← 辛普里丘

亚里士多德《物理学》注释

§931.8-931.30

依极限接触与融合否定分割为不可分者

辛普利丘根据亚里士多德的文本(231b15),从极限相切并融合为一的必然性论证了连续者不可被分割为不可分者,并评述和纠正了亚历山大的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5

" Φανερὸν δὲ καὶ ὅτι πᾶν συνεχὲς διαιρετὸν ἕως τοῦ ἓν γὰρ τὸ ἔσχατον καὶ ἅπτεται τῶν συνεχῶν." Δείξας ἐν τοῖς προτέροις ἐπιχειρήμασιν, ὅτι τὸ συνεχὲς οὐ σύγκειται ἐξ ἀμερῶν, νῦν δείκνυσιν ὅτι οὐδὲ διαιρεῖται εἰς ἀμερῆ. ὅτι μὲν γὰρ διαιρετὸν τὸ συνεχὲς μέγεθος ἔχον, πρόδηλον, καὶ ὅτι ἀνάγκη τὸ διαιρούμενον ἢ εἰς διαιρετὰ ἢ εἰς ἀδιαίρετα διαιρεῖσθαι, ὡς προείρηται. οὐ γὰρ ἔστι τι τῆς ἀντιφάσεως μεταξύ. ὅτι δὲ οὐκ εἰς ἀδιαίρετα διαιρεῖται τὸ συνεχές, δείκνυσιν ἐκ τοῦ συμβαίνειν ἀδιαίρετον ἀδιαιρέτου ἅπτεσθαι· εἰ γὰρ ἓν τὰ ἔσχατα τῶν τὸ συνεχὲς ποιούντων γίνεται, ἀνάγκη πρότερον ἅψασθαι αὐτὰ ἀλλήλων, καὶ οὕτως εἰς τὸ ἓν συναλείφεσθαι. ὥστε εἰ ἓν γίνεται, πάντως καὶ ἅπτεται, εἰ μέντοι ἅπτεται, οὐ πάντως ἕν. διὸ ὡς αἴτιον τελικὸν τοῦ ἅπτεσθαι τὸ ἓν γίνεσθαι εἶπεν·1 οὐ γὰρ οἷόν τε ἓν γενέσθαι τὰ μὴ ἁψάμενα μεγέθη. ὅτι δὲ ἀδύνατον ἐξ ἁπτομένων ἀμερῶν γενέσθαι τι συνεχές, τουτέστι μέγεθος, ἔδειξε πρότερον ἐκ τῆς τῶν ἁπτομένων διαιρέσεως. οὔτε γὰρ μέρει δυνατὸν ἅπτεσθαι τὰ ἀμερῆ, οὔτε ὅλον ὅλου ἁπτόμενα τὰ μέρη καὶ ἐφαρμόζοντα ἀλλήλοις συνεχές τι ποιεῖν, διότι τὸ συνεχὲς ἄλλο ἀλλαχοῦ μέρος ἔχει. “κοινότερον δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἐξ ἁπτομένων συγκείμενον μέγεθος λέγεται συνεχές,” καὶ οὕτως ἀκούει ὡς τοῦ Ἀριστοτέλους εἰπόντος ‘ἓν γὰρ τὰ ἔσχατα, ᾗ ἅπτεται τὰ ἔσχατα τῶν συνεχῶν’. μήποτε δὲ οὐ τὸ ἐξ ἁπτομένων εἶπεν συνεχὲς ὁ Ἀριστοτέλης, ἀλλ’ ὅτι τὸ ἔσχατον τῶν συνεχῶν τῶν ποιούντων τι μεῖζον συνεχὲς ἐξ ἑαυτῶν2 ἕν ἐστιν· εἰ δὲ ἕν, καὶ ἅπτεσθαι ἀνάγκη, ὡς εἴρηται· οὐ γὰρ γίνεται ἓν μὴ πρότερον ἁψάμενα.

“而且显然,一切连续者都是可分的,直到‘因为连续者的极限是一,且在接触’。” 在先前的论证中表明了连续者不由不可分者构成之后,他如今表明它也不被分割为不可分者。因为连续者具有大小因而可分,这是显而易见的;而被分割者必然要么被分割为可分者,要么被分割为不可分者,正如前面所说的;因为在矛盾对立之间没有任何事物。另一方面,连续者不被分割为不可分者,他是从不可分者接触不可分者这一推论中表明的;因为如果产生连续者的那些事物的极限成为一,它们必然首先彼此接触,并以这种方式融合为一。因此,如果成为一,无论如何也接触;然而如果接触,却并非无论如何都成为一。因此,他把成为一说成是接触的目的因;因为未曾接触的各大小是不可能成为一的。至于由相互接触的不可分者不可能生成某种连续者,即大小,他在先前从相切者的划分中已经证明过了。因为不可分者既不可能以某一部分接触,各部分整体对整体地接触并彼此重合也不可能产生某种连续者,因为连续者是在此处具有一部分,在彼处具有另一部分。“然而在更宽泛的意义上,”亚历山大说,“由相切者构成的大小被称为连续的,”并且他是这样理解的,仿佛亚里士多德说的是“因为在连续者的极限相切的范围内,极限是一”。然而或许亚里士多德并不是把由相切者构成的事物称为连续的,而是说由其自身产生某种更大的连续者的那些连续者的极限是一;而如果是一,正如所言,它们接触也是必然的;因为事先未曾接触的事物是不会成为一的。

语法注2 条
  1. 6.5ὡς αἴτιον τελικὸν τοῦ ἅπτεσθαι τὸ ἓν γίνεσθαι εἶπεν

    双宾格结构。动词 εἶπεν 的直接宾语是带冠词不定式短语 τὸ ἓν γίνεσθαι(“成为一”),而带 ὡς 的 αἴτιον τελικόν(“作为目的因”)充当谓语宾语。属格 τοῦ ἅπτεσθαι 依附于名词 αἴτιον,表示“接触的”。

  2. 6.5τῶν συνεχῶν τῶν ποιούντων τι μεῖζον συνεχὲς ἐξ ἑαυτῶν

    冠词重复的修饰结构。属格短语 τῶν συνεχῶν(“连续的事物”)被带有重复冠词的分词短语 τῶν ποιούντων...(“由自身产生某个更大的连续者的[事物]”)限定修饰。整个结构充当名词短语 τὸ ἔσχατον 所支配的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:931.8-931.30