- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:936.20-937.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了亚里士多德文本的异读以及亚历山大和阿斯帕西奥斯的解释,并通过设立字母项的几何论证,详细阐述了基于等速运动大小与时间相互共同分割的过程。
Εἰ μέντοι εἴη γεγραμμένον ὡς ἔν τισι τῶν ἀντιγράφων εὑρίσκεται εἰ γὰρ ἅπας διαιρετός, ἐξηγεῖται ὁ Ἀλέξανδρος, ὅτι εἰ πᾶς ἐστιν ὁ χρόνος διαιρετός, συνδιαιρεθήσεται τῷ χρόνῳ διαιρουμένῳ καὶ τὸ μέγεθος. καίτοι ὁ Ἀριστοτέλης οὐ τοῦτο ἐπάγει, ἀλλ’ ὅτι καὶ ὁ χρόνος διαιρετὸς ἔσται. καὶ τούτῳ καὶ ὁ Ἀλέξανδρος ὕστερον ἐπιστήσας λέγει ὅτι “δείξας ὅτι, ἂν τὸ μέγεθος πάντη διαιρετὸν ᾖ, καὶ ὁ χρόνος ἔσται διαιρετός, τὸ ἀντίστροφον πάλιν ἔλαβε διὰ τοῦ εἰ δὲ ὁ χρόνος διαιρετὸς ἐν ᾧ φέρεται τὴν Α, καὶ ἡ τὸ Α ἔσται διαιρετή. Ὁ μέντοι Ἀσπάσιος καὶ ἄλλην οἶδεν τῆς γραφῆς τοιαύτην διαστολήν· εἰ γὰρ πᾶς, εἶτα ἐπάγει τὸ ἀδιαίρετος, καὶ ἐξηγεῖται ὅτι ‘εἰ πᾶς ὑποτεθείη ἀδιαίρετος χρόνος, ἐν τῷ ἐλάττονι δὲ τὸ ἰσοταχὲς δίεισιν ἔλαττον, διαιρετὸς ἔσται καὶ ὁ χρόνος ὁ ὑποτεθεὶς ἀδιαίρετος’. καλῶς δὲ ὁ Ἀσπάσιος ἐνταῦθα ἐπέστησεν, ὅτι οὐ μόνον ἀκολουθίαν δείκνυσιν ὡς θατέρου ὄντος διαιρετοῦ καὶ θάτερον ἔσται,1 ἀλλὰ καὶ προσαναγκάζει διαιρετὰ εἶναι καὶ τὸν χρόνον καὶ τὸ μέγεθος, ὥσπερ καὶ τὴν κίνησιν· ἡ γὰρ ἀπὸ τῶν ἰσοταχῶν ἀπόδειξις τὴν διαίρεσιν ἀναγκάζει, ὡς καὶ ἐφεξῆς μαθησόμεθα. δείκνυται γὰρ τὰ αὐτὰ καὶ δι’ ἐκθέσεως οὕτως· ἔστω γὰρ ἰσοταχὲς τὸ Ω, μέγεθος δὲ ἐφ’ οὗ κινεῖται τὸ ΑΕ διαιρετόν. καὶ κείσθω ὅτι τὸ ἰσοταχὲς ἐν ἐλάττονι χρόνῳ ἔλαττον δίεισι. διερχέσθω δὲ τὴν ΑΕ ἐν τῷ ΖΗ χρόνῳ. ἐὰν οὖν ἐλάττω διέλθῃ τῆς ΑΕ, οἷον τὴν ΑΒ, ἐν ἐλάττονι αὐτὴν χρόνῳ διελεύσεται τῷ ΖΘ· ἔσται ἄρα καὶ ὁ χρόνος τετμημένος. ὁμοίως δὲ ἂν τέμωμεν τὸ ΑΒ μέγεθος ἔλαττον προϊόντος τοῦ Ω, τεμοῦμεν πάλιν τὸν ΖΘ χρόνον· καὶ ἀεὶ σὺν τῷ μεγέθει καὶ ὁ χρόνος τμηθήσεται. ὅτι δὲ καὶ ἐὰν ὁ χρόνος ᾖ διαιρετός, καὶ τὸ μέγεθος ἔσται διαιρετόν, κειμένου πάλιν τοῦ τὸ ἰσοταχὲς ἐν ἐλάττονι χρόνῳ ἔλαττον κινεῖσθαι,2 φανερὸν καὶ τοῦτο. ἔστω γὰρ διαιρετὸς ὁ χρόνος ἐφ’ ᾧ ΖΗ, καὶ τὸ Ω ἰσοταχῶς κινείσθω τὴν ΑΕ ἐν τῷ ΖΗ χρόνῳ. οὐκοῦν ἐν ἐλάττονι χρόνῳ τῷ ΖΘ ἐλάττονα κινήσεται τὴν ΑΒ. τμηθήσεται ἄρα τῷ ΖΗ χρόνῳ ὁμοίως καὶ ἡ ΑΕ καὶ πᾶν μέγεθος. οὕτω δὲ ἐκ τῆς ἰσοταχοῦς κινήσεως τοῦ κινουμένου δείξας, ὅτι ὁμοίως διαιροῦνται ὅ τε χρόνος καὶ τὸ μέγεθος, καὶ ἐκ τῆς θάττονος καὶ βραδυτέρας κινήσεως τὸ αὐτὸ δείκνυσι διδάσκων, ὅτι ὑπὸ μὲν τοῦ βράδιον κινουμένου μερίζεται τὰ μεγέθη, ὑπὸ δὲ τοῦ τάχιον ὁ χρόνος.
然而,如果像在某些抄本中所见的那样写作“因为如果每一个[时间]是可分的”,亚历山大解释说,如果所有的时间都是可分的,大小也将在时间被分割时与时间一同被分割。然而亚里士多德所引出的并不是这一点,而是时间也将是可分的。而亚历山大后来也注意到了这一点,说道:“在证明了如果大小在各方面都是可分的,时间也将是可分的之后,他又通过‘如果它在其内通过 Α 的时间是可分的,大小 Α 也将是可分的’这一句再次取了其逆命题。” 然而阿斯帕西奥斯还知道对文本的另一种这样的断句方式:“因为如果每一个”,然后他补充上“是不可分的”,并解释说:“‘如果假定所有的时间都是不可分的,而在较少的时间内等速者通过较少的东西,那么被假定为不可分的那一时间也将是可分的’。”阿斯帕西奥斯在此处指出得很恰当:他不仅表明了一种推论关系,即在二者之一是可分的情况下,另一者也必将是可分的,而且还必然得出时间和大小同运动一样都是可分的;因为根据等速运动者的证明必然导致分割,正如我们接下来也将学到的那样。 因为同样的事物也可以通过设立项而如此证明:令等速运动者为 Ω,其在其上运动的可分大小为 ΑΕ。并设定等速者在较少的时间内通过较少的东西。再令它在时间 ΖΗ 内通过 ΑΕ。因此,如果它通过小于 ΑΕ 的东西,例如 ΑΒ,它就将在较少的时间 ΖΘ 内通过它;从而时间也将已被切分。同样地,当 Ω 前行较少时,如果我们切分大小 ΑΒ,我们将再次切分时间 ΖΘ;并且时间将始终同大小一同被切分。 至于如果时间是可分的,大小也将是可分的,当再次假定等速者在较少的时间内运动较少的东西时,这一点也是显而易见的。因为令其上为 ΖΗ 的时间是可分的,并令 Ω 在时间 ΖΗ 内以等速运动通过 ΑΕ。那么它在较少的时间 ΖΘ 内将运动较少的 ΑΒ。因此,如同时间 ΖΗ 一样,ΑΕ 以及每一个大小也将被切分。 以这种方式从运动者的等速运动出发证明了时间和大小二者以同样方式被分割之后,他又从更快和更慢的运动出发证明了同一件事,指明大小由运动较慢者所划分,而时间由运动较快者所划分。
- 6.7ὡς θατέρου ὄντος διαιρετοῦ καὶ θάτερον ἔσται
连词 ὡς 引导带有定式动词的从句(καὶ θάτερον ἔσται),在其内部属格独立结构(θατέρου ὄντος διαιρετοῦ)充当条件分句,具体说明了逻辑推论(ἀκολουθίαν)的内容。
- 6.7κειμένου πάλιν τοῦ τὸ ἰσοταχὲς ἐν ἐλάττονι χρόνῳ ἔλαττον κινεῖσθαι
属格独立结构。由带冠词 τοῦ 的宾格加不定式短语(τὸ ἰσοταχὲς ... κινεῖσθαι)名词化后,充当完成时被动分词 κειμένου 的逻辑主语。
