- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:923.3-925.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了《物理学》第六卷以字母泽塔题标的缘由,以及全书八卷中前五卷与后三卷的传统划分和命名(前五卷为《物理学》,后三卷为《论运动》),并通过古代见证与文本内在证据论证了第六卷理应置于第五卷之后、第七卷(Η)之前的正确位序。
Ἔθος ἔχοντες οἱ ἐκ τοῦ Περιπάτου τὴν τῶν βιβλίων τάξιν ἐπιγράφειν κατὰ τὴν τάξιν τῶν τοῦ λόγου στοιχείων ἄλφα, βῆτα, γάμμα καὶ ἐφεξῆς, εἰκότως τὸ ἕκτον τῆς Φυσικῆς ἀκροάσεως ἐπιγράφουσι ζῆτα, ὅπερ ἐν ἀριθμοῖς τὸν ἑπτὰ ἀριθμὸν δηλοῖ, ἐν δὲ τοῖς στοιχείοις τὴν ἕκτην τάξιν ἀποκεκλήρωται.1 εἴρηται δὲ καὶ πρότερον, ὅτι τὰ μὲν πέντε βιβλία τὰ πρὸ τούτου Φυσικὰ καλοῦσιν, τὰ δὲ ἐντεῦθεν τρία Περὶ κινήσεως· οὕτω γὰρ καὶ Ἀνδρόνικος ἐν τῷ τρίτῳ τῶν Ἀριστοτέλους βιβλίων διατάττεται, μαρτυροῦντος περὶ τῶν πρώτων καὶ Θεοφράστου γράψαντος Εὐδήμου περί τινος αὐτῷ τῶν ἡμαρτημένων ἀντιγράφων2 κατὰ τὸ πέμπτον βιβλίον· “ὑπὲρ ὧν, φησίν, ἐπέστειλας κελεύων με γράψαι καὶ ἀποστεῖλαι ἐκ τῶν Φυσικῶν, ἤτοι ἐγὼ οὐ ξυνίημι ἢ μικρόν τι παντελῶς ἔχει τὸ ἀνὰ μέσον3 τοῦ “ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ,” ὥστε καὶ τὸ πέμπτον βιβλίον ‘ἐκ τῶν Φυσικῶν’ ὁ Θεόφραστος νομίζει. αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ κατ’ ἀρχὰς φησίν· “ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων ἡμῖν ἐν τοῖς Φυσικοῖς πρότερον. φαμὲν δὴ τὴν κίνησιν ἐνέργειαν εἶναι τοῦ κινητοῦ ᾗ κινητόν”. εἴρηκε δὲ τοῦτο ἐν τῷ τρίτῳ. καὶ πάλιν “ἐτέθη μὲν γὰρ ἡ φύσις ἐν τοῖς Φυσικοῖς ἀρχὴ κινήσεως καὶ ἠρεμίας”· τοῦτο δὲ ἐν τῷ δευτέρῳ εἴρηκε. ἐπὶ τελευτῇ δὲ τοῦ ὀγδόου βιβλίου φησίν· “ἄπειρον μὲν οὖν ὅτι οὐκ ἐνδέχεται μέγεθος εἶναι, δέδεικται πρότερον ἐν τοῖς Φυσικοῖς”· εἴρηκε δὲ καὶ περὶ τούτου ἐν τῷ τρίτῳ. καὶ ὅτι μὲν τὰ πέντε Φυσικὰ ἐκάλουν, διὰ τούτων δῆλον· ὅτι δὲ τὰ τελευταῖα τρία Περὶ κινήσεως, δηλοῖ σαφῶς ὁ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ λέγων “ἀλλ’ ἐκεῖνό γε φανερόν, ὅτι ἀδύνατον τὴν ἄπειρον διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ. ἐν ἀπείρῳ ἄρα· δέδεικται γὰρ πρότερον τοῦτο ἐν τοῖς Περὶ κινήσεως. καὶ πάλιν· “λόγος ἐν τοῖς Περὶ κινήσεως, ὅτι οὐθὲν ἔχει ἄπειρον δύναμιν τῶν πεπερασμένων οὐδὲ τῶν ἀπείρων πεπερασμένην.” εἴρηται δὲ περὶ τούτων ἐν τοῖς τρισίν. ὅτι δὲ τὰ τρία ἐστὶ τὰ Περὶ κινήσεως, καὶ τὰ πέντε Φυσικά, μαρτυρεῖ καὶ Δάμας ὁ τὸν βίον Εὐδήμου γράψας λέγων “καὶ τῶν ἐκ τῆς Περὶ φύσεως πραγματείας τῆς Ἀριστοτέλους τῶν Περὶ κινήσεως τρία.” Φυσικὰ δὲ ἐκάλουν οὐ τὰ ὀκτὼ μόνον, ἀλλὰ καὶ τὰ Περὶ οὐρανοῦ καὶ Περὶ ψυχῆς καὶ ἄλλα πλεῖστα· ἰδίως δὲ Φυσικῆς ἀκροάσεως τὰ πέντε. ὅτι δὲ τὸ νῦν προκείμενον βιβλίον τῇ τάξει μετὰ τὸ πέμπτον ἐστί, δηλοῖ μὲν καὶ ὁ Εὔδημος τὰ τοῦ Ἀριστοτέλους παραξέων,4 συνάψας τοῖς ἐν τῷ πέμπτῳ βιβλίῳ ῥηθεῖσι τὸ μηδὲν τῶν συνεχῶν ἐξ ἀμερῶν συγκεῖσθαι. καὶ Ἀνδρόνικος δὲ ταύτην τὴν τάξιν τούτοις τοῖς βιβλίοις ἀποδίδωσι, καὶ μέντοι καὶ ὁ Ἀριστοτέλης τοῖς ἐν τῷ πέμπτῳ βιβλίῳ προδιδαχθεῖσι, τῷ συνεχεῖ καὶ ἁπτομένῳ καὶ ἐφεξῆς, εὐθὺς ἐν ἀρχῇ τούτου τοῦ βιβλίου προσεχρήσατο. ὅτι δὲ καὶ πρὸ τοῦ ἑβδόμου τοῦτο, δῆλον ἐξ ὧν ἐν τῷ πέρατι τούτου τοῦ βιβλίου δείξας, ὅτι οὐδὲν ἀμερὲς κινεῖται, καὶ ὅτι οὐδεμία μεταβολὴ ἄπειρος, ἐν τῷ Η, ὅπερ ἐφεξῆς ὂν τούτῳ ἕβδομόν ἐστιν, ὡς δεδειγμένοις χρῆται τούτοις. ὁμοίως δὲ καὶ τὸ μὴ εἶναι κίνησιν ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ μήτε ἀπείρου ὄντος τοῦ κινουμένου μήτε πεπερασμένου, ἐνταῦθα μὲν δείκνυσι, χρῆται δὲ αὐτῷ ἐν ἐκείνῳ ὡς δεδειγμένῳ.
由于逍遥学派的人们有依照语言字母的顺序——阿尔法、贝塔、伽马及依序下去者——来题标各卷顺序的习俗,他们合乎情理地将《物理学》的第六卷题标为泽塔,这在数字中表示数字七,但在字母中却被分配了第六的顺序。正如先前所说,他们将这之前的五卷称为《物理学》,而将自此往后的三卷称为《论运动》;因为安德罗尼柯在关于亚里士多德著作的第三卷中也是如此编排的,且当欧德谟就第五卷中某本有讹误的抄本写信给泰奥弗拉斯托斯时,泰奥弗拉斯托斯也对前几卷作出了证言。他说:“关于你写信吩咐我从《物理学》中抄写并寄出的那些内容,要么是我未能理解,要么是在‘在不可运动者中唯独对此我称之为静止;因为静止与运动相反,因而应是接受者的匮乏’之间的脱漏之处全然极其微小。”可见泰奥弗拉斯托斯也认为第五卷是“出自《物理学》”。而亚里士多德本人在第八卷开头说道:“让我们首先从我们先前在《物理学》中所确定的事项开始。我们固然主张,运动乃是能动者作为能动者的现实性。”而他在第三卷中说过了这一点。又说:“因为自然在《物理学》中被设定为运动与静止的本原”;而他在第二卷中说过了这一点。在第八卷末尾他又说:“因此,不可能存在无限的大小,先前在《物理学》中已被证明”;而关于这一点他在第三卷中也谈及了。他们将前五卷称为《物理学》,通过这些已很明显;而最后三卷被称为《论运动》,亚里士多德在《论天》第一卷中明晰地指出,他说:“但至少那一点是显而易见的,即在有限的时间内不可能穿越无限者。因此是在无限的时间内;因为这一点先前在《论运动》中已被证明。”又说:“在《论运动》中有一论述,即有限者中无一具有无限的能力,无限者中亦无一具有有限的能力。”而关于这些事情是在后三卷中论及的。这三卷是《论运动》而前五卷是《物理学》,撰写欧德谟传记的达马斯也作证说:“在亚里士多德《论自然》专论的内容中,有《论运动》的三卷。”不过他们不仅把这八卷称为《物理学》,而且也将《论天》、《论灵魂》和许多其他著作称为《物理学》;但狭义上的《物理学讲义》则唯指这五卷。至于当前呈现在我们面前的这一卷在顺序上位于第五卷之后,紧随亚里士多德文本的欧德谟也表明了这一点,他将连续者中无一由无部分者构成这一论点,与第五卷中所论及的内容直接衔接起来。安德罗尼柯也把这一顺序赋予了这些书卷;而且亚里士多德本人也在这卷书的开头立即附加使用了第五卷中预先阐明的概念,即连续者、接触者和相继者。至于这一卷也在第七卷之前,这也是显而易见的,因为他在本卷末尾证明了无部分之物无一被运动,以及没有任何变化是无限的之后,在紧随本卷其后的第七卷即Η中,把这些当作已被证明的结论来使用。同样地,在有限的时间内不存在无限的运动,无论被运动者是无限的还是有限的,他在这里予以了证明,而在那一卷中则把它当作已证结论来使用。
- 6.0ὅπερ ἐν ἀριθμοῖς τὸν ἑπτὰ ἀριθμὸν δηλοῖ, ἐν δὲ τοῖς στοιχείοις τὴν ἕκτην τάξιν ἀποκεκλήρωται
关系代词 ὅπερ 的先行词是字母名称“泽塔”(ζῆτα)。在希腊字母记数法中,数字 6 由特殊符号(digamma/stigma)表示,因而 ζ 代表数字 7;但在字母表的自然字母顺序中它位列第六(α, β, γ, δ, ε, ζ),此处对比了这两种序列系统。
- 6.0μαρτυροῦντος περὶ τῶν πρώτων καὶ Θεοφράστου γράψαντος Εὐδήμου περί τινος αὐτῷ τῶν ἡμαρτημένων ἀντιγράφων
此处使用了嵌套的属格独立结构:在主要的属格独立结构 μαρτυροῦντος ... Θεοφράστου(“泰奥弗拉斯托斯也作证”)之内,嵌套了表示契机的次级属格独立结构 γράψαντος Εὐδήμου ... αὐτῷ(“当欧德谟写信给他时”)。
- 6.0μικρόν τι παντελῶς ἔχει τὸ ἀνὰ μέσον
τὸ ἀνὰ μέσον(“居间的部分/间隔”)作主语,ἔχει 可作及物动词并以 μικρόν τι 为宾语或补足成分,亦可作不及物动词理解,意指抄本中两个引文之间的文字脱漏/间隙极其微小。
- 6.0παραξέων
分词 παραξέων 本义为“刮擦表面/紧贴着擦过”,在此转义指紧随并详细阐释(释述)亚里士多德的原著文本。
