- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:933.29-935.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了在由不可分者构成的大小上关于“正在运动”与“已完成运动”的诸推论,通过揭示其导致的四种荒谬(运动由非运动构成、未曾运动却已运动完毕、运动同时处于静止、运动存在却静止等),反驳了事物在整体上运动而在各不可分部分上仅已完成运动的假说。
καὶ τοῦτο μὲν ἀκολουθεῖ τῷ πρότερον διιὸν ὕστερον διεληλυθέναι,1 εἴπερ πᾶσα κίνησίς ποθέν ποι οὖσα μόρια ἔχει, καὶ τὸ μέν τι αὐτῆς γέγονε, τὸ δὲ μέλλει. εἰ δὲ λέγοι τις, ὅτι ἅμα διέρχεταί τε καὶ διελήλυθεν, ἔσται τὸ βαδίζον ὅτε βαδίζει βεβαδικὸς ἤδη καὶ κεκινημένον, καὶ ἐν ἐκείνῳ ὄν, ἐφ’ ὃ κινεῖται· οὗ τί ἂν εἴη ἀδυνατώτερον; Εἶτα προστίθησί τι, ὅπερ εἰκὸς ἦν τινα εἰπεῖν, ὅτι ἐπὶ μὲν τοῦ ὅλου μεγέθους τοῦ ΑΒΓ τοῦ ἐξ ἀμερῶν συγκειμένου, μὴ ὄντος δὲ ἀμεροῦς, τὸ Ω κινεῖσθαι2 τὴν ΔΕΖ κίνησιν, μηκέτι δὲ καὶ ἑκάστην τούτων τῶν ἀμερῶν κινεῖσθαι ἀλλὰ κεκινῆσθαι· οὕτω γὰρ οὐκέτι δόξει ἀκολουθεῖν τὸ ἅμα τε κινεῖσθαι καὶ κεκινῆσθαι· ἐπὶ μὲν γὰρ τῆς ὅλης ἔσται κινούμενον, οὐκέτι μέντοι καὶ καθ’ ἕκαστον τῶν μορίων αὐτῶν τῶν ἀδιαιρέτων ἔσται κινούμενον. θεὶς δὲ τοῦτο ἐπάγει τὰ ἑπόμενα ἄτοπα τῇ τοιαύτῃ ὑπονοίᾳ· ἥ τε γὰρ κίνησις ἔσται συγκειμένη οὐκ ἐκ κινήσεων ἀλλ’ ἐκ κινημάτων, τουτέστιν ἐκ τῶν περάτων τῆς κινήσεως, καὶ ἐκ τοῦ κεκινῆσθαι. ἡ γὰρ ΔΕΖ κίνησις οὐχ ἕξει τὰ μόρια τὰ Δ καὶ Ε καὶ Ζ κινήσεις· κεκινῆσθαι γὰρ ἔκειτο ταῦτα, οὐ κινεῖσθαι. ὁμοίως δὲ καὶ τοῦ κινεῖσθαι τὰ μόρια ἔσται οὐ κινεῖσθαι, ἀλλὰ κεκινῆσθαι, καὶ διαιρεθήσεται τὸ κινεῖσθαι εἰς μόρια, ἃ οὐ κινεῖσθαι ἔστιν, ἀλλὰ κεκινῆσθαι. Ἐπάγει δὲ καὶ ἄλλο ἄτοπον ἀκολουθοῦν ταύτῃ τῇ ὑποθέσει, τὸ κεκινῆσθαί τι μὴ πρότερον κινούμενον οἷον βεβαδικέναι τι μὴ πρότερον βαδίσαν. κεῖται μὲν γὰρ κινεῖσθαι τὸ Ω τὴν ΔΕΖ κίνησιν ἐπὶ τοῦ ΑΒΓ μεγέθους· οὔτε δὲ ἐπὶ τοῦ Α κινεῖται (κεκίνηται γὰρ ἐπ’ αὐτοῦ) οὔτε ἐπὶ τοῦ Β, ὁμοίως δὲ οὐδὲ ἐπὶ τοῦ Γ. τὴν ὅλην ἄρα κίνησιν κεκινημένον ἔσται μὴ κινούμενον αὐτὴν πρότερον. ὅτι δὲ οὐ πάντῃ ἀπίθανον ταύτην τέθεικε τὴν ἔνστασιν, δηλοῖ τὸ καὶ θέντος αὐτὴν καὶ διαλύσαντος τοὺς περὶ Ἐπίκουρον ὅμως ὕστερον γενομένους οὕτω λέγειν3 τὴν κίνησιν γίνεσθαι· ἐξ ἀμερῶν γὰρ καὶ τὸ μέγεθος καὶ τὴν κίνησιν καὶ τὸν χρόνον εἶναι λέγοντες ἐπὶ μὲν τοῦ ὅλου μεγέθους τοῦ ἐξ ἀμερῶν συνεστῶτος κινεῖσθαι λέγουσι τὸ κινούμενον, καθ’ ἕκαστον δὲ τῶν ἐν αὐτῷ ἀμερῶν οὐ κινεῖσθαι, ἀλλὰ κεκινῆσθαι, διὰ τὸ εἰ τεθείη καὶ ἐπὶ τούτων κινεῖσθαι τὸ ἐπὶ τοῦ ὅλου κινούμενον διαιρετὰ αὐτὰ ἔσεσθαι. Ἐπάγει δὲ καὶ ἄλλο ἄτοπον τῷ λέγοντι λόγῳ, ἐπὶ μὲν τοῦ ΑΒΓ μεγέθους τοῦ ἐξ ἀμερῶν μὲν συγκειμένου, μὴ ὄντος δὲ ἀμεροῦς, κινεῖσθαι τὸ Ω τὴν ΔΕΖ κίνησιν, μηκέτι δὲ καὶ ἐπὶ ἑκάστου τῶν ΑΒΓ ἀμερῶν κινεῖσθαί τι ἀλλὰ κεκινῆσθαι. καὶ ἔστιν ἐναργὴς ὁ ἔλεγχος. εἰ γὰρ τὸ πεφυκός, φησί, κινεῖσθαι, ὅτε πέφυκεν, ἀνάγκη ἠρεμεῖν ἢ κινεῖσθαι, ὅτε δὲ τὴν ΑΒΓ μεριστὴν κινεῖται συνεχῶς τὸ Ω, οὔτε ἐν τῷ Α οὔτε ἐν τῷ Β οὔτε ἐν τῷ Γ κινεῖται, ὡς λέγουσιν, ἠρεμοίη ἄν. ἀλλ’ ἔκειτο καὶ κινεῖσθαι ἐπὶ τοῦ ΑΒΓ μεγέθους συνεχῶς. καίτοι εἰ ἐν πᾶσι τοῖς ΑΒΓ μορίοις συνεχῶς ἠρεμεῖ, καὶ ἐν παντὶ ἂν αὐτῷ ἠρεμοίη. ὥστε ἅμα καὶ κινούμενον ἂν εἴη τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ἠρεμοῦν συνεχῶς, οὗ τί ἂν εἴη ἀδυνατώτερον; Καὶ τέταρτον δὲ ἄτοπον ἐπάγει τῷ λόγῳ σποράδην μὲν ἐν τοῖς προδεδειγμένοις εἰρημένον, νῦν δὲ ἐν ἰδίῳ καταταχθὲν ἐπιχειρήματι. τὰ γὰρ ΔΕΖ ἀδιαίρετα ἤτοι κινήσεις εἰσὶν ἢ οὐ κινήσεις· ἀλλ’ εἰ μὲν κινήσεις, ἔσται τι παρούσης κινήσεως αὐτῷ μὴ κινούμενον ἀλλὰ ἠρεμοῦν· τὸ γὰρ Ω ὅτε μὲν ἐπὶ τοῦ Α ἦν, παρῆν αὐτῷ ἡ Δ κίνησις, ὅτε δὲ ἐπὶ τοῦ Β ἡ Ε, ὅτε δὲ ἐπὶ τοῦ Γ ἡ Ζ. εἰ δὲ μὴ κινήσεις τὰ ΔΕΖ, ἡ κίνησις ἔσται οὐκ ἐκ κινήσεων συγκειμένη, οὐδὲ τὰ μέρη ἑαυτῆς κινήσεις ἔχουσα. καὶ δῆλον μέν, ὅτι ὁ λέγων ἐξ ἀμερῶν συγκεῖσθαι καὶ τὸ μέγεθος καὶ τὴν κίνησιν καὶ τὸν χρόνον, τοῦτο οὐχ ὡς ἄτοπον προσδέχοιτο ἄν, ἀλλ’ ὡς ἐκ τῶν ἄλλων δεδειγμένου τοῦ τὴν κίνησιν μὴ ἐξ ἀμερῶν συγκεῖσθαι, τῷ δὲ λέγοντι ἐπὶ τοῦ Α καὶ τοῦ Β καὶ τοῦ Γ μεγέθους μὴ κινεῖσθαι ἀλλὰ κεκινῆσθαι, εἰκότως ἐπῆκται καὶ τοῦτο τὸ ἐπιχείρημα.
而如果任何从某处到某处的运动都具有部分,并且其中的某一部分已经发生,另一部分将要发生,那么这一点确实随“首先在通过,随后才已经通过”而来。然而,如果有人说“在通过与已经通过是同时的”,那么正在行走的事物在行走时就已经行走完毕、已经运动完毕,并且[已经]处于它所向之运动的那一目的地之中;比起这来,还能有什么更不可能的事呢? 接着,他添加了某人很可能会提出的看法:即在由不可分部分构成、但其本身并非不可分的整个大小 ΑΒΓ 上,Ω 进行 ΔΕΖ 运动,但在这些不可分部分的每一个之上,它不再是在运动,而是已经完成运动;因为这样一来,“同时运动着与已经完成运动”似乎就不再成立了;因为在整体上它将是运动着的,然而在不可分的各个部分本身上,它将不再是运动着的。在设定了这一点之后,他引出了这种推测所伴随的诸多荒谬:因为运动将不由诸运动构成,而是由运动之极点(即运动的界限)以及由“已经完成运动”构成。因为运动 ΔΕΖ 将不具有作为诸运动的部分 Δ、Ε 和 Ζ;因为它们已被假定为“已经完成运动”,而不是“正在运动”。同样,“正在运动”的部分也将不是“正在运动”,而是“已经完成运动”,并且“正在运动”将被分割为不是“正在运动”而是“已经完成运动”的部分。 他又引出了追随这一假说的另一个荒谬,即某物在先前并未运动的情况下已经完成了运动,就像某物在先前并未行走的情况下已经行走完毕一样。因为假定 Ω 在大小 ΑΒΓ 上进行 ΔΕΖ 运动;但它既不是在 Α 上运动(因为在 Α 上它已经完成了运动),也不是在 Β 上运动,同样也不是在 Γ 上运动。因此,它将在先前并未进行整个运动的情况下,已经完成了整个运动。而他设立这一异议并非完全缺乏说服力,这由以下事实表明:尽管他提出了这一异议并加以解决,但后来出现的伊壁鸠鲁学派的人们仍然声称运动是这样发生的;因为他们声称大小、运动和时间都是由不可分者构成的,并声称在由不可分者构成的整个大小上,运动着的事物正在运动,但按照其中的每一个不可分者,它并不是正在运动,而是已经完成运动,这是因为如果设定在整体上运动的事物在这些[不可分部分]上也正在运动,它们就将成为可分的。 他又针对那种论调引出了另一个荒谬,即那种声称在由不可分者构成、但其本身并非不可分的大小 ΑΒΓ 上,Ω 进行 ΔΕΖ 运动,但在不可分者 Α、Β、Γ 的每一个之上,不再有某物在运动,而是已经完成了运动。而这一反驳是明晰的。因为他说,如果在自然适于运动的事物自然适于运动的时候,它必然处于静止或运动,然而当 Ω 在可分的 ΑΒΓ 上连续运动时,正如他们所说,它既不在 Α 中运动,也不在 Β 中运动,也不在 Γ 中运动,那么它就应当处于静止。然而先前设定了它也在大小 ΑΒΓ 上连续运动。尽管如此,如果它在 Α、Β、Γ 的所有部分中都连续静止,它在大小的整体中也将处于静止。从而同一事物将在同一方面同时既正在运动又连续静止;比起这来,还能有什么更不可能的事呢? 他又针对这一论调引出了第四个荒谬,这一荒谬在先前证明的论述中曾零散提及,而现在被归置为一个专门的论证。因为不可分者 Δ、Ε、Ζ 要么是诸运动,要么不是诸运动;如果它们是诸运动,就将存在某种事物,在运动对其存在时并不运动而是处于静止;因为当 Ω 在 Α 上时,运动 Δ 对其存在,当在 Β 上时,Ε 存在,当在 Γ 上时,Ζ 存在。但如果 Δ、Ε、Ζ 不是诸运动,运动就将不是由诸运动构成的,也不会具有诸运动作为自身的部分。显然,声称大小、运动和时间由不可分部分构成的人不会将此作为荒谬来接受,但由于从其他方面已经证明了运动不由不可分部分构成,对于那些声称在大小 Α、Β 和 Γ 上并非正在运动而是已经完成运动的人而言,提出这一论证也是理所当然的。
- 6.6τῷ πρότερον διιὸν ὕστερον διεληλυθέναι
在由定冠词 τῷ 引导的不定式短语中,分词 διιόν 从属于完成时不定式 διεληλυθέναι,表示时间上的先后关系(“首先在通过,随后才已经通过”)。这指代上一语块末尾所提出的二难推理的第一种情况。
- 6.6εἰ γὰρ τὸ πεφυκός, φησί, κινεῖσθαι, ὅτε πέφυκεν, ἀνάγκη ἠρεμεῖν ἢ κινεῖσθαι
宾格短语 τὸ πεφυκὸς κινεῖσθαι 作为非人称短语 ἀνάγκη [ἐστίν] 所支配的不定式 ἠρεμεῖν ἢ κινεῖσθαι 的逻辑主语被前置(prolepsis)。基本句式结构为:“自然适于运动者在其自然适于运动之时,必然处于静止或运动”。
- 6.6τὸ καὶ θέντος αὐτὴν καὶ διαλύσαντος τοὺς περὶ Ἐπίκουρον ὅμως ὕστερον γενομένους οὕτω λέγειν
句子的骨干是由定冠词引导的宾格不定式短语 τὸ ... οὕτω λέγειν,作 δηλοῖ 的宾语,其不定式逻辑主语为 τοὺς περὶ Ἐπίκουρον ... γενομένους。夹在中间的 θέντος αὐτὴν καὶ διαλύσαντος 是省略了逻辑主语(亚里士多德)的独立属格结构。
