- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:917.1-918.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在230b28处提出的疑难,即开始运动之物同时处于静止从而导致相反者共存于同一事物中,指明这一疑难通过运动之物具有部分得以解决,并且严格的相反性只存在于运动与运动之间。
" Ἔχει δὲ ἀπορίαν, εἰ ἐναντία ἡ ἐνταῦθα μονὴ ἕως τοῦ καὶ τίνες ἐναντίαι τίσιν, εἴρηται." Εἰπὼν πρότερον, ὅτι τῇ ἐκ τούτου εἰς τὸ ἐναντίον κινήσει ἡ ἐν τούτῳ μονὴ ἀντίκειται, τῇ δὲ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ, ἀπορεῖ νῦν πρὸς τοῦτο καὶ λέγει, ὅτι εἰ ἐναντία ἐστὶν ἡ ἐνθάδε ἠρεμία τῇ ἐντεῦθεν κινήσει, ὡς εἴρηται πρότερον, ἐπειδὴ τὸ ἀρχόμενον κινεῖσθαι ἐντεῦθεν ἔτι ἐστὶ καὶ ἐνθάδε, ἐνθάδε δὲ ὂν ἠρεμεῖ (τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ἐνθάδε εἶναι), συμβαίνει ἅμα τὸ αὐτὸ ἠρεμεῖν τε καὶ κινεῖσθαι τὰς ἐναντίας ἀλλήλαις κίνησίν τε καὶ ἠρεμίαν.1 ἡ γὰρ εἰς ὃ κίνησις τῇ ἐν αὐτῷ μονῇ οὐκ ἔστιν ἐναντία· διὸ οὐκ ἐπὶ τούτων ἐποιήσατο τὸν λόγον. τὸ δὲ ἅμα περὶ ταὐτὸν τἀναντία συμβαίνειν ἀδύνατον· ὅτι δὲ τὸ ἀρχόμενον ἐντεῦθεν κινεῖσθαι ἔτι ἐστὶν ἐνταῦθα, δείκνυσιν ἐκ τοῦ λόγου τοῦ λέγοντος, ὅτι τοῦ κινουμένου τὸ μέν τί ἐστιν ἐκεῖ ἐξ οὗ κινεῖται, τὸ δὲ ἐκεῖ εἰς ὃ κινεῖται· ὥσπερ εἰ νοήσαιμέν τι λευκὸν μελαινόμενον, μήπω δὲ τελέως μελανθέν, μένει ἔχον τι ἔτι τοῦ λευκοῦ καὶ ἠρεμοῦν ἐν τῷ λευκῷ κατὰ τοσοῦτον, οὕτω καὶ ἡ τοπικὴ κίνησις ἔτι ἔχουσά τι τῆς ἐν τῇ ἠρεμίᾳ διαθέσεως λέγοιτο ἂν μὴ ἀποβεβληκέναι τελέως τὴν ἠρεμίαν. λύει δὲ τὴν ἀπορίαν λέγων μηδὲν ἄτοπον συμβαίνειν ἐκ τοῦ λόγου, ἐὰν ᾖ περὶ τὸ αὐτὸ τὰ ἐναντία, μὴ κατὰ τὸ αὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο· τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι λευκὸν καὶ μέλαν κατ’ ἄλλο καὶ ἄλλο μέρος, ὃ γίνεται καὶ ἐπὶ τοῦ τῆς κινήσεως ἀρχομένου· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἠρεμεῖ καὶ κινεῖται, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο. τὸ μὲν γὰρ αὐτοῦ ἐστιν ἐκεῖ, τὸ δὲ οὐκέτι· οὐ γὰρ ἀμερὲς τὸ κινούμενον· δειχθήσεται γάρ, ὅτι οὐδὲν ἀμερὲς κινεῖται, εἰ δέ τι εἴη ἐν τοῖς ἐναντίοις κατ’ ἄλλο καὶ ἄλλο, οὐδὲν ἄτοπον. τοῦτο οὖν διὰ βραχέων ἐνδειξάμενος διὰ τοῦ εἰπεῖν εἴ πῃ ἠρεμεῖ ἢ ἔτι μένει,2 τουτέστιν εἰ κατά τι ἠρεμεῖ ἢ κατά τι μένει, ἐπιφέρει ὅτι οὐδὲ ἐναντίον ἠρέμησις τῇ κινήσει κυρίως· στέρησις γὰρ μᾶλλόν ἐστιν, ἀλλ’ ἔστι κυρίως κίνησις κινήσει ἐναντία ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον, ὡς προείρηται· ἐν γὰρ ταῖς τοιαύταις κινήσεσιν οὐ συμβαίνει τὸ αὐτὸ ἐν τοῖς ἐναντίοις εἶναι.
“而存在疑难:此处的居留是否相反,直至:并且何种事物与何种事物相反,已经被论述了。” 在先前说到在这一事物中的居留与从这一事物走向相反者的运动相对立,而在相反者中的居留与从相反者走向这一事物的运动相对立之后,他现在对此提出疑难并说道:如果正如先前所说,此处的静止与从此处的运动相反,那么既然开始从此处的运动之物仍在此处,而处于此处便是在静止(因为对它而言处于此处就是处于静止),就会导致同一事物同时处于静止并在运动,且此运动与静止是互为相反的。因为走向某处的运动并不与在其中的居留相反;因此他没有就这些情况展开论述。然而相反者同时附随于同一事物是不可能的。而开始从此处的运动之物仍在此处,他是根据这样说的论证来表明的,即“运动之物的一部分在它从中运动的彼处,而另一部分在它向其运动的彼处”。正如如果我们设想某种白的东西正在变黑但尚未完全变黑,它仍然保留着白的一部分并在这一程度上仍在白中静止,同样地,位置运动由于仍然保留着某种在静止中的状态,也可以被说成并未完全抛弃静止。他通过指出如果相反者关涉于同一事物但并非依据同一方面而是依据不同部分,那么从论证中并不会产生任何荒谬,从而解决了这一疑难;因为同一事物依据不同的部分完全可以是白的和黑的,这在开始运动之物上也会发生。因为并不是依据同一方面它既静止又运动,而是依据不同的部分。它的一部分在彼处,而另一部分已不在彼处;因为运动之物不是没有部分的(因为将会证明,没有任何无部分之物能够运动),而如果某物依据不同部分存在于相反者之中,则毫无荒谬可言。因此,他在通过说“如果以某种方式它在静止或仍旧居留”——也就是说,如果依据某一部分它在静止或依据某一部分它在居留——简要地指明了这一点之后,接着补充说,趋于静止甚至本义上并不是与运动相反的;因为这毋宁说是一种缺失,但在本义上是运动与运动相反,即从相反者到相反者的运动与从相反者到相反者的运动相对立,正如先前所说;因为在这样的运动中,并不会发生同一事物处于相反者之中的情况。
- 5.48τὰς ἐναντίας ἀλλήλαις κίνησίν τε καὶ ἠρεμίαν
作为两个不定式 κινεῖσθαι 与 ἠρεμεῖν 的同族宾格(内含宾格),进一步规定了主语所经历的运动与静止的内容:“以互为相反的运动与静止而运动并静止”。
- 5.48εἴ πῃ ἠρεμεῖ ἢ ἔτι μένει, τουτέστιν εἰ κατά τι ἠρεμεῖ ἢ κατά τι μένει
辛普里丘将亚里士多德原文(230b32–33)中的不定副词 πῃ(“以某种方式”)诠释为 κατά τι(“依据某一部分”或“在某种程度上”),这与其在前文中提出的运动之物并非作为整体而是依据不同的部分(ἄλλο καὶ ἄλλο μέρος)处于相反状态的消解方案相吻合。
