← 辛普里丘

亚里士多德《物理学》注释

§925.3-926.21

关于连续大小并非由不可分者构成的证明

针对亚里士多德《物理学》第六卷开篇(231a21)关于连续大小不可能由无部分者(如点)构成的普遍命题,辛普里丘概述了早期原子论者的观点,并解释了关于线与点的三段论证明结构及对相关异议的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

" Εἰ δέ ἐστι συνεχὲς καὶ ἁπτόμενον ἕως τοῦ ἕτερον γὰρ τὸ ἔσχατον, καὶ οὗ ἔσχατον." Πέντε ὄντων ἐν τοῖς οὖσι μεγεθῶν, γραμμῆς ἐπιφανείας σώματος καὶ ἔτι κινήσεως καὶ χρόνου, τὸ μὲν συγκεῖσθαι ἕκαστον ἐξ ἐκείνων τῶν μερῶν εἰς ἃ καὶ διαιρεῖται, κοινή τις πᾶσιν ἔδοξεν ἔννοια. ἰδίᾳ δὲ λοιπὸν οἱ μὲν ἐπ’ ἄπειρον πᾶν τὸ ληφθὲν μέγεθος εἰς μεγέθη διαιρεῖσθαι νομίζουσιν, ὡς μηδέποτε τῆς διαιρέσεως εἰς ἀμερῆ καταληγούσης, καὶ διὰ τοῦτο καὶ ἐκ μερῶν συγκεῖσθαι τὰ μεγέθη λέγουσι καὶ οὐκ ἐξ ἀμερῶν· οἱ δὲ τῆς ἐπ’ ἄπειρον τομῆς ἀπεγνωκότες, ὡς οὐ δυναμένων ἡμῶν ἐπ’ ἄπειρον τεμεῖν καὶ ἐκ τούτου πιστώσασθαι τὸ ἀκατάληκτον τῆς τομῆς, ἐξ ἀδιαιρέτων ἔλεγον ὑφεστάναι τὰ σώματα καὶ εἰς ἀδιαίρετα διαιρεῖσθαι. πλὴν ὅτι Λεύκιππος μὲν καὶ Δημόκριτος οὐ μόνον τὴν ἀπάθειαν αἰτίαν τοῖς πρώτοις σώμασι τοῦ μὴ διαιρεῖσθαι νομίζουσιν, ἀλλὰ καὶ τὸ σμικρὸν καὶ ἀμερές, Ἐπίκουρος δὲ ὕστερον ἀμερῆ μὲν οὐχ ἡγεῖται, ἄτομα δὲ αὐτὰ διὰ τὴν ἀπάθειαν εἶναί φησι. καὶ πολλαχοῦ μὲν τὴν Λευκίππου καὶ Δημοκρίτου δόξαν ὁ Ἀριστοτέλης διήλεγξεν, καὶ δι’ ἐκείνους ἴσως τοὺς ἐλέγχους πρὸς τὸ ἀμερὲς ἐνισταμένους ὁ Ἐπίκουρος ὕστερον μὲν γενόμενος, συμπαθῶν δὲ τῇ Λευκίππου καὶ Δημοκρίτου δόξῃ περὶ τῶν πρώτων σωμάτων, ἀπαθῆ μὲν ἐφύλαξεν αὐτά, τὸ δὲ ἀμερὲς αὐτῶν παρείλετο, ὡς διὰ τοῦτο ὑπὸ τοῦ Ἀριστοτέλους ἐλεγχομένων. νῦν μέντοι ὁ Ἀριστοτέλης καθόλου δεῖξαι προτίθεται, ὅτι οὐ συνέστηκεν ἐξ ἀμερῶν τὰ μεγέθη τὰ συνεχῆ διάστασιν ἔχοντα. καὶ πρῶτον μὲν ἐπὶ τῶν τοῦ σώματος μεγεθῶν αὐτὸ δείκνυσι, καὶ τότε ἐπὶ κινήσεως καὶ χρόνου. ἐπειδὴ δέ ἐστί τινα μεγέθη καὶ ἐξ ἁπτομένων τινῶν συγκείμενα, ὡς οἰκία, ὡς σωρός, ὅτι οὐδὲ τὸ τοιοῦτο μέγεθος ἐξ ἀμερῶν δυνατὸν γενέσθαι συναποδείκνυσιν. εἰ οὖν πᾶν μέγεθος ἢ ὡς ἐκ συνεχῶν σύγκειται τῶν μερῶν ἢ ὡς ἐξ ἁπτομένων, τὰ δὲ ἀμερῆ οὔτε συνεχῆ δύναται γενέσθαι ἀλλήλοις οὔτε ἁπτόμενα, οὐδὲν ἂν εἴη μέγεθος ἐξ ἀμερῶν συγκείμενον. καὶ δείκνυσιν ἐπὶ τῆς γραμμῆς καὶ τῶν στιγμῶν πρῶτον, ὅτι ἀδύνατον συνεχῆ οὖσαν τὴν γραμμὴν ἐκ στιγμῶν εἶναι. δείκνυσι δὲ αὐτὸ οὕτως· ἡ γραμμὴ συνεχὴς οὖσα ἐκ μερῶν ἐστι συνεχῶν· συνεχῆ δὲ ἦν ὧν τὰ ἔσχατα ἕν· εἰ οὖν ἡ γραμμὴ ἐκ τῶν τὰ ἔσχατα ἓν ἐχόντων μερῶν ἐστιν,1 αἱ δὲ στιγμαὶ τὰ ἔσχατα ἓν οὐκ ἔχουσιν, οὐκ ἂν εἶεν ἐκ στιγμῶν αἱ γραμμαί, κατὰ τὴν τοῦ δευτέρου σχήματος συναγωγήν.2 καὶ ὅτι μὲν συνεχὴς ἡ γραμμὴ καὶ ἐκ συνεχῶν μερῶν, ὧν τὰ ἔσχατα ἕν, πρόδηλον. ὅτι δὲ τῶν στιγμῶν οὐκ ἔστιν ἓν τὰ ἔσχατα, δείκνυσιν ἐκ τοῦ ὧν ἐστιν ἔσχατον ἄλλο μὲν τὸ ἔσχατον εἶναι, ἄλλο δὲ ἐκεῖνο τὸ οὗ ἔσχατόν ἐστιν. εἰ οὖν ἡ στιγμὴ ἀμερὴς καὶ οὐκ ἔστι τι αὐτῆς ἔσχατον, οὐκ ἂν εἴη δυεῖν στιγμῶν τὰ ἔσχατα ἕν, ὥστε καὶ ἕν τι ἐξ αὐτῶν γενέσθαι. οὐκ ἄρα συνεχές τι ἐκ στιγμῶν οἷόν τε γενέσθαι. εἰ δὲ λέγοι τις, ὅτι τὸ πέρας οὐκ ἔστι μέρος, καὶ διὰ τοῦτο οὐδὲν κωλύει τοῦ ἀμεροῦς εἶναι πέρας, ὁμολογεῖ καὶ οὗτος, ὅτι οὐ ταὐτόν ἐστι τὸ ὅλον καὶ τὸ πέρας. ἔστιν οὖν καὶ ἄλλο τι παρὰ τὸ πέρας· ἐν δὲ τῇ στιγμῇ οὐκ ἔστιν. ὅλως δὲ τὸ ἔχον πέρας καὶ ἀρχὴν ἔχει καὶ μέσον, ὥστε καὶ μόριον. δέδεικται οὖν, ὅτι ἀδύνατον ἐξ ἀμερῶν εἶναι τὸ συνεχές. τὰ γὰρ ἐπὶ γραμμῆς εἰρημένα καὶ ἐπὶ ἄλλων συνεχῶν ῥηθήσεται· οὐ γὰρ διότι στιγμαὶ ἀλλ’ ὅτι ἀμερῆ, ἀληθῆ τὰ ἐπ’ αὐτῶν εἰρημένα. ἀμερῆ δὲ καὶ τὰ νῦν καὶ αἱ μονάδες, ὥστε καὶ εἰ σώματά τινες ἀμερῆ λέγοιεν, ὡς ὁ Διόδωρος οἴεται δεικνύναι, καὶ ἐπ’ ἐκείνων τὰ αὐτὰ ῥηθήσεται.

“如果连续的和接触的是”至“因为极限与具有该极限者乃是不同的”。 在存在者中存在五种大小,即线、面、物体,以及运动和时间,每一种大小都是由它所被分割成的那些部分构成的,这在所有人看来是一个共同概念。然而在个别方面,一方面有人认为,任何被取得的大小都向着大小被无限分割,理由是分割决不会终止于无部分者,因此他们也主张大小是由部分构成,而不是由无部分者构成;另一方面的人则放弃了无限切分,理由是我们无法进行无限的切分,并由此确证切分的不可终止性,于是他们主张物体是由不可分者构成,并且被分割为不可分者。不过,留基伯和德谟克利特认为,原初物体不被分割的原因不仅是不受作用性,而且还有微小与无部分性;而后来的伊壁鸠鲁则不认为它们是无部分者,而是说它们由于不受作用性乃是原子。亚里士多德在许多地方驳斥了留基伯和德谟克利特的观点;也许由于那些针对无部分性提出异议的反驳,后世出生的伊壁鸠鲁虽然同情留基伯和德谟克利特关于原初物体的观点,保留了它们的不受作用性,却去除了它们的无部分性,因为它们正因此而受到亚里士多德的驳斥。然而现在,亚里士多德打算普遍地表明,具有连续延伸的大小并非由无部分者构成。他首先在物体的大小上展示这一点,随后在运动和时间上展示。而且,由于某些大小也是由某些相互接触的事物构成的,例如房屋或堆,他也一同证明,这样的大小同样不可能由无部分者生成。因此,如果一切大小要么是由连续的部分构成,要么是由接触的部分构成,而无部分者彼此之间既不能成为连续的,也不能接触,那么就不会有任何由无部分者构成的大小。他首先在线与点上表明,线作为连续者不可能由点构成。他是这样证明的:线作为连续者是由连续的部分构成的;而连续者曾被定义为极限为一者;因此,如果线是由极限为一的部分构成的,而点并不具有同一的极限,那么按照第二格的推论,线就不会是由点构成的。线是连续的并且由极限为一的连续部分构成,这是显而易见的。至于点的极限并非为一,他从这一事实来表明:在具有极限的事物中,极限是一回事,而以之为极限的那个事物则是另一回事。因此,如果点是无部分的且没有任何属于它的极限,那么两个点的极限就不可能是同一的,从而由它们生成某种单一之物。因此,不可能由点生成某种连续之物。但如果有人说界限不是部分,因而并不妨碍无部分者具有界限,那么此人也承认整体与界限并不是同一的。因此除了界限之外还有某种别的东西;但在点之中却不存在。大凡具有界限者,亦具有始点和中点,因而亦具有部分。因此已被证明,连续者不可能由无部分者构成。因为就线所说的话,也将就其他连续者而说;因为并非由于它们是点,而是由于它们是无部分者,关于它们所说的话才是真实的。现在以及单子也是无部分的,因此即使有人说物体是无部分的,正如狄奥多洛自以为证明的那样,关于它们也将说出同样的话。

语法注2 条
  1. 6.1ὧν ἐστιν ἔσχατον ἄλλο μὲν τὸ ἔσχατον εἶναι, ἄλλο δὲ ἐκεῖνο τὸ οὗ ἔσχατόν ἐστιν

    在由介词短语 ἐκ τοῦ 引导的带冠词不定式结构(ἄλλο μὲν ... εἶναι, ἄλλο δὲ ...)内部,关系从句 ὧν ἐστιν ἔσχατον(“在具有极限的事物中”)无先行词独立使用,起到限定范围的作用。后文的 τὸ οὗ ἔσχατόν ἐστιν 则是定冠词与关系从句结合构成的名词性短语,指“以之为极限的那个主体/事物”。

  2. 6.1κατὰ τὴν τοῦ δευτέρου σχήματος συναγωγήν

    指亚里士多德逻辑学中三段论第二格(中项在两个前提中均作谓项,此处为Camestres式)的推导。其论证骨架为:大前提“线由极限为一的部分构成”,小前提“点并不具有同一的极限”,结论“线不是由点构成的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:925.3-926.21