← 辛普里丘

亚里士多德《物理学》注释

§90.23-92.15

一与多的难题以及回避系词的做法

辛普里丘探讨了同一事物既是一又是多的难题,阐述了后世思想家(如吕科夫隆、将谓项改为动词者以及厄勒特里亚学派)如何试图通过去除或改造“是”(系词)来回避这一难题,并指出真正的解决之道在于区分现实与潜能、或主体与偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων." Εἰπὼν ὅτι1 καθ’ ἕκαστον τῶν τοῦ ἑνὸς σημαινομένων τὸ αὐτὸ ἓν καὶ πολλὰ δείκνυται (καὶ γὰρ τὸ ὡς συνεχὲς ἐπ’ ἄπειρόν ἐστι διαιρετόν, καὶ ὅλον ὂν πλῆθος ἔχει μερῶν ἑτέρων ὄντων παρὰ τὸ ὅλον, καὶ τὰ τῷ λόγῳ τὰ αὐτὰ ἓν καὶ πολλὰ δείκνυσιν ἕκαστον, εἴπερ ὁ ἄνθρωπος ἄνθρωπος ὢν καὶ ἵππος ἐστὶ καὶ βοῦς καὶ τὰ ἄλλα τὸν αὐτὸν ἔχοντα ἐκείνοις λόγον τὸν τοῦ ὄντος, καὶ τὸ ἀδιαίρετον δὲ καὶ ἀμερές ἐστι καὶ πέρας καὶ ἀρχὴ καὶ ἄλλα πολλά) ταῦτα οὖν εἰπὼν καὶ ὅτι ἀντιφάσει περιπίπτουσιν, ἐπάγει ὅτι τοῦτο τὸ ἄτοπον τὸ τοῖς ἓν τὸ ὂν λέγουσι ἑπόμενον τὸ τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, οὐ μόνον ἐκείνους προτεινόμενον ἐθορύβει, ἀλλὰ καὶ τοὺς μετ’ ἐκείνους γεγονότας. κἂν γὰρ μὴ ἔλεγον ἓν τὸ ὂν οὗτοι, ἀλλὰ τιθέμενοι ἕκαστον τῶν αἰσθητῶν ἓν εἶναι οἷον τὸν Σωκράτην, ἔπειτα διὰ τὰς κατηγορίας τῶν συμβεβηκότων πολλὰ αὐτὸν λέγοντες εἶναι (καὶ γὰρ ὅτι σιμός ἐστι καὶ ὅτι φιλόσοφος καὶ λευκὸς εἰ τύχοι), ἐθορυβοῦντο πῶς ἂν εἴη δυνατὸν τὸ αὐτὸ ἓν ἅμα καὶ πολλὰ εἶναι. καὶ διὰ τοῦτο τῆς μὲν οὐσίας τὸ τί ἐστι κατηγόρουν λέγοντες Σωκράτης ἐστί, τῶν δὲ συμβεβηκότων τῇ οὐσίᾳ ἀφῄρουν τὸ ἔστι· μετὰ μὲν γὰρ τῆς οὐσίας τὸ ἔστι μὴ ποιεῖν πλῆθος (αὐτὸ γὰρ περὶ αὐτοῦ λέγεσθαι), τοῖς δὲ συμβεβηκόσι προσκείμενον τὸ εἶναι καὶ αὐτὰ ποιοῖ καὶ οὐσιοῖ,2 καὶ ταῦτα μετὰ τῆς οὐσίας συμπλέκον, ὡς ὅταν εἴπω Σωκράτης λευκός ἐστι· δύο γὰρ ὄντα γίνεται. διὸ Λυκόφρων ἀφῄρει τὸ ἔστι τῶν κατηγορημάτων λέγων Σωκράτης λευκός, ὡς αὐτῶν καθ’ αὑτὰ τῶν συμβεβηκότων ἄνευ τοῦ ἔστι μὴ ποιούντων ὄντος προσθήκην. καίτοι εἰ μὴ προσθήκην ἐποίει, ταὐτὸν ἂν ἦν Σωκράτης λέγειν καὶ Σωκράτης λευκός. ἔπειτα ἡ τοιαύτη προφορὰ ἀποφαντικὸν λόγον οὐ ποιεῖ· οὔτε γὰρ ἀλήθειαν οὔτε ψεῦδος δηλοῖ. οὐ μέντοι οὐδὲ ἄλλο εἶδος λόγου ποιεῖ, οὐδὲ λόγος ἔσται· οὔτε γὰρ προστακτικὸς οὔτε ἐρωτηματικὸς οὔτε εὐκτικός· καὶ πρὸς τῷ τὸ ἐξ ἀρχῆς ἄπορον μὴ φυγεῖν καὶ ἄλλοις περιπεπτώκασιν. ἄλλοι δὲ ἀποφαντικὸν λόγον ποιεῖν βουλόμενοι εἰς ῥήματα μετέπλαττον τὰ κατηγορούμενα, ἄνθρωπος οὐ λευκός ἐστι λέγοντες ἀλλὰ λελεύκωται καὶ οὐ βαδίζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μὴ τὸ ἔστι προσάπτοντες πολλὰ ποιῶσι τὸ ὄν, ἀλλ’ ᾖ δῆλον, ὅτι ὑφειμένην ἔχει φύσιν τὰ συμβεβηκότα, ὥσπερ καὶ τὸ ῥῆμα ἐνέργειαν ἢ πάθος δηλοῖ ὑφειμένα τῆς οὐσίας ὄντα. καὶ δῆλον ὅτι οὐδὲ οὗτοι τὴν ἀπορίαν ἐξέφυγον, κἂν ἐκκλίνοντες καὶ μεταρρυθμίζοντες τὴν λέξιν τὴν κατηγορίαν ἐποιοῦντο· πᾶν γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ ἔστιν ἀναλύεται· βαδίζει, βαδίζων ἐστίν. οἱ δὲ ἐκ τῆς Ἐρετρίας οὕτως τὴν ἀπορίαν ἐφοβήθησαν ὡς λέγειν μηδὲν κατὰ μηδενὸς κατηγορεῖσθαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἕκαστον λέγεσθαι, οἷον ὁ ἄνθρωπος ἄνθρωπος, καὶ τὸ λευκὸν λευκόν. καὶ οὐδὲ οὗτοι μὲν ἐξέφυγον τὴν ἀπορίαν. καὶ γὰρ ὁ ἄνθρωπος πολλά ἐστι καὶ τὸ λευκὸν πολλά, ὡς οἱ ὁρισμοὶ δηλοῦσι· καὶ τῷ ἑτέρῳ δὲ τῶν ἀτόπων περιπεπτώκασι τῷ τὸν ἀποφαντικὸν λόγον ἀναιροῦντι· πλὴν οὗτοι τὸ μὴ εἶναι πολλὰ ἕκαστον τῶν αἰσθητῶν τῷ πολλὰ αὐτῶν κατηγορεῖσθαι οὕτως ᾤοντο διαφεύγειν οὐκ ἐννοοῦντες ὅτι3 οὐ κατὰ μόνην τὴν κατηγορίαν τὸ ὂν καὶ τὸ ἓν πολλὰ γίνεται, ἀλλὰ καὶ οὕτως μὲν ὅταν τῷ λόγῳ διαφέροντά τινα καὶ διὰ τοῦτο πολλὰ ὄντα τῷ αὐτῷ καὶ ἑνὶ ὑπάρχῃ καὶ κατηγορῆται τοῦ αὐτοῦ ὑποκειμένου, καὶ κατ’ ἄλλον δὲ τρόπον τῷ τὸ συνεχὲς καὶ ὅλον ἓν ὂν ἐνεργείᾳ δυνάμει πολλὰ εἶναι τῷ δύνασθαι εἰς μέρη διαιρεθῆναι πολλά, καὶ αὖ πάλιν τῷ τὰ πολλὰ καὶ διῃρημένα ἐνεργείᾳ δυνάμει ἓν εἶναι συνεχές, ὅτι δύναται συνεχίζεσθαι, ὡς οἱ πολλοὶ κηροί. καὶ πρὸς μὲν ἐκεῖνο ἔδοξαν ἀποφυγὰς εὑρεῖν τὰς εἰρημένας· πρὸς δὲ τοῦτο μηδὲν δυνάμενοι λέγειν ἐνεδίδοσαν καὶ ὡμολόγουν τὸ ἄτοπον τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι. τῆς δὲ πλάνης αὐτοῖς καὶ τοῦ τῇ ἀπορίᾳ ἐνδοῦναι αἴτιον τὸ μὴ συνιδεῖν ὅτι ἐνδέχεται τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι, οὐ κατὰ τὸ αὐτὸ δέ, ἀλλ’ οὕτως ὡς τῷ μὲν ὑποκειμένῳ ἕν, πολλὰ δὲ τοῖς συμβεβηκόσιν, ἅπερ οὐκ ἀντίκειται ἀλλήλοις, ἢ ὡς ἐνεργείᾳ μὲν ἓν δυνάμει δὲ πολλά, ὡς τὸ συνεχές.

“而古代人之后的人们也感到困惑。” 在指出按照“一”的每一种意义,同一事物都被表明既是一又是多之后(因为作为连续者的事物可以被无限分割,作为整体的事物具有与整体不同的诸部分的多数,依定义同一的诸事物把每一事物表明为既是一又是多,如果人作为人,也是马也是牛,以及与它们具有相同的“存在者”定义的其他事物,并且不可分割者也是无部分的、极限、始基以及其他许多东西)——在说了这些以及他们陷入了矛盾之后,他接着指出,跟随那些主张存在者为一的人的这个荒谬结论,即同一事物既是一又是多,不仅在提出时使他们感到困惑,而且也使他们之后出现的人感到困惑。因为即便这些人不说存在者为一,而是假定感觉事物中的每一个都是一,例如苏格拉底,接着通过偶性的谓述说他是多(因为他既是塌鼻子的,又是哲学家,如果碰巧的话还是白的),他们就困惑于同一事物怎能可能同时既是一又是多。为此,他们对实体谓述其“是什么”,说“苏格拉底存在”,但对于实体的偶性则去掉了“是”;因为一方面,“是”与实体在一起并不产生多数(因为它是就自身而言说自身),但另一方面,附加于偶性的“存在”则会产生并实体化它们,将它们与实体编织在一起,正如我说“苏格拉底是白的”时那样(因为这就变成了两个存在者)。因此,吕科夫隆从谓项中去掉了“是”,说“苏格拉底白”,理由是偶性自身若没有“是”,就不产生存在者的增加。然而,如果不产生增加,说“苏格拉底”和说“苏格拉底白”就将是同一回事了。其次,这样的发声并不构成断言性的命题;因为它既不表示真也不表示假。然而它也并不构成其他种类的语言,甚至根本不能算作语言;因为它既非祈使的,亦非疑问的,亦非祈愿的;在未能逃脱最初的难题之余,他们还陷入了其他荒谬之中。另一些想要构成断言性命题的人,则把受谓述者改造成动词,不说“人是白的”而说“被变白了”,不说“人是走着的”而说“走”,以免因附上“是”而使存在者变多,而是为了明晰偶性具有从属的本性,正如动词也表示从属于实体的活动或受动一样。显然,即便他们通过屈折和重构词句来进行谓述,这些人也没有逃脱难题;因为一切动词都被分解为分词和“是”:“走”分解为“是走着的”。而来自厄勒特里亚的人是如此害怕这一难题,以至于主张没有任何东西被用来谓述任何东西,而是每一事物唯就自身而言说自身,例如“人是人”,“白是白”。而这些人同样没有逃脱难题。因为正如定义所表明的,人是多,白也是多;并且他们还陷入了另一种荒谬,即取消了断言性命题的荒谬。只是这些人以为以此方式能够避免由于有许多东西被用来谓述感觉事物而使每个感觉事物成为多,却没有想到存在者和一不仅通过谓述而变多,而且既以此方式变多——即当在定义上有区别、因此是多的某些事物属于同一且单一的事物并被用来谓述同一主体时,又以另一种方式变多——即连续且整体的事物在现实上是一,由于能够被分割为许多部分而在潜能上是多,以及反过来在现实上是多且被分割的事物,由于能够被连续化而在潜能上是一个连续者(如同许多蜡块一样)。对于前一个难题,他们自以为找到了上述逃避途径;但对于后一个难题,他们无言以对,只得妥协并承认同一事物既是一又是多这一荒谬。他们迷误以及屈服于难题的原因在于,他们未能看清同一事物既是一又是多是可能的,但并非在同一方面,而是以在主体上是一而在偶性上是多(偶性之间并不相互对立)的方式,或者以在现实上是一而在潜能上是多(如连续者)的方式。

语法注3 条
  1. 1.15Εἰπὼν ὅτι καθ’ ἕκαστον τῶν τοῦ ἑνὸς σημαινομένων ... ταῦτα οὖν εἰπὼν καὶ ὅτι ἀντιφάσει περιπίπτουσιν, ἐπάγει ὅτι

    句首的分词短语 Εἰπὼν ὅτι 在夹杂了长篇括号性质的论证之后,由 ταῦτα οὖν εἰπὼν 进行复述复起(epanolepsis),并最终连接到主句动词 ἐπάγει(“他接着指出”)。其未明言的主语根据语境为亚里士多德。

  2. 1.15μετὰ μὲν γὰρ τῆς οὐσίας τὸ ἔστι μὴ ποιεῖν πλῆθος ... τοῖς δὲ συμβεβηκόσι προσκείμενον τὸ εἶναι καὶ αὐτὰ ποιοῖ καὶ οὐσιοῖ

    间接引语中表示这批思想家理由的结构:前半句使用不定式(μὴ ποιεῖν),后半句转用间接引语希求法(ποιοῖ καὶ οὐσιοῖ),两者皆表达了那些害怕附加“是”的思想家们的想法。

  3. 1.15πλὴν οὗτοι τὸ μὴ εἶναι πολλὰ ἕκαστον τῶν αἰσθητῶν τῷ πολλὰ αὐτῶν κατηγορεῖσθαι οὕτως ᾤοντο διαφεύγειν οὐκ ἐννοοῦντες ὅτι

    句子的核心骨架为 οὗτοι ... ᾤοντο διαφεύγειν(“他们以为得以逃避”)。冠词加不定式短语 τὸ μὴ εἶναι πολλὰ ... 作 διαφεύγειν 的宾语,而与格短语 τῷ πολλὰ αὐτῶν κατηγορεῖσθαι 则表示手段或原因(“因许多事物被用来述说它们”)。分词 οὐκ ἐννοοῦντες 为伴随情况分词,与主语 οὗτοι 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:90.23-92.15