← 辛普里丘

亚里士多德《物理学》注释

§929.19-931.7

连续体向不可分者分割之不可能与循环论证

对亚里士多德《物理学》231b10的注解。辛普里丘重构了通过连续者不能被分割为不可分者(点或现在)来证明其并非由相继的不可分者构成的三段论,讨论了亚历山大关于循环论证的疑难及其解答,并引述了源自欧德谟的关于线与圆由奇偶数点构成的几何分割论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4

" Ἔτι διαιροῖτο ἂν εἰς ἀδιαίρετα ἕως τοῦ ἢ εἰς ἀδιαίρετα. τοῦτο δὲ συνεχές." Καὶ τοῦτο οἶμαι τὸ ἐπιχείρημα τοῦ αὐτοῦ δεικτικόν ἐστι τοῦ μηδὲ ἐφεξῆς εἶναι τὰ ἀμερῆ, ὥστε ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον. δηλοῖ δὲ καὶ τὸ ἔτι προσκείμενον, ὅτι πρὸς τὸ αὐτὸ καὶ οὗτος ὁ λόγος πεπόρισται. ἔστι δὲ τοιοῦτος· εἰ ἐκ τῶν ἐφεξῆς ἀμερῶν τὸ συνεχές ἐστι, τουτέστιν ἡ γραμμὴ καὶ ὁ χρόνος, περὶ ὧν εἴρηται τὸ ἑκάτερον, ἡ μὲν ἐκ στιγμῶν, ἡ δὲ ἐκ τῶν νῦν,1 καὶ διαιροῖτο ἄν εἰς τὰ ἐφεξῆς ἀδιαίρετα· ἐξ ὧν γὰρ ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ διαιρεῖται. καὶ ἔστιν αὕτη τοῦ συνημμένου ἡ ἀπόδειξις, ἡ δὲ πρόσληψις λοιπὸν ἐξ ἀναιρέσεως τοῦ ἑπομένου·2 ἀλλὰ μὴν οὐδὲν ἦν τῶν συνεχῶν εἰς ἀμερῆ διαιρετόν. καὶ τὸ συμπέρασμα ἤτοι ἡ ἐπιφορὰ ὡς σαφὴς παρεῖται, ὅτι τὸ συνεχὲς οὐ σύγκειται ἐκ τῶν ἐφεξῆς ἀμερῶν. τὴν δὲ πρόσληψιν τὴν λέγουσαν μηδὲν τῶν συνεχῶν εἰς ἀμερῆ διαιρετὸν εἶναι δείκνυσι μεταλαβὼν τὸ συνεχὲς εἰς τὸ μεταξύ (τὸ γὰρ μεταξὺ ἦν ἡ γραμμὴ καὶ ὁ χρόνος), καὶ λέγει ὅτι ἄλλο γένος οὐχ οἷόν τε εἶναι μεταξὺ τῶν ἀδιαιρέτων (οὐ γὰρ οἷόν τε μεταξὺ τούτων εἶναι τὸ φαιὸν ἢ τὸ χλιαρόν), ἀλλ’ ἢ τὸ διαιρετὸν ἢ τὸ ἀδιαίρετον, καὶ μάλιστα εἰ ἐκ τῶν ἀδιαιρέτων συγκεῖσθαι λέγοιτο τὸ μεταξύ. καὶ γὰρ ἀντιφατική ἐστιν ἡ διαίρεσις ἐν τῷ γένει τούτῳ ἡ τοῦ διαιρετοῦ καὶ ἀδιαιρέτου. εἰ οὖν ἀδιαίρετον μὴ ἔστι τὸ μεταξὺ συνεχές, εἴπερ συγκεῖσθαι λέγεται ἐκ τῶν ἀμερῶν, τὸ δὲ συγκείμενον καὶ διαιρεῖται, ἀνάγκη διαιρετὸν αὐτὸ εἶναι, καὶ ἤτοι εἰς ἀδιαίρετα ἢ εἰς ἀεὶ διαιρετά. ἀλλὰ τοῦ μὴ εἰς ἀδιαίρετα ἐφεξῆς προστίθησι τὴν ὑπόμνησιν· ‘εἰ γὰρ εἰς ἀδιαίρετα, ἔσται ἀδιαίρετον ἀδιαιρέτου ἁπτόμενον’, ἵνα γένηταί τι ἓν ἐξ αὐτῶν· ὅπερ ἀπεδείχθη ἀδύνατον ὄν. ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ὑγιὴς ἡ δεῖξις, εἰ διὰ μὲν τοῦ μὴ διαιρεῖσθαι τὸ συνεχὲς εἰς ἀμερῆ δείκνυσιν, ὅτι μηδὲ σύγκειται ἐξ ἀμερῶν, ὅτε ἔλεγεν ἀλλ’ οὐδὲν ἦν τῶν συνεχῶν εἰς ἀμερῆ διαιρετόν, τὸ δὲ μὴ διαιρεῖσθαι εἰς ἀμερῆ δείκνυσι διὰ τοῦ μὴ ἅπτεσθαι τὰ ἀμερῆ ἀλλήλων, τουτἔστι μὴ συγκεῖσθαι ἀλλήλοις, δι’ οὗ ἔδειξεν ἤδη ὅτι ἐξ ἀμερῶν οὐχ οἷόν τε συγκεῖσθαι τὸ μέγεθος. καὶ λύει τὴν ἔνστασιν λέγων ἄλλο εἶναι τὸ ἐπιχείρημα τὸ ἀπὸ τοῦ μεταξὺ τὸ λέγον, ὅτι ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον, καὶ εἰ διαιρετόν, ἢ εἰς ἀδιαίρετα ἢ εἰς ἀεὶ διαιρετά. εἰ τοίνυν τὸ συνεχὲς μήτε ἀδιαίρετόν ἐστι, μήτε διαιρετὸν εἰς ἀδιαίρετα, ἐξ ἀνάγκης ἂν εἴη διαιρετὸν εἰς ἀεὶ διαιρετά. “καὶ πιστοῦται, φησίν, αὐτὸ ἐκ τούτου. εἰ εἰς ἀδιαίρετα διαιροῖτο, ‘ἔσται ἀδιαίρετον ἀδιαιρέτου ἁπτόμενον’, ἵνα γένηται τὸ συνεχές. μήποτε δὲ οὐδέ, ὡς εἴρηται πρότερον, διάλληλός ἐστιν ἡ δεῖξις,3 ἀλλ’ ἐκ τοῦ μὴ ἅπτεσθαι ἀλλήλων τὰ ἀμερῆ πρότερον μὲν ἔδειξεν, ὅτι οὐ σύγκειται ἐξ ἀμερῶν τὰ συνεχῆ (οὐχ ὅτι ταὐτὸν τὸ ἅπτεσθαι καὶ τὸ συγκεῖσθαι ἤτοι συνεχίζεσθαι, ἀλλ’ ὅτι προηγεῖται πάντως τὸ ἅπτεσθαι τοῦ συνεχίζεσθαι), νῦν δὲ δείκνυσιν ἐκ τοῦ αὐτοῦ πάλιν, ὅτι οὐ διαιρεῖται εἰς ἀμερῆ τὰ συνεχῆ, ἐκ δὲ τούτου ὅτι οὐδὲ σύγκειται ἐξ ἀμερῶν. ὥστε ἄμφω μὲν ἐκ τοῦ μὴ ἅπτεσθαι δείκνυται, τὸ δὲ μὴ συγκείσθαι καὶ ἐκ τοῦ μὴ διαιρεῖσθαι, καὶ οὐκ ἔστιν αὕτη διάλληλος ἡ δεῖξις. μήποτε δὲ ἐπὶ τῶν τοιούτων οὐδὲ ἔστιν ἄτοπος ἡ διάλληλος δεῖξις· εἰ γὰρ μὴ διαιρεῖται εἰς ἀμερῆ, οὐ σύγκειται ἐξ ἀμερῶν, καὶ εἰ μὴ σύγκειται ἐξ ἀμερῶν, οὐ διαιρεῖται εἰς ἀμερῆ· καὶ ἐπὶ πάντων τῶν ἀλλήλοις ἀντακολουθούντων· εἰ γὰρ τέτοκε, γάλα ἔχει, καὶ εἰ γάλα ἔχει, τέτοκεν. Προστίθησι δὲ καὶ τοιαύτας τινὰς ἐπιχειρήσεις ὁ Ἀλέξανδρος ἐκ τοῦ Εὐδήμου λαβών· “εἰ ἔστιν ἐξ ἀμερῶν μέγεθος, ἔσται γραμμὴ γραμμῆς στιγμῇ μείζων. ἀλλ’ εἰ τοῦτο, ἢ οὐ διαιρεθήσεται πᾶσα γραμμὴ δίχα, ἢ εἰ διαιροῖτο, καὶ ἡ ἐκ περισσῶν συγκειμένη διαιροῖτο ἄν. οὕτω δὲ ἂν εἴη καὶ τὸ σημεῖον διαιρούμενον. ἔτι εἰ ὅλως γραμμὴ γραμμῆς σημείῳ μείζων, καὶ κύκλος ἂν εἴη κύκλου· ὥστε ὁ μὲν ἐξ ἀρτίων, ὁ δὲ ἐκ περισσῶν. ἢ οὖν τὸν ἐκ περισσῶν οὐ διαιρήσομεν εἰς ἡμικύκλια ἢ τὸ σημεῖον δίχα διαιρήσομεν.” τὴν δὲ διαίρεσιν ἐποιήσατο τοῦ διαιρετοῦ εἰς ἀδιαίρετα ἢ ἀεὶ διαιρετά, ἵνα τὸ συνεχὲς ἐν τῷ διαιρετῷ εἰς ἀεὶ διαιρετὰ περιγράψῃ.

“此外,它会被分割为不可分者,直到‘或者[被分割]为不可分者。而这是连续的’。”  我认为这一论证也表明了同一点:不可分者甚至不可能以长度或时间由它们生成这样的方式而相继。而添加的“此外”一词也表明,这一说法也是针对同一目的而提出的。其论述如下:如果连续者——即线与时间,关于它们分别说过,前者由点构成,后者由现在构成——是由相继的不可分者构成的,那么它也将被分割为相继的不可分者;因为每一事物由什么构成,也就被分割为什么。这就是条件命题[大前提]的证明,而小前提则来自于对后件的否定:“然而连续者中没有任何事物曾是可分割为不可分者的。”而推论即结论作为显而易见者被略去了:即连续者并非由相继的不可分者构成。至于说明连续者中没有任何事物可分割为不可分者的小前提,他是通过将连续者替换为“中介者”来证明的(因为中介者曾是线与时间),并且他说,不可分者之间不可能存在别的属(因为在它们之间不可能存在灰色或微温),而只能是要么可分者要么不可分者,尤其是若中介者被说成是由不可分者构成的话。因为在这一属中,可分者与不可分者的划分是矛盾对立的。因此,如果中介的连续者不是不可分的——既然它被说成是由不可分者构成的,而被构成者也就被分割——,那么它必然是可分的,且要么[可分]为不可分者,要么[可分]为永远可分者。但是关于它不能[分割]为不可分者,他随后补充了这一提醒:“因为如果[分割]为不可分者,不可分者就将接触不可分者”,以便从它们生成某个单一之物;而这已被证明是不可能的。亚历山大则探讨了这一证明何以是健全的,如果当他说道“然而连续者中没有任何事物曾是可分割为不可分者的”时,他通过连续者不被分割为不可分者来证明它也不由不可分者构成,而不被分割为不可分者则通过不可分者彼此不相切——即彼此不相组合——来证明,而通过这一点他此前已经证明了大小不可能由不可分者构成。他化解这一反驳说,出自中介者的论证是另一个论证,即声称中介者要么是可分的要么是不可分的,而若是可分的,则要么[可分]为不可分者,要么[可分]为永远可分者。因此,如果连续者既非不可分的,亦非可分割为不可分者的,那么它必然是可分割为永远可分者的。“并且,”他[=亚历山大]说,“他由此证实了这一点:如果被分割为不可分者,‘不可分者就将接触不可分者’,以便连续者生成。”然而,或许这一证明甚至不像前文所说的那样是循环论证,而是由于不可分者彼此不相切,他此前证明了连续者不由不可分者构成(并非因为相切与构成即连续化是同一回事,而是因为相切在任何情况下都先于连续化),而如今他再次从同一前提出发,证明了连续者不被分割为不可分者,并由此证明它也不由不可分者构成。因此,两者都是从不相切证明出来的,而不由其构成也是从不被分割证明出来的,这一证明并不是循环的。抑或在诸如此类的事情上,甚至循环证明也并非荒谬;因为如果不被分割为不可分者,也就不由不可分者构成,如果不由不可分者构成,也就不被分割为不可分者;对于所有彼此互蕴的事物也是如此;因为如果她生产了,她就有奶,如果有奶,她就生产了。亚历山大还补充了取自欧德谟的若干此类论证:“如果大小由不可分者构成,那么线将比线大一个点。但若如此,要么并非每一条线都能被二等分,要么如果被分割,由奇数[点]构成的线也将被分割。而这样一来,点也将成为被分割的了。此外,如果一般来说线比线大一个点,那么圆也将比圆[大一个点];以至于一个由偶数[点]构成,另一个由奇数[点]构成。因此,我们要么不把由奇数构成的圆分割为半圆,要么把点二等分。”而他把可分者划分为〔可分割为〕不可分者或〔可分割为〕永远可分者,是为了在可分割为永远可分者之中界定连续者。

语法注3 条
  1. 6.4περὶ ὧν εἴρηται τὸ ἑκάτερον, ἡ μὲν ἐκ στιγμῶν, ἡ δὲ ἐκ τῶν νῦν

    περὶ ὧν 是指代前行词(ἡ γραμμὴ καὶ ὁ χρόνος)的关系代词短语。τὸ ἑκάτερον 作同位语主语,随后通过分配结构展开:ἡ μὲν [sc. γραμμὴ] ἐκ στιγμῶν [sc. εἶναι], ἡ δὲ [sc. ὁ χρόνος] ἐκ τῶν νῦν [sc. εἶναι],其中承前省略了相应名词与系词不定词。

  2. 6.4ἡ πρόσληψις λοιπὸν ἐξ ἀναιρέσεως τοῦ ἑπομένου

    逻辑学术语中,πρόσληψις 指假言三段论的“小前提”(assumptio),συνημμένον 指条件命题(大前提),ἑπόμενον 指“后件”。ἐξ ἀναιρέσεως τοῦ ἑπομένου(“出于对后件的否定”)明确指出了否定后件律(modus tollens)的论证形式。

  3. 6.4μήποτε δὲ οὐδέ, ὡς εἴρηται πρότερον, διάλληλός ἐστιν ἡ δεῖξις

    μήποτε 带直说式表达审慎的断言或提议(“或许并不……”)。术语 διάλληλος δεῖξις 指古代逻辑与注疏中的“循环论证”(相互证明)。辛普里丘在此提出自己的解释,通过梳理先后论证之前提差异来化解循环论证的嫌疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:929.19-931.7