← 辛普里丘

亚里士多德《物理学》注释

§932.1-933.29

大小运动与时间非由不可分者构成的平行论证

针对亚里士多德《物理学》231b18,辛普利丘阐明了大小、运动与时间同样不由不可分者构成的平行论证,详细剖析了假言三段论的逻辑结构,以及基于“运动着”与“运动已完成”之先后次序的反驳论路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6#1

" Τοῦ δὲ αὐτοῦ λόγου μέγεθος καὶ κίνησιν καὶ χρόνον ἕως τοῦ εἰ δὲ μὴ κινήσεις, τὴν κίνησιν μὴ ἐκ κινήσεων εἶναι." Δείξας κοινῶς ὅτι οὐδὲν συνεχὲς ἐξ ἀδιαιρέτων σύγκειται οὐδὲ διαιρεῖται εἰς ἀδιαίρετα, ἐπειδὴ τῶν συνεχῶν ὡς συνελόντι εἰπεῖν1 τρία ἐστί, μέγεθος καὶ κίνησις καὶ χρόνος, δείκνυσι νῦν ὅτι ὁ αὐτός ἐστιν ἐπ’ αὐτοῖς λόγος. καὶ ὁμοίως ἢ ἐξ ἀδιαιρέτων σύγκειται πάντα καὶ διαιρεῖται εἰς ἀδιαίρετα ἢ οὐδὲν αὐτῶν. καὶ πρῶτον δείκνυσιν, ὅτι ὁμοίως ἔχει τῷ μεγέθει ἡ κίνησις, καὶ τότε, ὅτι καὶ ὁ χρόνος τὸν αὐτὸν ἔχει τούτοις λόγον. ὅτι δὲ εἰ τὸ μέγεθος ἐξ ἀδιαιρέτων σύγκειται, καὶ ἡ κίνησις ἡ ἐπ’ αὐτοῦ ἐκ τοσούτων ἀδιαιρέτων κινήσεων συνεστήξεται, δείκνυσι πρῶτον ἐπὶ ἐκθέσεως ὡς εἴωθε τὸ πρόβλημα σαφηνίσας. εἰ γὰρ εἴη μέγεθος τὸ ΑΒΓ ἐκ τριῶν ἀδιαιρέτων τῶν ΑΒΓ συγκείμενον, καὶ εἴη τι κινούμενον ἐπὶ τοῦ ΑΒΓ μεγέθους τὸ Ω, τὴν ΔΕΖ κίνησιν, ἔσται καὶ αὕτη ἐξ ἀδιαιρέτων τινῶν συγκειμένη. καὶ ἡ μὲν ἔκθεσις τοῦ προβλήματος τοῦ τὴν ὁμοιότητα παριστῶντός ἐστιν αὕτη. ἡ δὲ ἀπόδειξις κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν ἐκ τῆς τοῦ ἑπομένου ἀναιρέσεως2 γίνεται. ὁ δὲ συλλογισμὸς τοιοῦτος· εἰ τὸ μέγεθος ἐξ ἀδιαιρέτων, καὶ ἡ κίνησις ἐξ ἀδιαιρέτων· ἀλλὰ μὴν ἡ κίνησις οὐκ ἐξ ἀδιαιρέτων, ὡς δείξω· οὐδὲ ἄρα τὸ μέγεθος. καὶ τὸ μὲν συνημμένον ἐκ τῶν πρότερον δειχθέντων τέθεικεν. εἰ γὰρ ἀκολουθεῖ ἡ κίνησις τῷ μεγέθει ἐφ’ οὗ γίνεται, ὡς δέδεικται, εὐλόγως εἰ τὸ μέγεθος εἴη ἐξ ἀδιαιρέτων συγκείμενον, καὶ ἡ ἐπ’ αὐτοῦ κίνησις. τὴν δὲ πρόσληψιν τὴν λέγουσαν ‘ἀλλὰ μὴν ἡ κίνησις οὐκ ἐξ ἀδιαιρέτων’ δι’ ἄλλου συλλογισμοῦ κατασκευάζει τοιούτου· εἰ ἡ κίνησις ἐξ ἀδιαιρέτων, καὶ τὸ κινεῖσθαι ἐξ ἀδιαιρέτων· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· καὶ τὸ ἡγούμενον ἄρα. καὶ πάλιν τὸ συνημμένον τὸ λέγον ‘εἰ ἡ κίνησις ἐξ ἀδιαιρέτων, καὶ τὸ κινεῖσθαι ἐξ ἀδιαιρέτων’ δείκνυσι κατὰ τὸν δεύτερον ἀναπόδεικτον συλλογιζόμενος οὕτως· λαβὼν ὡς ἀντιστρέφοντα τὸ παρούσης κινήσεως κινεῖσθαί τι καὶ εἰ κινεῖταί τι παρεῖναι κίνησιν, ἐξ οὗ συνάγεται, ὅτι ὡς ἔχει ἡ κίνησις, ἔχει καὶ τὸ κινεῖσθαι, συνάπτει τὸ ἑπόμενον, ποιῶν τὸ συνημμένον τοιοῦτον· εἰ ἡ κίνησις ἐξ ἀδιαιρέτων, καὶ τὸ κινεῖσθαι ἐξ ἀδιαιρέτων· ἀλλὰ μὴν τοῦτο ἀδύνατον δειχθήσεται· ἀκολουθήσει οὖν τὸ μηδὲ τὴν κίνησιν ἐξ ἀδιαιρέτων εἶναι, ᾧ τεθέντι συναποδειχθήσεται τὸ μηδὲ τὸ μέγεθος ἐξ ἀδιαιρέτων εἶναι, ὃ καὶ πρότερον καθ’ ἑαυτὸ ἀπεδείχθη. νῦν δὲ προσαπεδείχθη τὸ ὁμοίως ἔχειν τὴν κίνησιν καὶ τὸ μέγεθος κατὰ τὸ μὴ εἶναι ἐξ ἀδιαιρέτων. τὴν μὲν οὖν ἀντιστροφὴν τοῦ παρεῖναι κίνησιν καὶ τοῦ κινεῖσθαι ὡς ἐναργῆ παρέλαβεν· οὐ γὰρ οἷόν τε ἢ κινεῖσθαί τι μὴ κινήσεως παρούσης ἢ παρούσης κινήσεως μὴ κινεῖσθαι. μετέβη δὲ ἀπὸ τῆς κινήσεως ἐπὶ τὸ κινεῖσθαι, διότι ἐπὶ τούτου φανερώτερόν ἐστι τὸ ἑπόμενον ἄτοπον, τῷ ἐξ ἀδιαιρέτων εἶναι, ἤπερ ἐπὶ τῆς κινήσεως αὐτῆς· ἀπὸ γὰρ τῆς διαφορᾶς τοῦ κινεῖσθαι καὶ κεκινῆσθαι γίνεται ἡ ἀπόδειξις, ὡς μαθησόμεθα, ἡ ἀναιροῦσα τὸ ἐξ ἀμερῶν τὴν κίνησιν συγκεῖσθαι. Λαβὼν οὖν ἐπὶ τῆς ἐκθέσεως, ὅτι τὸ Ω τὸ κινούμενον τὸ Α μέγεθος, ἐκινήθη τὴν τὸ Δ ἔχουσαν ἐπιγεγραμμένον κίνησιν, ὅτι μὴ οἷόν τε τὸ κινούμενόν τινα τούτων τῶν κινήσεων ἀδιαίρετον εἶναι, δείκνυσι, προλαβὼν ἀδύνατον εἶναι τὸ κινούμενόν ποθέν ποι ἅμα τε κινεῖσθαι ἐφ’ ὃ κινεῖται καὶ κεκινῆσθαι, καὶ εἶναι ἐκεῖ ἐφ’ ὃ ἐκινεῖτο. τὸ γὰρ εἰς Θήβας βαδίζον ἀδύνατον ἅμα βαδίζειν τε εἰς Θήβας, καὶ εἶναι ἐν Θήβαις, ὅτε βαδίζει. ἀλλὰ πρῶτον γίνεται τὸ βαδίζειν εἰς Θήβας τοῦ ἐν Θήβαις εἶναι. τοῦτο προλαβὼν μεταβαίνει πάλιν ἐπὶ τὴν ἔκθεσιν καὶ λέγει, ὅτι τὴν Α ἀμερῆ γραμμὴν ἢ διάστασιν, ᾗ παρῆν κίνησις ἡ τὸ Δ, ἐκινεῖτο τὸ Ω· κατὰ γὰρ τὴν τὸ Δ κίνησιν τὸ Ω ὑπέκειτο ἐπὶ τῆς Α κινεῖσθαι. ἀνάγκη οὖν ἢ πρότερον μὲν διιέναι ὕστερον δὲ διεληλυθέναι ἢ ἅμα διιέναι καὶ διεληλυθέναι· οὐ γὰρ ἔστι τι μεταξύ. ἀλλ’ εἰ πρότερον διιὸν ὕστερον διελήλυθε, διαιρετὴ ἂν εἴη ἡ κίνησις, ὅπερ πιστοῦται διὰ τοῦ, ὅτε διῄει, οὔτε ἠρεμεῖν ὡς μήπω ἀρξάμενον κινεῖσθαι (οὐ γὰρ ἔστιν ἐν τῷ ἐξ οὗ ἐκινεῖτο) οὔτε ἤδη διεληλυθέναι3 (οὐκέτι γὰρ ἂν ἐπί τι ἐκινεῖτο, ἀλλὰ μεταξὺ ἦν τοῦ τε ἐξ οὗ καὶ τοῦ εἰς ὅ)· εἰ δὲ μεταξύ ἐστιν ἡ κίνησις καὶ οὐδέπω πᾶσα γέγονε, μεριστὴ ἂν εἴη καὶ διαιρετή.

“而同样的道理也适用于大小、运动和时间,直到‘但如果不是诸运动,运动就不是由诸运动构成的’。” 在概括地表明了任何连续者既不由不可分者构成,也不被分割为不可分者之后,由于简而言之连续者有三类——大小、运动和时间——他现在表明,在它们身上适用同样的道理。同样地,要么全部由不可分者构成并被分割为不可分者,要么它们中没有任何一个是如此。首先他表明运动与大小处于相同的状况,然后表明时间与这些也具有相同的道理。至于如果大小由不可分者构成,其上的运动也将由同样多数的不可分运动构成,他一如既往地首先通过提出具体项把问题阐明来予以证明。因为如果大小 ΑΒΓ 是由三个不可分者 Α、Β、Γ 构成的,而某个在大小 ΑΒΓ 上运动的事物 Ω 进行 ΔΕΖ 运动,那么这一运动也将是由某些不可分者构成的。展示这种相似性的问题之具体项展示就是如此。而证明则是按照假言三段论的第二式通过否定后件而成立的。其三段论如下:“如果大小由不可分者构成,运动也由不可分者构成;然而运动并非由不可分者构成,正如我将要表明的;因此大小也不是”。而假言命题是他根据先前表明的事实设立的;因为如果运动追随发生它的大小(正如已经表明的),那么合理的是,如果大小是由不可分者构成的,其上的运动也是如此。至于说“然而运动并非由不可分者构成”的附加前提,他是通过另一种如下的三段论来确立的:“如果运动由不可分者构成,运动着也是由不可分者构成;然而这是不可能的;因此前件也是不可能的”。他又根据第二种不可证式通过如下推理来表明这一假言命题,即“如果运动由不可分者构成,运动着也是由不可分者构成”:他将“运动存在时某物运动着”与“若某物运动着则运动存在”作为可换位的事项接受下来,由此推论出运动处于何种状态,运动着也就处于何种状态,进而联结后件,构成这样的假言命题:“如果运动由不可分者构成,运动着也是由不可分者构成;然而这将被表明是不可能的;因此运动也不由不可分者构成这一结论将随之成立”;若这一点被确立,大小也不由不可分者构成这一点也将同时被证明,而这一点先前本身就已被证明过了。然而现在追加证明的是,运动与大小在不由不可分者构成这一点上处于同样的状况。于是,对于运动的存在与运动着之间的换位,他是作为显而易见的事实来接受的;因为既不可能在运动不存在时某物运动着,也不可能在运动存在时某物不运动。然而他从运动过渡到“运动着”,是因为在后者身上,由不可分者构成所伴随的荒谬相比运动本身更为明显;因为正如我们将会知晓的,反驳运动由不可分的部分构成的证明,正是从“运动着”与“运动已完成”的区别中产生的。于是,在具体项展示中设定了在大小 Α 上运动的事物 Ω 进行了被称为 Δ 的运动之后,他表明在这些运动中的任何一种中运动着的事物都不可能是不可分的,他事先假定了从某处向某处运动着的事物不可能同时既向着它所运动的目的地运动着又已经完成运动、并已经在它曾向之运动的那个地方。因为走向底比斯的事物,不可能在走向底比斯的同时,在行走时就已经在底比斯;相反,走向底比斯先于在底比斯发生。预先假定了这一点之后,他再次回到具体项展示并说道:在不可分线或维度 Α 上(运动 Δ 在其上存在),Ω 在运动着(因为按照运动 Δ,Ω 被设定为在 Α 上运动)。因此必然要么首先在通过,随后才已经通过;要么在通过与已经通过是同时的;因为在它们之间没有任何事物。但是,如果首先在通过,随后才已经通过,运动就是可分的,这一点通过以下事实得到证实:当它正在通过时,它既不是因为尚未开始运动而处于静止(因为它已经不在其曾经出发的起点之中),也不是已经通过完毕(因为〔若是那样〕它就不会再向着某物运动,相反它处于出发点与到达点之间);如果运动处于中间,并且整个运动尚未发生,它就会是具有部分且可分的。

语法注3 条
  1. 6.6ὡς συνελόντι εἰπεῖν

    使用与格分词 συνελόντι 的习惯表达,作为限定说话者视角的限制与格(“简而言之”、“概括地说”),修饰不定式 εἰπεῖν。

  2. 6.6κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν ἐκ τῆς τοῦ ἑπομένου ἀναιρέσεως

    指源于斯多亚学派逻辑的“否定后件的第二假言三段论”(modus tollens:“若A则B;非B;故非A”)推理规则。介词短语 ἐκ τῆς τοῦ ἑπομένου ἀναιρέσεως(“通过否定后件”)解释了这一逻辑操作。

  3. 6.6ὅπερ πιστοῦται διὰ τοῦ, ὅτε διῄει, οὔτε ἠρεμεῖν ὡς μήπω ἀρξάμενον κινεῖσθαι (οὐ γὰρ ἔστιν ἐν τῷ ἐξ οὗ ἐκινεῖτο) οὔτε ἤδη διεληλυθέναι

    由介词 διά 和冠词属格 τοῦ 引导的冠词加不定式结构,其骨干是 διὰ τοῦ ... οὔτε ἠρεμεῖν ... οὔτε ... διεληλυθέναι,中间插入了时间从句 ὅτε διῄει(“当它正在通过时”)以及括号内的理由说明。它构成长句的支撑结构,依附于主句 ὅπερ πιστοῦται(“这一点通过……得到证实”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:932.1-933.29