← 辛普里丘

亚里士多德《物理学》注释

§927.24-929.18

点与现在的不相继性及同类性问题

辛普里丘注解了亚里士多德关于相继性的反驳(231b6),阐明了点与点、现在与现在不可能相继的第二格三段论,探讨了线与点、时间与现在的同类性问题,并比较了欧德谟与亚历山大的不同解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3

" Ἀλλὰ μὴν οὐδὲ ἐφεξῆς ἔσται στιγμὴ στιγμῆς ἕως τοῦ καὶ τῶν νῦν χρόνος." Δείξας ὅτι οὐδὲ ὡς ἐκ συνεχῶν στιγμῶν ἢ τῶν νῦν οὐδὲ ὡς ἐξ ἁπτομένων δυνατὸν ἕν τι γενέσθαι μέγεθος, ἐκ περιουσίας δείκνυσιν, ὅτι καὶ ἐκ τῶν ἐφεξῆς στιγμῶν ἢ τῶν νῦν εἴ τις νομίζει γίνεσθαί τι μῆκος ἢ χρόνον, οὐ καλῶς οἴεται. πρῶτον μὲν ὅτι κἄν, εἰ ἐφεξῆς ἦν ταῦτα ἀλλήλοις, οὐκ ἐποίει τι ἓν1 ἀνομογενοῦς τινος ὄντος μεταξύ, ἔπειτα ὅτι οὐ μόνον συνεχεῖς ἀλλήλαις ἀδύνατον εἶναι τὰς στιγμὰς καὶ ἁπτομένας ἀλλήλων, ἀλλ’ οὐδὲ ἐφεξῆς ἀλλήλαις αὐτὰς εἶναι δυνατόν. καὶ ἔστιν ἐκ τοῦ μᾶλλον τὸ ἐπιχείρημα. εἰ γὰρ ἐφεξῆς ἀλλήλαις ἀδύνατον εἶναι τὰς στιγμάς, πολλῷ μᾶλλον ἅπτεσθαι ἀλλήλων ἀδύνατον, εἴπερ τὰ ἁπτόμενα πρὸς τῷ ἐφεξῆς εἶναι καὶ ἅμα ἔχει τὰ πέρατα· καὶ ἔτι μᾶλλον συνεχεῖς εἶναι ἀδύνατον, εἰ τὰ πέρατα αὐτῶν εἰς ἓν συντρέχειν ἀνάγκη τῶν μερῶν ἄλλου ἀλλαχῇ κατὰ τόπον διεστῶτος. ὅτι δὲ οὐκ εἰσὶν ἐφεξῆς ἀλλήλαις αἱ στιγμαί, δείκνυσι τῷ ὁρισμῷ τοῦ ἐφεξῆς προσχρώμενος καὶ πάλιν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος οὕτως· ἐφεξῆς ἐστιν ὧν μηδέν ἐστι μεταξὺ συγγενές, ὡς οἰκίαι ἐφεξῆς ἀλλήλαις ὧν μὴ ἔστιν οἰκία τις μεταξύ, κἂν δένδρον ἢ ἄλλο τι μεταξὺ τυγχάνῃ ἢ ἀργὸς τόπος. τῶν δὲ στιγμῶν ἔστι τι μεταξὺ ὁμογενὲς γραμμὴ καὶ τῶν νῦν χρόνος. συνάγεται οὖν ὅτι οὔτε αἱ στιγμαὶ ἐφεξῆς εἰσιν οὔτε τὰ νῦν. καὶ ὅτι μὲν μεταξὺ δυεῖν στιγμῶν πανταχοῦ γραμμή ἐστι καὶ μεταξὺ δυεῖν νῦν χρόνος, πρόδηλον· πῶς δὲ ὁμογενὲς ἡ γραμμὴ ταῖς στιγμαῖς; ἢ ὡς πέρας ἐκείνου οὗ ἐστι πέρας, ὡς ἐν Ἠθικοῖς τὴν ἡδονὴν συγγενῆ τὴν οἰκείαν ἔδειξε τῇ ἐνεργείᾳ, ἧς ἐστι πέρας. ἀλλ’ εἰ τὸ μὲν σημεῖον ὁμογενὲς τῇ γραμμῇ, τὸ δὲ νῦν τῷ χρόνῳ, ποσὰ δὲ ἡ γραμμὴ καὶ ὁ χρόνος, ποσὰ ἄν εἴη καὶ τὸ σημεῖον καὶ τὸ νῦν, εἰ μὴ ἄρα ὑπὸ τὸ ποσὸν καὶ ταῦτα ὡς ποσοῦ πέρατα.2 ὑπὸ γάρ τινα ἂν ἄλλην εἴη κατηγορίαν, εἴπερ χρὴ πᾶν τὸ ἐν ὑποστάσει ὑπό τινα τῶν δέκα κατηγοριῶν ἀναχθῆναι. εἰ δὲ ἐν παντὶ χρόνῳ ἔστι νῦν καὶ ἐν πάσῃ γραμμῇ σημεῖον, ὧν μεταξύ ἐστι γραμμὴ καὶ χρόνος, τούτων μεταξὺ ἄν εἴη σημεῖον καὶ τὸ νῦν, εἰ μὴ ἄρα δυνάμει καὶ οὐκ ἐνεργείᾳ ἐστὶν ἐν τῇ γραμμῇ στιγμὴ καὶ ἐν τῷ χρόνῳ τὸ νῦν, ἢ τὸ δυνάμει ὂν δύναται καὶ ἐνεργείᾳ γίνεσθαι. Ὁ δὲ Εὔδημος τῷ ἐπιχειρήματι οὕτως ἐχρήσατο “εἰ γάρ ἐστι, φησίν, ἐφεξῆς τὰ ἀμερῆ, δεῖ πάντως εἶναί τι αὐτῶν μεταξὺ μὴ ὁμογενές, ὥστε στιγμὴ μὲν οὐκ ἂν εἴη, γραμμὴ δὲ ἢ κενὸν μεταξὺ στιγμῶν ἐν μήκει. οὐκ ἔσται οὖν ἐκ τῶν στιγμῶν ἡ γραμμή· οὐ γὰρ ἐν αὐτῇ αἱ ἐφεξῆς στιγμαί· εἰ δὲ κενόν, πλέον ἔσται τὸ κενὸν ἐν τοῖς συνεχέσι τῶν ἐξ ὧν, τουτέστι τῶν ἐφεξῆς λεγομένων στιγμῶν, ἢ οὐδὲ ἔσται μέγεθος ὅλως. ὥσπερ γὰρ ἁπτόμεναι δύο στιγμαὶ μῆκος οὐδὲν ποιοῦσιν, οὕτως οὐδὲ στιγμὴ καὶ κενόν.” μήποτε οὖν ὀρθῶς ἐνόησε τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ὁ Εὔδημος,3 ὅτι οὐχ ἁπλῶς ἀναιρεῖ τὸ ἐφεξῆς εἶναι στιγμὴν στιγμῇ ἢ τὸ νῦν τῷ νῦν, ἀλλὰ τὸ οὕτως εἶναι ἐφεξῆς, ὥστε ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον. εἰ γὰρ μεταξὺ τῶν στιγμῶν καὶ τῶν νῦν γραμμή ἐστι καὶ χρόνος, πῶς ἐκ τῶν ἐφεξῆς στιγμῶν εἴη ἂν συγκειμένη ἡ γραμμή, εἴπερ πέρατα μόνον αὐτῆς εἰσιν αἱ ἐφεξῆς στιγμαί; Ὁ δὲ Ἀλέξανδρος καὶ οὕτως ἐπεχείρησε τῷ λόγῳ· “ὁμογενῆ, φησίν, τῶν σημείων τὴν γραμμὴν εἶπεν καὶ τῶν νῦν τὸν χρόνον κατ’ αὐτοὺς ἐκείνους, εἴγε ἕκαστον αὐτῶν ἐξ ἀμερῶν σύγκειται, ὡς αὐτοί φασιν, ἡ μὲν γραμμὴ τῶν σημείων, ὁ δὲ χρόνος τῶν νῦν. ὥστε κατ’ αὐτοὺς ἐκείνους οὐκ ἐφεξῆς τὰ σημεῖα, εἴ γε τὸ ἐξ αὐτῶν γινόμενον κατ’ αὐτοὺς μεταξύ ἐστιν αὐτῶν, ὂν αὐτοῖς ὁμογενές.” καὶ ἔοικεν ὁ Ἀλέξανδρος πανταχοῦ τὸ ἐφεξῆς νομίζειν ἀναιρεῖν τὸν Ἀριστοτέλη, ἀλλὰ μὴ τὸ οὕτως ἐφεξῆς εἶναι, ὥστε ἐκ τούτων τὸ μῆκος εἶναι ἢ τὸν χρόνον. ὅπερ σαφῶς δι’ αὐτῶν τῶν λέξεων ὁ Ἀριστοτέλης ἐσήμανεν.

“而且点也不会与点相继,直到‘而且现在的中间是时间’。” 在证明了一个大小既不可能由连续的点或现在生成,也不可能由相切的点或现在生成之后,他又为了万全而证明,即便有人认为某种长度或时间是由相继的点或现在生成的,其想法也是不正确的。首先,即便这些彼此相继,由于其中间存在某种不同类之物,它们也不会构成某个单一之物;其次,点不仅不可能彼此连续且彼此相切,而且它们甚至不可能彼此相继。这一论证是本着“举轻明重”而作出的。因为如果点彼此相继是不可能的,那么它们彼此相切就更不可能了,既然相切者除了相继之外,其界限也在一处;而它们连续就更加不可能了,如果在诸部分在空间位置上各处分离的情况下,它们的界限必须合而为一的话。至于点彼此并不相继,他通过运用“相继”的定义,并再次以第二格作如下推论来加以证明:相继者是其中间没有任何同类之物者,正如房屋之间若没有房屋便彼此相继,即便中间恰好有树木或其他东西,抑或空地。但在点与点之间存在某种同类之物,即线,而在现在与现在之间存在时间。因此推得,点既不相继,现在也不相继。在两点之间处处有线,在两个现在之间处处有时间,这是显而易见的;但线何以与点同类?抑或是作为界限与其所界限者同类,正如在《伦理学》中他指出本己的快乐与其作为界限的现实活动是同类的?然而,如果点与线同类,现在与时间同类,而线与时间是数量,那么点与现在也将是数量,除非这些作为数量的界限也[从属于]数量。因为,如果凡在实体中存在者都必须归于十个范畴之一,它们就应当归于某一其他范畴。而如果在所有时间中都有现在,在所有线中都有点,那么在其中间有线和时间的事物之间,就应当有点和现在,除非在条线中点是潜在的而非现实的,在时间中现在也是潜在的,抑或潜在存在者也可以成为现实。欧德谟则如下运用了这一论证:“因为,”他说,“如果不可分者相继,那么它们之间必定有某种非同类之物,以至于在长度中的点与点之间不会是点,而是线或虚空。因此线不会由点生成;因为相继的点并不在其中;但若是虚空,连续者之中的虚空将大于由其构成之物,即所谓的相继之点,否则就根本不会有大小。因为正如相切的两个点不产生任何长度,点与虚空也同样如此。”难道欧德谟不是正确地理解了亚里士多德所说的话吗?即他并非简单地否定点与点相继或现在与现在相继,而是否定以长度或时间由它们构成这样的方式相继。因为如果在点之间和现在之间有线和时间,如果相继的点仅仅是线的界限,线又怎能是由相继的点组成的呢?而亚历山大也如下探讨了这一说法:“他说,”他写道,“线与点同类,时间与现在同类,乃是依循那些人自身的说法,如果真如他们所说,它们各自是由不可分者构成的,即线由点构成,时间由现在构成。因此按照那些人自己的说法,点并不相继,如果在他们看来由它们生成之物存在于它们之间,且与它们同类的话。”亚历山大似乎认为亚里士多德否定了所有相继,而非仅仅否定以长度或时间由它们构成这样的方式相继——而这正是亚里士多德通过字面明白指示出的。

语法注3 条
  1. 6.3κἄν, εἰ ἐφεξῆς ἦν ταῦτα ἀλλήλοις, οὐκ ἐποίει τι ἓν

    κἄν 是 καὶ ἄν 的缩合;这里的 ἄν 越过随后的条件从句(εἰ ἐφεξῆς ἦν...),与归结从句中的未完成过去时动词 οὐκ ἐποίει 搭配,构成反事实条件句。

  2. 6.3εἰ μὴ ἄρα ὑπὸ τὸ ποσὸν καὶ ταῦτα ὡς ποσοῦ πέρατα

    在由 εἰ μὴ ἄρα(“除非确实……”)引导的除外分句中,动词(承前省略了 εἴη 或补充为 ὑπάγεται 等)被省略。καὶ ταῦτα 作为主语,指代“这些[即点和现在]也是”。

  3. 6.3μήποτε οὖν ὀρθῶς ἐνόησε τὸ ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ὁ Εὔδημος

    μήποτε 与直陈式过去时(ἐνόησε)连用,是一种以疑问形式表达谨慎或委婉肯定的惯用句式(“欧德谟难道不是正确地理解了……吗?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:927.24-929.18