- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:935.21-936.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》232a18的引文作注,阐明亚里士多德关于大小、运动和时间在可分性(由可分者还是不可分者构成)方面互相关联的论证。他分析了借助等速运动由大小和运动证明时间的可分性、再由时间反推大小的可分性的论证结构,并讨论了涉及阴性词 πᾶσα 的文本异文。
" Ὁμοίως δὲ ἀνάγκη τῷ μήκει καὶ τῇ κινήσει ἕως τοῦ καὶ ἡ τὸ Α ἔσται διαιρετή." Προθέμενος δεῖξαι, ὅτι ὁμοίως ἔχουσι τὸ μέγεθος καὶ ἡ κίνησις καὶ ὁ χρόνος πρὸς τὸ ἐκ διαιρετῶν εἶναι ἢ ἐξ ἀδιαιρέτων, καὶ δείξας πρῶτον, ὅτι ὡς ἔχει τὸ μέγεθος οὕτως ἔχει καὶ ἡ κίνησις, καὶ ὅτι ἑκάτερον ἐκ διαιρετῶν ἐστι τῶν μερῶν, προστίθησι νῦν, ὅτι ὁμοίως τῷ μεγέθει, ἐφ’ οὗ ἡ κίνησις, καὶ τῇ κινήσει καὶ τὸν χρόνον ἔχειν ἀνάγκη πρὸς τὸ ἐξ ἀδιαιρέτων εἶναι ἢ μή. εἰ γὰρ ἐκεῖνα ἐξ ἀδιαιρέτων, καὶ ὁ χρόνος ἐκ τῶν νῦν ἔσται ὄντων ἀδιαιρέτων. καὶ τὸ ἕτερον δῆλον ὅτι ἀληθές. ὅπερ νῦν μὲν ὡς ἐναργὲς οὐ προστέθεικεν, ὅτι καὶ εἰ ἐκ διαιρετῶν ἐκεῖνα, καὶ ὁ χρόνος ἐκ διαιρετῶν. τοῦτο δὲ αὐτὸ δεικνύς, ὅτι εἰ τὸ μέγεθος καὶ ἡ κίνησις ἐξ ἀδιαιρέτων, καὶ ὁ χρόνος ἐξ ἀδιαιρέτων ἔσται, ἐκ τούτου δείκνυσι καὶ τὸ νῦν προκείμενον συλλογίζεσθαι τὸ ὁμοίως ἔχειν καὶ πρὸς τὸ ἐκ διαιρετῶν ἢ ἐξ ἀδιαιρέτων συγκεῖσθαι τῇ κινήσει τὸν χρόνον.1 Κατὰ μὲν τὴν γραφὴν τὴν λέγουσαν εἰ γὰρ πᾶσα διαιρετός,2 τουτέστιν εἰ διαιρετὸς πᾶσα ἡ γραμμὴ ἢ διάστασις (ἔθος γὰρ τῷ Ἀριστοτέλει θηλυκῶς τὰ μεγέθη καλεῖν διὰ τὸ γραμμὴν ἀντὶ τοῦ μεγέθους ἐκτίθεσθαι), εἰ οὖν διαιρετὸς ἡ γραμμὴ ἢ ἡ κίνησις, ἐπειδὴ τὸ ἰσοταχῶς κινούμενον ἔλαττον μέγεθος ἢ ἔλαττον μέρος κινήσεως ἐν ἐλάττονι χρόνῳ δίεισιν (οὐ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἢ τοῦ μεγέθους ἢ τῆς κινήσεως κινήσεται) τὸ ἰσοταχῶς κινούμενον συνδιαιρεθήσεται τῷ μεγέθει ἢ τῇ κινήσει καὶ ὁ χρόνος. οὗ γὰρ ἔστιν ἔλαττόν τι λαβεῖν, τοῦτο διαιρετὸν ἔσται. εἰκότως οὖν ἐπήγαγεν, ὅτι καὶ ὁ χρόνος διαιρετὸς ἔσται. οὕτω δὲ ἀπὸ τοῦ μεγέθους διαιρετὸν δείξας τὸν χρόνον, τῇ αὐτῇ ἐφόδῳ ἀπὸ τοῦ χρόνου τὸ μέγεθος διαιρετὸν δείκνυσι. τάχα δὲ ἵνα καὶ τοῦ πᾶσα ἀβιάστως ἀκούσωμεν ἐπὶ τῆς κινήσεως, ῥητέον ἀπὸ μὲν τῆς κινήσεως τὸν χρόνον δεδεῖχθαι διαιρετόν, ἀπὸ δὲ τοῦ χρόνου τὸ μέγεθος. εἰ γὰρ πᾶς χρόνος διαιρετός, καὶ ἐκεῖνος ἐν ᾧ κινεῖταί τι τὸ Α μέγεθος τὸ δοκοῦν ἀδιαίρετον, διαιρετὸς ἔσται· ὥστε ἐν τῷ ἐλάττονι τοῦ ὅλου τὸ ἰσοταχῶς κινούμενον ἔλαττον τοῦ Α διελεύσεται· διαιρετὸν ἄρα τὸ Α, εἴπερ ἔστι τι αὐτοῦ ἔλαττον μέρος λαβεῖν.
“同样必然地,对于长度和运动”直至“并且 Α 也将是可分的”。 在打算证明大小、运动和时间在由可分者还是由不可分者构成方面处于相同的状况,并首先证明了大小处于何种状况,运动也处于何种状况,且二者都是由可分的部分构成之后,他现在补充说,对于在其上发生运动的大小以及对于运动而言,时间在由不可分者构成与否方面也必然处于相同的状况。因为如果那些是由不可分者构成的,时间也将由不可分的“现在”构成。而另一方面显然也是真实的;他现在并未将其作为显而易见的事补充进来,即如果那些是由可分者构成的,时间也是由可分者构成的。但在证明如果大小和运动由不可分者构成,时间也将由不可分者构成这同一事实的同时,他也由此表明了对当前设定的论题的推论,即时间在由可分者还是不可分者构成方面对于运动处于相同的状况。 按照声称“因为若每一个都是可分的”这一定本文字(也就是说,若每一条线或每一广延是可分的;因为亚里士多德习惯用阴性指称大小,这是由于他设定线来代替大小),因此,如果线或运动是可分的,由于以等速运动的事物在更少的时间内通过更小的大小或运动的更小部分(因为以等速运动的事物不会在相同的时间内运动大小或运动中较大者和较小者),时间也将与大小或运动一同被分割。因为凡是能够从中取得较小者的东西,就将是可分的。因此,他理所当然地引出时间也将是可分的。在这样从大小出发证明了时间是可分的之后,他以相同的途径从时间出发证明了大小是可分的。但或许,为了让我们也能毫无强解地把阴性的“每一个”理解为适用于运动,应当说时间是从运动出发被证明为可分的,而大小是从时间出发被证明为可分的。因为如果所有的时间都是可分的,那么某种事物在其中运动那看似不可分的大小 Α 的那个时间也将是可分的;从而在小于整体的时间中,以等速运动的事物将通过小于 Α 的事物;因此,如果确实能够取得 Α 的某个更小部分,Α 就是可分的。
- 6.7τὸ νῦν προκείμενον συλλογίζεσθαι τὸ ὁμοίως ἔχειν καὶ πρὸς τὸ ἐκ διαιρετῶν ἢ ἐξ ἀδιαιρέτων συγκεῖσθαι τῇ κινήσει τὸν χρόνον
动词 δείκνυσι 的宾语构成了一个复合的不定词结构。其核心骨架为 τὸ νῦν προκείμενον συλλογίζεσθαι(“推论当前设定的论题”),而随后的冠词不定词短语 τὸ ὁμοίως ἔχειν ... τὸν χρόνον 作为同位语,具体解释了当前论题的内容,即时间与运动在由可分者还是不可分者构成方面处于相同状况。
- 6.7εἰ γὰρ πᾶσα διαιρετός
此处涉及对阴性单数主格 πᾶσα 所修饰或省略的名词的判定。辛普里丘提出了两种解释:其一,亚里士多德在行文中使用阴性,是因为用阴性的 γραμμή(线)或 διάστασις(广延)指代中性的 μέγεθος(大小);其二,该词自然地指代 κίνησις(运动,阴性),意为“如果每一种运动都是可分的”。后一种解释使从运动推导时间、再从时间推导大小的论证链条更为顺畅。
