← 辛普里丘

亚里士多德《物理学》注释

§918.4-919.16

静止的单一性与停下疑难的探讨

辛普里丘探讨了关于运动与静止单一性的总结以及抄本流传的差异,接着考察了关涉反常态运动与静止中“停下来”的疑难及其推论结构,并赞同那些将该段文字视为后人增补而不予接受的解读者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.49

" Καὶ περὶ μὲν κινήσεως καὶ ἠρεμίας πῶς ἑκατέρα μία, καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται." Πῶς μὲν ἡ κίνησις μία εἴρηται, οὐ μέντοι πῶς μία ἡ ἠρεμία. ἀλλ’ ἔοικεν ὡς εἰρημένον καὶ τοῦτο τιθέναι, διότι ἐκ τῶν περὶ τῆς κινήσεως ῥηθέντων δῆλόν ἐστι καὶ περὶ τῆς ἠρεμίας, πῶς μία. εἰ γὰρ στέρησις κινήσεως ἐν τῷ πεφυκότι ἐστὶν ἡ ἠρεμία, δῆλον ὅτι ὁσαχῶς λέγεται μία κίνησις, τοσαυταχῶς ἂν μία καὶ ἠρεμία ῥηθήσεται. ὥστε καὶ αὕτη ἡ μὲν γένει τις ἔσται μία, ἡ δὲ εἴδει, ἡ δὲ ἀριθμῷ καὶ οὐσίᾳ. μέχρι τούτου τὸ πέρας ἐστὶ τοῦ βιβλίου ἔν τισιν ἀντιγράφοις, ἐν δὲ ἄλλοις καὶ τὰ ἑξῆς ῥηθησόμενα πρόσκειται, ἅπερ οὐδὲ ὁ Πορφύριος συνοψίζειν οὐδὲ ὁ Θεμίστιος παραφράζειν εἵλετο. ὁ μέντοι Ἀλέξανδρος ἐπισημηνάμενος, ὅτι ἔν τισιν ἀντιγράφοις οὐ φέρεται, ἐξηγεῖται ὅμως αὐτά.

“关于运动和静止,各自如何为一,以及何种事物与何种事物相反,已经被论述了。” 运动如何为一已被论述,然而静止如何为一却完全没有被论述。但他似乎把这一点也当作已被论述过的来设定,因为从关于运动所说的话中,关于静止如何为一也是清楚的。因为如果静止是具有本性之物中运动的缺失,显而易见,运动在多少种意义上被称为一,静止也将在同样多的意义上被说成是一。因此,静止有的在属上是一,有的在种上是一,有的在数量和实体上是一。在某些抄本中,本书的结尾就在此处,而在其他抄本中还附有接下来将要论述的内容,这些内容波菲利未曾选入提要,泰米斯提乌斯也未曾选入转述。然而亚历山大指出了在某些抄本中未载有这些内容,却仍然对它们作了解释。

§5.50

"Ἀπορήσειε δὲ ἄν τις καὶ περὶ τοῦ ἵστασθαι ἕως τοῦ καὶ ἠρεμοίη ἄν τι παρὰ φύσιν." Εἴπερ μὴ ὡς ἔτυχε ταῦτα πρόσκειται, τὰ αὐτὰ τοῖς πρότερον εἰρημένοις λέγοντα, ἐν οἷς ἀναιρεῖν δοκεῖ τὸ ἵστασθαι ἐπὶ τῶν παρὰ φύσιν κινουμένων καὶ παρὰ φύσιν ἠρεμούντων· πρότερον συστήσας αὐτὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτε συνῆγεν, ὅτι εἰ μὴ ἔστι τὸ ἵστασθαι ἐπὶ τῶν βίᾳ κινουμένων καὶ βίᾳ ἠρεμούντων, ‘οὐ γινόμενον ἠρεμοῦν τι ἔσται ἠρεμοῦν,’ ἐπειδὴ ἐν ἐκείνοις ἔδοξε τὸ ἵστασθαι ἀποφάσκειν τῶν βίᾳ κινουμένων διά τε τοῦ ‘τὸ ἱστάμενον ἀεὶ φέρεσθαι θᾶττον πλησιάζον τῷ οἰκείῳ τόπῳ, τὸ δὲ βίᾳ τοὐναντίον,’ καὶ διὰ τοῦ ‘τὸ ἵστασθαι ἐπὶ τοῦ κατὰ φύσιν εἰς τὸν οἰκεῖον τόπον ἰόντος λέγεσθαι,’ βούλεται δὲ ὡς ἔοικεν ἐφ’ ἑκάτερα κρατύνεσθαι τὴν ἀπορίαν, διὰ τοῦτο νῦν τὸ ἕτερον αὐτῆς μέρος ἀνέλαβε1 τὸ δεικνύον, ὅτι καὶ ἐπὶ τῆς βιαίου κινήσεως καὶ τῆς βιαίου ἠρεμίας τῆς ἀντικειμένης αὐτῇ, ἀνάγκη εἶναι τὸ ἵστασθαι· εἰ γὰρ μή, μένει δέ τι βίᾳ, ἔσται ἠρεμοῦν τι οὐκ ἀεὶ ἄνευ τοῦ γενέσθαι. ὅπερ εἶπεν πρότερον ὅτι “οὐ γινόμενον ἄρα ἠρεμοῦν ἔσται ἠρεμοῦν.” νῦν δὲ προσέθηκε τῷ ἠρεμοῦν τὸ ἔσται οὐκ ἀεί, περιττῶς οἶμαι· εἰ γὰρ ἠρεμεῖ τὸ πεφυκὸς κινεῖσθαι, οὐκ ἂν εἴη ἀΐδιος ἠρεμία. δῆλον δὲ ὅτι, φησίν, ἔσται τι βίᾳ ἠρεμοῦν· ὡς γὰρ κινεῖταί τι παρὰ φύσιν, οὕτω καὶ ἠρεμεῖ παρὰ φύσιν. ὥστε εἶναι τὸν συλλογισμὸν κατὰ τὸν δεύτερον τρόπον τῶν ὑποθετικῶν τοιοῦτον· ὄντος τοῦ βίᾳ μένοντος, ὡς ἀποδείξω, εἰ μὴ ἔστι τὸ ἵστασθαι ἐπ’ αὐτοῦ ὡς καὶ ἐπὶ τοῦ κατὰ φύσιν, ἠρεμοῦν τι ἔσται οὐκ ἀεὶ ἄνευ τοῦ γενέσθαι. εἰ οὖν τοῦτο ἀδύνατον, ἔστι καὶ ἐπὶ τοῦ βίᾳ μένοντος τὸ ἵστασθαι. ὅτι δέ ἐστι τὸ βίᾳ μένον καὶ παρὰ φύσιν, δῆλον ἐκ τοῦ εἶναι τὸ παρὰ φύσιν κινούμενον. ἀντικεῖσθαι δὲ τῇ παρὰ φύσιν κινήσει οὐ 〈τὴν παρὰ φύσιν μονὴν〉 κυρίως.2 ἀντέκειτο γὰρ τῇ παρὰ φύσιν κινήσει οἷον τῇ ἐπὶ τὸ ἄνω τῆς γῆς οὐχ ἡ παρὰ φύσιν αὐτῆς ἡ ἐν τῷ ἄνω μονή, ἀλλ’ ἡ κατὰ φύσιν ἡ ἐν τῷ κάτω. ἀκριβέστεροι δέ μοι δοκοῦσιν οἱ ταύτην τὴν λέξιν τὸ αὐτὸ ἀπαραλλάκτως τῇ πρότερον εἰρημένῃ λέγουσαν ὡς ὕστερον ὑπό τινων προστεθεῖσαν οὐ προσιέμενοι.

“人们也许还会就停下来提出疑难,直至:某种事物也会反常态地静止。” 如果这些话并非随意附加上去的——它们说着与先前所述相同的事,在那些论述中,他似乎在反常态运动和反常态静止的事物上取消了停下来;先前他通过归谬法确立了它,当时他推论说,如果停下来不适用于受强力运动和受强力静止的事物,“某种不曾变为静止的事物将处于静止”;因为在那些地方,他似乎既通过“停下来的事物在接近其固有处所时总是运动得更快,而受强力者则相反”,又通过“停下来是就按本性走向其固有处所之物而言的”,从而在受强力运动之物上否定了停下来;并且似乎他希望该疑难在两方面都得到强化,因此他现在重新拾取了这一疑难的另一部分,即表明在强力运动以及与之对立的强力静止上,必然也存在着停下来。因为如果不是这样,而某物因强力而居留,那么就会有某物并非永远地处于静止,而未经生成。这就是他先前所说的“因此,不曾变为静止的事物将处于静止”。但现在他在“处于静止”上加上了“将并非永远”,我认为这是多余的;因为如果具有运动本性之物在静止,它就不会是永恒的静止。他说,显而易见会有某物因强力而处于静止;因为正如某物反常态地运动,同样它也反常态地静止。因此,按照假言三段论第二式,推论如下:既然因强力而居留之物存在(正如我将证明的),如果停下来不像在按本性之物上那样也适用于它,那么就会有某物并非永远地处于静止,而未经生成。因此如果这是不可能的,那么在因强力而居留之物上也存在着停下来。而因强力即反常态居留之物存在,由反常态运动之物存在是显然的。但与反常态运动相对立的,在本义上并不是〈反常态的居留〉。因为与反常态运动(例如土向上方运动)相对立的,并不是它在上方反常态的居留,而是它在下方按本性的居留。然而在我看来,那些因这段文本与先前所述毫无差别地说着同样的事、而将其视为后人所增补而不予接受的人,乃是更为严谨确当的。

语法注2 条
  1. 5.50Εἴπερ μὴ ὡς ἔτυχε ταῦτα πρόσκειται ... διὰ τοῦτο νῦν τὸ ἕτερον αὐτῆς μέρος ἀνέλαβε

    这是一个由句首条件从句 Εἴπερ μὴ ὡς ἔτυχε ταῦτα πρόσκειται 引出的长句悬置结构。其中多层插入了分词从句(πρότερον συστήσας...)、原因从句(ἐπειδὴ ἐν ἐκείνοις ἔδοξε...)以及表达亚里士多德意图的成分(βούλεται δὲ ὡς ἔοικεν...),最后由主句 διὰ τοῦτο νῦν τὸ ἕτερον αὐτῆς μέρος ἀνέλαβε(“因此他现在重新拾取了它的另一部分”)完成收束。

  2. 5.50ἀντικεῖσθαι δὲ τῇ παρὰ φύσιν κινήσει οὐ 〈τὴν παρὰ φύσιν μονὴν〉 κυρίως

    不定式 ἀντικεῖσθαι 的主语补入了校勘补文 〈τὴν παρὰ φύσιν μονὴν〉。紧接着的阐释(ἀντέκειτο γὰρ τῇ παρὰ φύσιν κινήσει... οὐχ ἡ παρὰ φύσιν αὐτῆς ἡ ἐν τῷ ἄνω μονή)表明,与反常态运动对立的本义上不是“反常态的居留”,而是“按本性的居留”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:918.4-919.16