← 辛普里丘

亚里士多德《物理学》注释

§926.22-927.23

点无法通过接触构成大小的论证

针对亚里士多德在《物理学》卷六第一章(231a29)中关于点即便通过接触也不能构成大小的论证,辛普里丘通过审视接触的诸种方式(整体与整体、部分与整体、部分与部分),解释了无部分的点只能完全重合,因而无法产生具有在位置上分离的部分的大小。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2

" Ἔτι ἀνάγκη ἤτοι συνεχεῖς εἶναι τὰς στιγμὰς ἕως τοῦ καὶ τόπῳ κεχωρισμένα." Ἐπειδὴ δοκεῖ τινα μεγέθη συνεχῆ γίνεσθαι ἐκ μὴ συνεχῶν ἀλλ’ ἁπτομένων, ὡς ὁ τοῖχος ἐκ τῶν πλίνθων, ὅτι μηδὲ οὕτως ἐκ σημείων ἢ ἐξ ἀμερῶν ὅλως δύναται μέγεθός τι γίνεσθαι, δείκνυσι προλαβών, ὅτι εἰ τι γίνεται συνεχὲς ἐκ στιγμῶν, ἢ ἐκ συνεχιζομένων αὐτῶν γίνεσθαι ἢ ἐξ ἁπτομένων ἀνάγκη, καὶ ὅτι συνεχεῖς οὐ γίνονται διὰ τὰ προδεδειγμένα.1 καὶ λοιπὸν ἐπάγει ὅτι οὐδὲ ἁπτόμεναι αἱ στιγμαὶ ποιοῦσί τι συνεχές. καὶ πρόχειρον μὲν ἦν δεῖξαι, ὅτι οὐδὲ ἅπτονται ἀλλήλων αἱ στιγμαί, εἴπερ ἅπτεται μὲν ἐκεῖνα ὧν τὰ πέρατα ἅμα, αἱ δὲ στιγμαὶ πέρατα οὖσαι πέρας οὐκ ἔχουσιν. ὁ δὲ τοὺς τρόπους ἐκθέμενος ἐκ διαιρέσεως, καθ’ οὓς ἅπτεσθαι λέγοιτο ἄν τινα ἀλλήλων, καὶ εἰπὼν ὅτι ἢ ὅλον ὅλου ἅπτεται ὡς σημεῖον σημείου ἢ αἱ ἐφαρμόζουσαι ἀλλήλαις γραμμαί, ἢ τὸ μὲν κατὰ μόριον τὸ δὲ καθόλου ὡς γραμμὴ σημείου, ἢ κατὰ μόρια ὡς γραμμὴ γραμμῆς κατὰ σημεῖον (μόριον γάρ πως τοῦ ὅλου τὸ σημεῖον), ἐπάγει ὅτι ἀμερεῖς οὖσαι αἱ στιγμαὶ οὔτε κατὰ μέρη οὔτε ὡς ὅλον μέρους ἀλλήλων ἐφάψονται, ἀλλ’ εἰ ἄρα, ὡς ὅλον ὅλου, ὡς ἐφαρμόζειν ἀλλήλοις. ταῦτα δὲ ἁπτόμενα μὲν οὐκ ἂν λέγοιτο κυρίως, εἴπερ ἁπτόμενα ἦν, ὧν τὰ πέρατα ἀλλήλοις ἐφαρμόζει, ἀλλ’ οὐχ ὅλα ὅλοις. εἰ δὲ καὶ συγχωρήσοι τις καὶ ταῦτα ἁπτόμενα καλεῖν ἢ κατ’ ἄλλον τρόπον πελάζειν ἀλλήλοις, οὐκ ἂν ἐκ τῶν τοιούτων γένοιτό τι μέγεθος· τό τε γὰρ ἐκ συνεχῶν γινόμενον μέγεθος καὶ τὸ ἐξ ἁπτομένων μέρη ἔχει, τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, τὸ δὲ ἐξ ἀμερῶν οὐκ ἔχει. ὥστε οὐδὲ ἐξ ἁπτομένων τῶν σημείων γίνοιτο ἄν τι μέγεθος. καὶ ἡ μὲν πρώτη δεῖξις προῆλθεν ἀπὸ τοῦ μὴ ἔχειν πέρατα τὰ σημεῖα, αὕτη δὲ ἀπὸ τοῦ μέρη μὴ ἔχειν· ἄλλο2 δὲ τὸ πέρας καὶ ἄλλο τὸ μέρος, κἂν αὐτὸς νῦν δοκῇ τῷ πέρατι ὡς μέρει κεχρῆσθαι.3 εἰπὼν δὲ ὅτι τὸ συνεχὲς ἔχει τὸ μὲν ἄλλο τὸ δὲ ἄλλο μέρος, ἐπήγαγεν καὶ διαιρεῖται εἰς οὕτως ἕτερα καὶ τόπῳ κεχωρισμένα. τὸ γὰρ συνεχές, ἐπειδὴ μήτε σύγκειται ἐξ ἀμερῶν μήτε διαιρεῖται εἰς ἀμερῆ, εἰς συνεχῆ διαιρεῖται. ὥστε μὴ τὸ ὅλον μόνον, ἀλλὰ καὶ τῶν μερῶν ἕκαστον τῶν ἐξ αὐτοῦ διῃρημένων τὸ μὲν ἄλλο μέρος ἔχειν τὸ δὲ ἄλλο, οὐ τῷ λόγῳ μόνον κεχωρισμένα, ὥσπερ αἱ τοῦ μήλου ποιότητες, ἀλλὰ καὶ τῷ τόπῳ.

“此外,点必然要么是连续的”至“并且在位置上也是分离的”。 由于某些连续的大小似乎是由不连续而是相接触的事物生成的,例如墙由砖块生成,因而他指出,即便以这种方式,任何大小也绝不可能由点或根本由无部分者生成;他预先设定:如果某种连续之物由点生成,则它必然要么由它们处于连续中生成,要么由它们相接触而生成,而且由于此前已证明的理由,它们不可能成为连续的。随后他进而指出,即使相接触的点也不会造成某种连续之物。要表明点彼此之间甚至并不相接触,原本是轻而易举的,只要那些界限在一起的事物才是相接触的,而点本身作为界限却并不具有界限。但他通过区分列举了某些事物可以被说成彼此接触的诸种方式,并指出:要么整体接触整体,如点接触点或彼此重合的线;要么一者按部分而另一者作为整体而接触,如线接触点;要么按部分接触,如线在点上接触线(因为点在某种意义上是整体的部分);随后他指出,点既然是无部分的,它们彼此接触既不会按部分,也不会作为整体接触部分,而至多是整体接触整体,从而彼此重合。然而这些严格说来并不能称作接触,只要接触者是界限彼此重合,而不是整体与整体重合。即使有人同意把这也称作接触,或者以另一种方式彼此临近,由这类事物也不会生成任何大小;因为无论由连续者生成的大小还是由接触者生成的大小都具有诸部分,即这一部分与另一部分,而由无部分者生成的大小则不具有。因此,即使由相接触的点,也不会生成任何大小。第一次证明是从点不具有界限出发的,而这次证明则是从点不具有部分出发的;界限是一回事,部分是另一回事,即使他本人现在似乎把界限当作部分来使用。在说明了连续者具有这一部分与另一部分之后,他接着补充道:“并且它被分割为这样相异且在位置上分离的诸部分。”因为连续者既然既不是由无部分者构成,也不是被分割为无部分者,它就是被分割为连续者。因此,不仅整体,而且由它分割出的各个部分也都具有这一部分与另一部分,它们不仅在定义上是分离的,就像苹果的各种性质一样,而且在位置上也是分离的。

语法注3 条
  1. 6.2δείκνυσι προλαβών, ὅτι εἰ τι γίνεται συνεχὲς ἐκ στιγμῶν, ἢ ἐκ συνεχιζομένων αὐτῶν γίνεσθαι ἢ ἐξ ἁπτομένων ἀνάγκη, καὶ ὅτι συνεχεῖς οὐ γίνονται διὰ τὰ προδεδειγμένα.

    分词 προλαβών 支配由 καί 连接的两个 ὅτι 从句。第一个从句包含一个条件结构(εἰ τι γίνεται... ἀνάγκη),第二个从句重申此前已证明的命题(即点不可能成为连续的);二者共同作为主动词 δείκνυσι 所引出的证明之前提。

  2. 6.2ὥστε μὴ τὸ ὅλον μόνον, ἀλλὰ καὶ τῶν μερῶν ἕκαστον τῶν ἐξ αὐτοῦ διῃρημένων τὸ μὲν ἄλλο μέρος ἔχειν τὸ δὲ ἄλλο

    由 ὥστε 引导的结果从句,以不定式 ἔχειν 为核心,其意义上的主语为宾格短语 μὴ τὸ ὅλον μόνον, ἀλλὰ καὶ τῶν μερῶν ἕκαστον(其中 τῶν μερῶν 为修饰 ἕκαστον 的部分属格)。短语 τὸ μὲν ἄλλο μέρος τὸ δὲ ἄλλο 则是 ἔχειν 的并列宾语。

  3. 6.2κἂν αὐτὸς νῦν δοκῇ τῷ πέρατι ὡς μέρει κεχρῆσθαι

    由 κἂν(καὶ ἐάν)引导并接虚拟式 δοκῇ 的让步从句。主语 αὐτός 指亚里士多德;这是注解者的保留性说明,意为“即便他本人(亚里士多德)现在似乎把界限当作部分来使用”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:926.22-927.23