἀπελείφθη ἐνδοτέρω τοῦ Δ, κατὰ τὸ Ε εἰ τύχοι, ἔστι δέ τι μέγεθος μεταξὺ τοῦ Δ καὶ τοῦ Ε διαιρετὸν ὂν καὶ αὐτό, διῃρήσθω κατὰ τὸ Θ· μείζων δή ἐστι τῆς ΓΕ ἡ ΓΘ, ἐλάττων δὲ τῆς ΓΔ· ἐπεὶ οὖν τὸ Α ἐν τῷ ΖΗ χρόνῳ παντὶ κεκίνηται τὴν ΓΔ, ἐν ἐλάττονι ἔσται τὴν ΓΘ κεκινημένον· ἐλάττων γὰρ αὕτη ὅλης τῆς ΓΔ.

“既然每一个大小都可分为大小”至“更快者在较少的时间内通过”。 亚历山大说:“在这些文句中,在证明了正如大小和运动就由无部分者构成或不由其构成而言所处的状态那样,时间也是如此之后,他现在证明时间并非由无部分者构成,也不是由各个‘现在’构成的。”然而这难道不是在他先前说“时间也将是可分的”时,即时间的每一个部分[都是可分的]时,就已经被证明了吗?因为时间的一部分也是时间。不如说,正如已经说过的,在从运动者的等速运动出发证明了时间和大小——显然也包括运动——都是无限可分的,并且它们彼此成比例地被分割之后,他现在从更快者和更慢者出发证明同样的事物;因为[证明出的]不仅是时间是可分的,而且大小也是可分的。而这一点亚历山大本人也是承认的。并且亚里士多德在这一段论述的结尾处也说:“更快者将分割时间,而更慢者将分割长度。”然而,亚历山大所着眼的是,他在这些文句中首先论证的是时间是可分的,并伴随时间而论证大小。亚里士多德也正因此加上了“同时显而易见的是,每一个大小也是连续的”。然而在设立项的过程中,他将二者平行地加以证明。 为了证明这一点,他预先假定:更快者在相等的时间内运动较大的东西,在较少的时间内运动较多的东西,乃是必然的。他不仅通过更快者的定义证明了这些(因为我们把在相等的时间内运动较大的东西并在较少的时间内运动较多的东西称为更快者),而且还从“每一个大小都是可分的”必然伴随着“更快运动者在相等的时间内运动较多,而更慢者运动较少”这一点出发证明了这些。因为如果不是每一个大小都是可分的,更慢者就绝不可能始终在相等的时间内比更快者运动较少。因为对于不可分且无部分的东西,更快者和更慢者是在相同的时间内通过的;因为如果是在较多的时间内,那么在相等的时间内它就将通过小于该无部分者的某种东西。因此,伊壁鸠鲁的门徒也主张一切事物通过无部分之物都是等速运动的,以免他们的原子被分割而不再是原子。但从更快者的定义来看,显而易见的是,既然这是它们的定义,正是由于更快者和更慢者是这样的东西,每一个大小必然可分为大小——除非毕竟是因为每一个大小都可分为始终可分的东西,更快者和更慢者才是这样的。 因此,在这样简要地证明了更快者在相等的时间内运动较大的东西之后,他接着也通过设立项来证明它。因为他将更快运动者设为 Α,将更慢者设为 Β,并预先假定“先于更慢者发生变化的东西是更快者”这一明了的事实之后,设立更快者在其内变化的时间为 ΖΗ,它在时间 ΖΗ 内变化的大小为 ΓΔ。因此,既然在更快者 Α 从 Γ 变化到 Δ 的时间内,更慢者 Β 尚未到达 Δ 而是落后了(如果更晚发生变化的确实是更慢者的话),那么显然更快者在相等的时间内比更慢者通过了更多,如果前者确实[通过了]整个 ΓΔ,而后者落后了的话。随后他又证明,即使在较少的时间内,更快者也通过较大的东西——不是任意大的东西(因为这是错误的),而是某个较大的东西。因为在同样的项被设立的情况下,既然 Α 在时间 ΖΗ 内已到达 Δ,而更慢者 Β 落在 Δ 的内侧,假设是在 Ε 处,而在 Δ 和 Ε 之间有某个自身也是可分的大小,令它在 Θ 处被分割;那么 ΓΘ 显然大于 ΓΕ,但小于 ΓΔ;因此,既然 Α 在整个时间 ΖΗ 内运动了 ΓΔ,它就将在较少的时间内运动了 ΓΘ;因为这个大小小于整个 ΓΔ。

语法注4 条
  1. 6.8προηγουμένως μέντοι τὸν χρόνον ἀποδεικνύναι ἐν τούτοις διαιρετὸν

    不定词 ἀποδεικνύναι 在语境中充当承接前文亚历山大主张的间接引语结构(即“[亚历山大认为亚里士多德]在此主要论证时间是可分的”)。句中省略了主句支配动词,后文的 εἰς ὃ καὶ ἀπέβλεψεν ὁ Ἀλέξανδρος(“亚历山大所着眼之处”)印证了这是对亚历山大解读视角的表述。

  2. 6.8ἐκ τοῦ ἀκολουθεῖν τῷ πᾶν μέγεθος διαιρετὸν εἶναι τὸ θᾶττον κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ πλέον κινεῖσθαι

    在介词短语 ἐκ τοῦ ἀκολουθεῖν 内部,动词 ἀκολουθεῖν 支配与格短语 τῷ πᾶν μέγεθος διαιρετὸν εἶναι(“每一个大小都是可分的”),其主语则是对格不定词结构 τὸ θᾶττον κινούμενον ... κινεῖσθαι(“更快运动者运动……”)。

  3. 6.8τῷ τὸ θᾶττον καὶ τὸ βραδύτερον τοιαῦτα εἶναι

    带冠词不定词与格 τῷ ... εἶναι 表示原因或依据(原因与格),意为“由于/凭借更快者与更慢者是这样的东西”,修饰主句 ἀνάγκη πᾶν μέγεθος εἰς μεγέθη διαιρετὸν εἶναι。

  4. 6.8οὐχ ὁσῳοῦν μεῖζον (ψεῦδος γὰρ τοῦτο), ἀλλ’ ὅτι μεῖζον τί

    ὁσῳοῦν 是不定关系词 ὁσοσοῦν 的与格形式,表示程度差(“无论大多少/任意程度的大”),与 οὐχ 连用表示“并非任意大的”,与后文的 μεῖζον τί(“某种特定的较大者”)形成对照。ὅτι 则引出说明其通过更大者的具体陈述内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:937.23-939.12