- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:919.17-921.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德《物理学》卷五末尾(231a10)关于依本性与反本性运动之相反性的多余语句,随后从第1章对变化的三种分类及基于基体的变化方式开始,系统地回顾了卷五全篇的要点。
" Ἐπεὶ δέ ἐστιν ἐνίοις κίνησις κατὰ φύσιν καὶ παρὰ φύσιν ἕως τοῦ τέλους." Τὸ μὲν λεγόμενόν ἐστιν· ἐπειδὴ τῷ πυρὶ ἡ μὲν ἄνω κίνησις κατὰ φύσιν, ἡ δὲ κάτω παρὰ φύσιν, τῇ δὲ γῇ ἡ μὲν κάτω κατὰ φύσιν, ἡ δὲ ἄνω παρὰ φύσιν πότερον τῇ τοῦ πυρὸς κατὰ φύσιν ἡ αὐτοῦ τοῦ πυρὸς παρὰ φύσιν ἐναντία ἔσται ἢ ἡ τῆς γῆς κατὰ φύσιν;1 καὶ ἐπικρίνει ὅτι ἄμφω ἐναντίαι, ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ἡ μὲν τῆς γῆς κατὰ φύσιν τῇ τοῦ πυρὸς κατὰ φύσιν ὡς κατὰ φύσιν ἄμφω, ἡ δὲ τοῦ πυρὸς παρὰ φύσιν τῇ κατὰ φύσιν αὐτοῦ ὡς ἡ παρὰ φύσιν τῇ κατὰ φύσιν. καὶ αὕτη δὲ ἡ λέξις ἐκ περιττοῦ πρόσκειται ἤδη ῥηθεῖσα συντομώτερον οὕτως· “φέρεται δὲ τὴν μὲν ἄνω φορὰν φύσει τὸ πῦρ, τὴν δὲ κάτω ἡ γῆ καὶ ἐναντίαι γε αὐτῶν αἱ φοραί. τὸ δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν. καὶ ἐναντία γε ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν.” ὅτι δὲ ἐκ περιττοῦ ταῦτα πρόσκειται, δηλοῖ πάλιν ὁ αὐτὸς ἐπίλογος καὶ τούτοις ἐπαγόμενος ὁ λέγων “περὶ μὲν οὖν κινήσεως καὶ ἠρεμίας πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται.” Μετὰ δὴ τὴν τῶν κατὰ μέρος ἐν τῷ βιβλίῳ τούτῳ διάρθρωσιν, καλὸν ἂν οἶμαι καὶ τὰ κεφάλαια αὐτοῦ συντόμως τε καὶ ὡς δυνατὸν ἀπαραλείπτως ἀναγράψασθαι. προθέμενος τοίνυν ἐν ἀρχῇ τὴν μεταβολὴν διελεῖν εἴς τε κίνησιν καὶ τὰ τῆς κινήσεως εἴδη καὶ εἰς γένεσιν καὶ φθορὰν πρῶτον δείκνυσιν, ὅτι τὰ μεταβάλλοντα τριχῶς μεταβάλλει ἢ κατὰ συμβεβηκὸς ἢ κατὰ μόριον ἢ καθ’ αὑτὸ καὶ πρώτως, ἵνα τούτων ποιήσηται τὴν διαίρεσιν. εἶτα ὅτι οὐ μόνον τὰ μεταβαλλόμενα καὶ κινούμενα, ἀλλὰ καὶ τὰ μεταβάλλοντα καὶ κινοῦντα κατὰ τοὺς τρεῖς τούτους διῄρηται τρόπους. καὶ ἐφεξῆς ὅτι πέντε ὄντων τῶν ὑπαρχόντων, εἰ ἔσται κίνησις, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, καὶ ἔτι τοῦ ἐξ οὗ ἡ κίνησις καὶ τοῦ εἰς ὅ,2 ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις καὶ ἐν οὐδενὶ ἄλλῳ· τὸ δὲ αὐτὸ δείκνυσι καὶ ἀπὸ τοῦ ὁρισμοῦ τῆς κινήσεως. εἶτα ὅτι τὸ εἶδος εἰς ὃ κινεῖται τὸ γινόμενον, καὶ τὸ πάθος εἰς ὃ κινεῖται τὸ ἀλλοιούμενον, καὶ ὁ τόπος εἰς ὃν κινεῖται τὸ φερόμενον ἀκίνητά ἐστι, καὶ τὸ μέγεθος δὲ εἰς ὃ τὸ αὐξόμενον, καὶ ὅλως τὸ εἰς ὃ ἡ κίνησις. τούτοις δὲ ἀπορίαν ἐπάγει τοιαύτην· εἰ ἡ λευκότης πάθος, τὸ δὲ πάθος κίνησις, ἡ εἰς πάθος μεταβολὴ εἰς κίνησιν ἂν εἴη διὰ κινήσεως· καὶ οὐκ ἐν τῷ κινουμένῳ μόνῳ ἡ κίνησις, ἀλλὰ καὶ ἐν τῷ εἰς ὅ. καὶ λύει τὴν ἀπορίαν ἐκ τῆς τοῦ πάθους ὁμωνυμίας, ὅτι καὶ τὸ λευκὸν πάθος λέγεται καὶ ἡ λεύκανσις, κίνησις δὲ οὐ τὸ λευκόν, ἀλλ’ ἡ λεύκανσις. δείξας δὲ πρότερον ὅτι καὶ τὸ κινούμενον καὶ τὸ κινοῦν τριχῶς λέγεται, προστίθησιν ὅτι καὶ ἐν τοῖς ἄλλοις, τῷ τε εἰς ὃ καὶ τῷ ἐξ οὗ καὶ τῷ ἐν ᾧ, τουτέστι τῷ χρόνῳ, ἔστι τὸ τριττόν, τό τε κατὰ συμβεβηκὸς καὶ τὸ κατ’ ἄλλο καὶ τὸ πρώτως καὶ καθ’ αὑτό. καὶ οὕτως τὴν μὲν κατὰ συμβεβηκὸς καὶ κατ’ ἄλλο μεταβολὴν ὡς κοινὴν πάντων καὶ ἀόριστον ἀποσκευασάμενος ἐν τῇ καθ’ αὑτὸ καὶ πρώτως ὡρισμένῃ καὶ ἐπιστήμῃ πρεπούσῃ τὰς διαφορὰς τῶν μεταβολῶν ἐπιδείκνυσι τριχῇ διελὼν αὐτάς. καὶ τὴν μὲν ἐν τοῖς ἐναντίοις λέγει, τὴν δὲ ἐν τοῖς μεταξὺ ὡς ἐναντίοις, τὴν δὲ ἐν ἀντιφάσει. δείξας δέ, ἐν τίσιν ἐστὶν ἡ μεταβολή, δείκνυσιν ἑξῆς, κατὰ πόσους γίνεται τρόπους, ἐκ διαιρέσεως προάγων τὸν λόγον· τὸ γὰρ μεταβάλλον πᾶν ἢ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβάλλει, τουτέστιν ἐξ ὄντος εἰς ὄν, ἢ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, τουτέστιν ἐξ ὄντος εἰς μὴ ὄν, ἢ ἀνάπαλιν, ἢ τὸ λοιπὸν ἐξ οὐχ ὑποκειμένου εἰς οὐχ ὑποκείμενον, ὅπερ ἐστὶν ἀσύστατον· οὐδὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ μὴ ὂν μεταβάλλει.
“然而,既然在某些事物中有依本性与反本性的运动,直至结尾。” 所说的乃是:既然对于火而言,向上的运动是依本性的,向下的运动是反本性的;而对于土而言,向下的运动是依本性的,向上的运动是反本性的;那么究竟是火自身反本性的[运动]与火依本性的[运动]相反,还是土依本性的[运动]与之相反?他判定两者皆是相反的,但并非以同样的方式,而是土依本性的[运动]与火依本性的[运动]相反,是作为两者皆依本性而相反;而火反本性的[运动]与其依本性的[运动]相反,则是作为反本性者与依本性者相对立而相反。而且这段文本也是多余地被附加上去的,因为它先前已经更简要地被表述如下:“火依本性以向上的位移被运送,土则以向下的[位移被运送],并且它们的位移是相反的。而火依本性向上,反本性向下。并且它依本性的[位移]与其反本性的[位移]相反。”而这些话是多余地被附加上去的,同样由接在这些话之后的同一结语再次显明,该结语说:“因此,关于运动和静止,各自如何为一,以及何种事物与何种事物相反,已经被论述了。”在这本书中对各部分作了详细的分析之后,我认为将它的各个要点简要且尽可能无遗漏地记录下来也是很好的。于是,他在开端提议将变化区分为运动与运动的诸种,以及区分为生成与毁灭,首先表明变化之物以三种方式变化,或因偶性,或就部分而言,或就自身且首要地变化,以便对这些进行划分。其次,表明不仅变化和被运动之物,而且引起变化和推动之物也按照这三种方式被区分。接着,表明如果将有运动就必定具有的五种事物——推动者、被推动者、时间,以及运动从之而出的起点和向之而去的终点——之中,运动是在被推动者之中,而不在任何其他事物之中;并且他也从运动的定义表明了同样的事。其次,表明生成之物向之运动的形式、变质之物向之运动的性质、受位移之物向之运动的处所是不可运动的,增长之物向之[运动]的体积以及总括而言运动向之而去的终点亦然。对于这些,他引入了如下的疑难:如果白是性质,而性质是运动,那么向性质的变化就会是通过运动而向运动的变化;并且运动不仅在被推动者之中,而且也在终点之中。他通过“性质”的同名异义性解决了这一疑难,即白的事物与变白过程都被称为性质,但运动不是白的事物,而是变白的过程。先前表明被推动者与推动者皆以三种方式被言说之后,他又补充道,在其余事物之中,即终点、起点以及运动在其中发生者(即时间)之中,也存在着这三重区分:因偶性的、就他物而言的,以及首要且就自身的。就这样,他将因偶性的变化和就他物而言的变化作为一切事物共有且不确定的而予以排除,并在被确定的、适合于科学的自身且首要的[变化]之中,将变化的差异划分为三类加以展示。他说,一种是在相反者之中的,一种是在作为相反者的居间者之中的,一种是在矛盾之中的。在表明了变化存在于何种事物之中后,他接着表明它是按照多少种方式产生的,从划分出发推进论述:因为凡变化之物,要么从基体向基体变化(即从存在者向存在者),要么从基体向非基体变化(即从存在者向非存在者),要么反过来,要么作为剩下的一种从非基体向非基体变化,而这是不能成立的;因为没有任何事物从非存在者向非存在者变化。
- 5.51πότερον τῇ τοῦ πυρὸς κατὰ φύσιν ἡ αὐτοῦ τοῦ πυρὸς παρὰ φύσιν ἐναντία ἔσται ἢ ἡ τῆς γῆς κατὰ φύσιν;
该间接疑问句由 πότερον ... ἤ(“是……还是……”)构成二选一结构。针对与格补足成分 τῇ τοῦ πυρὸς κατὰ φύσιν[κινήσει],提出了两个候选主语:ἡ αὐτοῦ τοῦ πυρὸς παρὰ φύσιν[κίνησις]与 ἡ τῆς γῆς κατὰ φύσιν[κίνησις],阴性名词 κίνησις 在各个冠词后均承前省略。
- 5.51πέντε ὄντων τῶν ὑπαρχόντων, εἰ ἔσται κίνησις, τοῦ κινοῦντος, τοῦ κινουμένου, τοῦ χρόνου, καὶ ἔτι τοῦ ἐξ οὗ ἡ κίνησις καὶ τοῦ εἰς ὅ
属格独立结构 πέντε ὄντων τῶν ὑπαρχόντων(“在具有的五种事物中”)内部嵌入了条件从句 εἰ ἔσται κίνησις(“如果将有运动”)。接下来的五个属格短语(τοῦ κινοῦντος、τοῦ κινουμένου、τοῦ χρόνου、τοῦ ἐξ οὗ ἡ κίνησις、τοῦ εἰς ὅ)均作为 τῶν ὑπαρχόντων 的同位语,最终连接至主句谓语 ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις。
