← 辛普里丘

亚里士多德《物理学》注释

§921.8-922.19

变化与运动的区分及第五卷论点总括

辛普里丘继续对《物理学》第五卷进行总结,概括了变化与运动的区分、运动所存在的诸范畴、不可运动者的划分与拓扑学术语的定义、运动单一性的标准,以及有关运动与静止的相反性的论证与疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.51#2

καὶ ἔστιν ἡ μὲν ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, καὶ ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον ἡ μὲν γένεσις, ἡ δὲ φθορὰ1 οὐκ οὖσαι κινήσεις· ἡ δὲ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μόνη κίνησις· τὰ δὲ ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ. ἐπὶ τούτοις ζητεῖ, ἐν ποίαις τῶν κατηγοριῶν ἐστιν ἡ κίνησις, καὶ δείκνυσιν ἐν τῇ τοῦ ποιοῦ καὶ τῇ τοῦ ποσοῦ καὶ τοῦ ποῦ, οὔτε δὲ ἐν οὐσίᾳ οὔτε ἐν τῷ πρός τι οὔτε ἐν τῷ ποιεῖν καὶ πάσχειν, εἴπερ μὴ ἔστι κινήσεως κίνησις μηδὲ γενέσεως γένεσις μηδὲ ὅλως μεταβολὴ μεταβολῆς, ἅπερ πολυειδῶς ἀποδείκνυσι. καὶ ἐφεξῆς δείκνυσιν, ὅτι ἡ μὲν κατὰ τὸ ποιὸν κίνησις κοινὸν ἔχει ὄνομα τὴν ἀλλοίωσιν, ἡ δὲ κατὰ τὸ ποσὸν κοινὸν μὲν οὐκ ἔχει, ἰδίᾳ δὲ αὔξησιν καὶ μείωσιν, ἡ δὲ φορὰ οὔτε ἴδια οὔτε κοινόν· ἡ γὰρ φορὰ ἐπὶ μόνων λέγεται τῶν ἀψύχως κινουμένων· καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἐν πάσαις ταῖς κινήσεσιν ἀλλοίωσίς ἐστιν. δείξας δὲ ταῦτα ἐπὶ τῆς κινήσεως ἐφεξῆς τὸ ἀκίνητον τετραχῶς διαιρεῖ εἴς τε τὸ ὅλως ἀδύνατον κινηθῆναι καὶ τὸ ἐν πολλῷ χρόνῳ μόγις κινούμενον καὶ τὸ βραδέως ἀρχόμενον καὶ τὸ πεφυκὸς μὲν δυνάμενον κινεῖσθαι, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, εἴπερ ἠρεμεῖν μόνων τῶν ἀκινήτων φησὶ λέγεσθαι.2 ταῦτα δὲ περὶ κινήσεως καὶ ἀκινησίας εἰπὼν διαρθροῖ λοιπόν, τί τὸ ἅμα, τί τὸ χωρίς, τί τὸ ἅπτεσθαι, τί τὸ μεταξύ, τί τὸ ἐφεξῆς, τί τὸ ἐχόμενον, τί τὸ συνεχές, καὶ τοῖς ποίοις ἕκαστον τούτων ὑπάρχειν πέφυκε. καὶ τούτοις προστίθησιν ἐν τίσιν ἐστὶ τὸ μεταξύ. προλαβὼν δὲ ὡς χρήσιμα τὰ εἰρημένα πρὸς τοὺς ἐφεξῆς λόγους δείκνυσιν, ὅτι τριχῶς λέγεται μία ἡ κίνησις ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. καὶ ὅτι κυριώτερον μία ἡ τῷ ἀριθμῷ μία, ἥτις ἕκαστον τῶν τριῶν περὶ ἃ ἡ κίνησις, τό τε κινούμενον καὶ τὸ εἶδος καθ’ ὃ κινεῖται καὶ τὸν χρόνον ἐν ᾧ κινεῖται, ἓν κατ’ ἀριθμὸν ἔχει. καὶ ἐπάγει ὅτι ἡ μία τῷ ἀριθμῷ κίνησις καὶ συνεχής ἐστι καὶ ὅτι καὶ ἡ κατὰ γένος μία κίνησις καὶ ἡ κατ’ εἶδος καὶ ἡ κατ’ ἀριθμὸν τότε μᾶλλον ἔχει τὸ μία εἶναι, ὅταν τέλειος ᾖ, καὶ ὅτι ἡ μὲν κατὰ γένος καὶ κατ’ εἶδος μία κίνησις τότε μία λέγεται, ὅταν τέλειος ᾖ, ἡ δὲ κατ’ ἀριθμὸν μία, κἂν μὴ τέλειος ᾖ, συνεχὴς δὲ μόνον λέγεται μία. καὶ ἐφεξῆς ὅτι καὶ τὸ ὁμαλὲς δεῖ προσεἶναι τῇ μιᾷ κινήσει· μᾶλλον γὰρ μία ἡ ὁμαλὴς τῆς ἀνωμάλου. καὶ ὅτι τὸ ταχὺ καὶ βραδὺ οὐκ ἔστιν εἴδη κινήσεως, διότι ἐν πᾶσίν ἐστι ταῦτα τοῖς τῆς κινήσεως εἴδεσι. καὶ λοιπὸν διαιρεῖ τὰς τῶν κινήσεων ἀντιθέσεις καὶ διακρίνει τῶν ἄλλων ἐκείνην τὴν κατὰ ἐναντίωσιν. καὶ τότε ζητεῖ ποία κίνησις ποίᾳ κινήσει ἐναντία, καὶ ποία κίνησις ποίᾳ ἠρεμίᾳ ἐναντία, καὶ ποῖαι ἠρεμίαι ἀλλήλαις. καὶ προστίθησιν ὅτι καὶ ἡ κατὰ τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐναντίωσίς ἐστιν ἐν ταῖς κινήσεσιν καὶ ἠρεμίαις κατὰ τὸν αὐτὸν τρόπον, καθ’ ὃν καὶ ἐν τοῖς κατὰ φύσιν. καὶ ἀπορεῖ, εἰ ἐπὶ τῆς παρὰ φύσιν μονῆς ἐστι προηγούμενον τὸ ἵστασθαι, καὶ ἐπιχειρεῖ ἐφ’ ἑκάτερα. καὶ ἑτέραν ἀπορίαν ἐπάγει, εἰ ἐναντία ἡ ἐνταῦθα μονὴ τῇ ἐντεῦθεν κινήσει, ὡς εἴρηται, τὸ δὲ κινούμενον δοκεῖ ἠρεμεῖν, πῶς οὐχ ἅμα ὑπάρξει τὰ ἐναντία; καὶ τὴν λύσιν τῇ ἀπορίᾳ περιέλαβεν, ὅτι οὐ κατὰ ταὐτὸν τὰ ἐναντία, ἀλλὰ πῇ μὲν ἠρεμεῖ, πῇ δὲ κινεῖται.

并且,从基体向非基体的[变化]以及从非基体向基体的[变化],一者是生成,另一者是毁灭,它们并非运动;而唯独从基体向基体的[变化]才是运动;而基体要么是相反者,要么是居间者。在这些之后,他探讨运动存在于哪些范畴之中,并表明它存在于性质、数量以及处所的范畴中,而既不在实体中,也不在关系中,亦不在能动与受动之中,如果确实不存在运动之运动,亦无生成之生成,总括而言并无变化之变化的话;而这些他多方面地予以了论证。接着他表明,按照性质的运动具有一个共同的名称“变质”,而按照数量的运动则没有共同的名称,而分别具有“增长”与“减少”,位移则既无特有的名称亦无共同的名称;因为位移仅仅用于没有灵魂而被运动之物;并且在所有运动中,程度的增强与减弱都是变质。在对运动表明了这些之后,他接着将不可运动之物区分为四种:完全不可能被运动者、历经长久时间勉强被运动者、迟缓地开始〔被运动〕者,以及本性上具有被运动的能力但在应当被运动的时间、处所和方式下却未被运动者,如果他确实说静止仅仅用来谈论〔这些〕不可运动之物的话。在关于运动与不可运动论述了这些之后,接下来他详细界定了何为“同时”、何为“分离”、何为“接触”、何为“居间”、何为“相继”、何为“相邻”、何为“连续”,以及这些之中的每一者本性上属于何种事物。对于这些,他又补充了居间者存在于何种事物之中。他预先确立了上述内容,作为对后继论述有用的前提,继而表明运动被称为“一”有三种方式:要么在属上,要么在种上,要么在数目上。并且在数目上为一的运动更为严格地是一,它将与运动相关的三件事物中的每一者——即被运动之物、据以运动的种,以及运动在其中发生的时间——都在数目上保持为一。他接着指出,在数目上为一的运动也是连续的;并且在属上为一的运动、在种上为一的运动以及在数目上为一的运动,在其完全时都更具有为一的性质;并且在属上和种上为一的运动在其完全时被称为一,而在数目上为一的运动即使不完全,只要是连续的就被称为一。紧接着,均一性也必须附属于单一的运动;因为均一的运动比起不均一的运动更是单一的。并且快与慢并不是运动的种,因为它们存在于运动的一切种之中。接下来,他划分了运动的诸种对立,并将其余对立与依相反性的对立区分开来。然后他探讨何种运动与何种运动相反,何种运动与何种静止相反,以及何种静止相互相反。他又补充道,依顺乎本性与反乎本性的相反性,也按照顺乎本性的事物中所有的相同方式,存在于诸运动与静止之中。并且他提出了疑难:在反乎本性的停留中,趋于停止是否是原初在先的?并就两方面进行了论辩。他又引入了另一个疑难:如果正如所说的那样,在此处的停留与自此处的运动相反,而被运动之物似乎处于静止,那么相反的事物怎能不同时存在呢?他给出了该疑难的解决方案,即相反者并非就同一方面而言,而是在某一方面静止,在另一方面运动。

语法注2 条
  1. 5.51ἡ μὲν γένεσις, ἡ δὲ φθορὰ

    此处为分配性同位语,与前文两个介词短语(ἡ μὲν ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον 与 ἡ ἐξ οὐχ ὑποκειμένου εἰς ὑποκείμενον)构成交错对应:从非基体向基体对应“生成”(γένεσις),从基体向非基体对应“毁灭”(φθορά);两者共同构成分词短语 οὐκ οὖσαι κινήσεις 的主语。

  2. 5.51εἴπερ ἠρεμεῖν μόνων τῶν ἀκινήτων φησὶ λέγεσθαι

    不定式 ἠρεμεῖν 用作 λέγεσθαι 的主语。属格 μόνων τῶν ἀκινήτων 表明该述词所适用的对象类别,与 λέγεσθαι 连用,相当于 λέγεσθαι ἐπί τινος(就……而言被言说)的用法或限制性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:921.8-922.19