← 辛普里丘

亚里士多德《物理学》注释

§915.3-916.31

趋于停止的涵义与自然运动的加速

辛普里丘通过区分“趋于停止”的本义用法(合乎自然的运动)与转用用法(受强力的运动)来解决疑难,并引述了斯特拉同《论运动》中的经验证据(下落水滴的断裂与坠物的冲击力),以证实合乎自然的运动在接近本己处所时加速的现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.47#2

τοῦτο δὲ καὶ πρὸ ὀλίγου αὐτὸς εἶπεν οὕτως “ἡ γὰρ εἰς αὐτὸ κίνησις ἠρέμησις μᾶλλόν ἐστιν ἢ συμβαίνει γε ἅμα γίνεσθαι τῇ κινήσει.” εἰ οὖν τοῦτο ἄτοπον τὸ μὴ γινόμενόν τι ἠρεμοῦν εἶναι ἠρεμοῦν, ὅπερ ἐπήγαγεν, ἄτοπον δὲ διότι τὸ γεγονὸς ἀνάγκη πρότερον γίνεσθαι, διττὸν ῥητέον τὸ ἵστασθαι,1 τὸ μὲν κατὰ φύσιν κυρίως, τὸ δὲ παρὰ φύσιν μεταφορικῶς ἢ ὁμωνύμως. καὶ διὰ τοῦτο ἴσως εἰπὼν τὸ ἵστασθαι ἐπὶ τοῦ κατὰ φύσιν λέγεσθαι προσέθηκε τὸ κυρίως. τῷ γὰρ ὄντι τὸ ἐπὶ στάσιν ἰὸν ἵστασθαι λέγεται ὡς τὸ ἐπὶ ἠρεμίαν ἠρεμίζεσθαι, τὸ μέντοι βίᾳ κινούμενον οὐκ ἐπὶ στάσιν κινεῖται· ἐὰν γοῦν παύσηται ἡ βῶλος τῆς βίᾳ γινομένης ἐπὶ τὸ ἄνω κινήσεως, ἐπὶ τὸ κάτω φέρεται εὐθέως, ἐὰν μή τι βίᾳ κρατήσῃ. βίαιος γὰρ ἠρεμία ἐστὶν ἡ βίᾳ κρατοῦντός τινος, ὥσπερ βίαιος κίνησις ἡ βίᾳ κινοῦντος. κἂν τὸ ἵστασθαι οὖν μὴ λέγηται κυρίως προυπάρχειν τοῦ βίᾳ ἠρεμοῦντος, ἀλλ’, ὅτι γέγονεν ἠρεμοῦν, ἀνάγκη γένεσιν αὐτοῦ προυπάρχειν, καὶ τὸ ἵστασθαί τι ἀνάλογον. τί οὖν; ἆρα σοφιστικόν ἐστι τὸ ἐπιχείρημα ἀπὸ τῆς ὁμωνυμίας τοῦ ἵστασθαι προαχθέν; ἢ τάχα τὸν λόγον σοφιστικῶς οὕτως ἀπορούμενον θεὶς διέλυσε διὰ τῆς τοῦ κυρίως ἵστασθαι διακρίσεως, δείξας ὅτι κυρίως μὲν οὐκ ἂν λέγοιτο ἵστασθαι τὸ βιαίως φερόμενον, καταχρηστικῶς δὲ οὐδὲν κωλύει τὸ βίαιον στάσιν βιαίως φερόμενον ἵστασθαι καὶ αὐτὸ λέγειν, ὅτι προηγεῖταί τι τῆς βιαίου ἠρεμίας ἀνάλογον ὂν τῷ κυρίως ἵστασθαι τῷ τῆς κατὰ φύσιν ἠρεμίας προηγουμένῳ, ὅπερ τῇ κατὰ φύσιν κινήσει συνῆν; εἰ μὴ ἄρα, ὅπερ εἶπον, ἡ μὲν κατὰ φύσιν κίνησις εἰκότως ἔχει ἐν ἑαυτῇ καὶ τὸ ἵστασθαι, ὅπερ ἐστὶ τὸ ἐπὶ τὸ ἑστάναι σπεύδειν, ἡ δὲ παρὰ φύσιν οὐκ ἐπὶ τὸ ἑστάναι ἐν τῷ παρὰ φύσιν σπεύδοντος τοῦ κινουμένου οὐκ ἂν ὅλως ἔχοι τὸ ἵστασθαι· οὐδὲ γὰρ σταίη ἂν τὸ βίᾳ ἐνεχθέν, εἰ μὴ βίᾳ κατέχοιτο. πλὴν ἐπειδὴ ἀδύνατον τὸ βίᾳ που ἠρεμοῦν μὴ βίᾳ ἐνηνέχθαι εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ βίᾳ ἠρεμεῖ, εἴπερ τὸ κατὰ φύσιν φερόμενον εἰς τὸν κατὰ φύσιν φέρεται τόπον ἐν ᾧ κατὰ φύσιν ἠρεμεῖ, προηγεῖται τῆς βιαίου ἠρεμίας ἡ βίαιος φορὰ ὥσπερ τῆς κατὰ φύσιν ἡ κατὰ φύσιν. καὶ κατὰ τοῦτο εἰ καὶ ἀκύρως, λέγοιτο ἂν ἵστασθαι καὶ τὸ βιαίως φερόμενον, ὅταν βίᾳ μέλλῃ ἠρεμεῖν. τὸ δὲ κατὰ φύσιν φερόμενον λέγεται κυρίως ἵστασθαι, ὅτι ἐπὶ στάσιν ἵεται. Ἐπειδὴ δὲ τοῦτο τὸ πρὸς τοῖς οἰκείοις τόποις θᾶττον φέρεσθαι τὰ κατὰ φύσιν φερόμενα ὡς ἀξίωμα πάντες προφέρουσι,2 καὶ τὴν μὲν αἰτίαν εὔλογον ἀποδιδόασι δυναμοῦσθαι λέγοντες αὐτὰ μᾶλλον πλησιάζοντα τῇ οἰκείᾳ ὁλότητι ὡς τελειούμενα τότε μᾶλλον κατὰ τὸ εἶδος, ἄλλοι δὲ τὸ πλῆθος τοῦ μεταξὺ ἀέρος ἐμποδίζειν λέγουσιν τοῖς ἐπὶ τὸ ἄνω ἢ κάτω κινουμένοις, ἕως ἂν πλησιάζοντα τοῖς οἰκείοις τόποις ὀλίγον ἀπολίπῃ τὸ μεταξύ, τὴν δὲ πίστιν τοῦ οὕτως ἔχειν, ὅτι τὰ κατὰ φύσιν φερόμενα θᾶττον κινεῖται πρὸς τοῖς οἰκείοις τόποις γινόμενα, ὀλίγοι προστιθέασιν, οὐδὲν ἴσως κωλύει τὰ ὑπὸ τοῦ φυσικοῦ Στράτωνος εἰρημένα τεκμήρια παραγράψαι. ἐν γὰρ τῷ Περὶ κινήσεως οὕτως εἰπών, ὅτι τὴν ἐσχάτην τοῦ τόπου ἐξαλλαγὴν ἐν ἐλαχίστῳ χρόνῳ ἐξαλλάσσει τὸ κινούμενον, ἐπάγει· “ἐν μὲν οὖν τοῖς τῷ βάρει φερομένοις διὰ τοῦ ἀέρος φανερόν ἐστιν οὕτω γινόμενον· τό τε γὰρ ἀπὸ τῶν κεράμων καταρρέον ὕδωρ, ἐάν τις ἀφ’ ὑψηλοῦ τόπου φερόμενον αὐτὸ θεωρῇ, ἄνωθεν μὲν συνεχὲς φαίνεται ῥέον, ἐν δὲ τῷ κάτω διεσπασμένον πίπτει ἐπὶ τὸ ἔδαφος. εἰ οὖν μὴ ἀεὶ τὸν ὕστερον τόπον θᾶττον ἐφέρετο, οὐκ ἄν ποτε συνέβαινεν αὐτῷ τοῦτο. λέγει δὲ τοῦτο τὸ ἀποσπᾶσθαι τοῦ συνεχοῦς τὸ πλησιαίτερον τοῦ ἐδάφους γινόμενον.”3 ἔτι δὲ καὶ ἄλλο προστίθησι τεκμήριον λέγων “ἐάν τις λίθον ἢ ἄλλο βάρος ἔχον ἀφῇ ἀποσχὼν τῆς γῆς ὅσον δακτυλιαῖον ὕψος, οὐ πάνυ ποιήσεται ἔνδηλον πληγὴν ἐν τῷ ἐδάφει, ἐὰν δὲ πλέθρον ἢ ἔτι πλέον ἀποσχὼν ἀφῇ ἄνωθεν, ἰσχυρὰν πληγὴν ποιήσει. καὶ ἄλλο μέν, φησίν, οὐδὲν αἴτιον τῆς πληγῆς ἐστιν· οὔτε γὰρ τὸ βάρος μεῖζον ἔχει, οὔτε μεῖζον τὸ κινούμενον γεγένηται οὔτε πλείω τόπον ἐπωθοῦν οὔτε ὑπὸ πλείονος ὠθούμενον, θᾶττον δὲ φερόμενον. καὶ παρὰ τοῦτο καὶ ταῦτα καὶ ἄλλα πολλὰ συμπτώματα συμβαίνει.” τοῦτο δὲ οἶμαι τὸ τεκμήριον δηλοῖ, ὅτι ὀλίγον ἐξαιρούμενον ἀπὸ τῆς γῆς ὡς ἔτι ἐν τῇ γῇ ὂν δυσκίνητόν ἐστιν, ἀπὸ πολλοῦ δὲ κινούμενον ἐπὶ τὸν οἰκεῖον τόπον, ἀεὶ καὶ μᾶλλον δυναμοῦται πρὸς τοῦτο. ὁ δὲ Ἀσπάσιος εἰς ταύτην τὴν λέξιν ἐπεράτωσε τὸ βιβλίον.

而这一点他本人在不久之前也是这样说的:“因为朝向自身的运动宁可说是趋向静止,或者至少是附随于运动而同时发生。”因此,如果某个不变成静止之物的东西处于静止,这是荒谬的——正如他所补充说的——而之所以荒谬是因为已经生成者必然先前在生成,那么就应当说“趋于停止”具有双重含义:一者合乎自然且是本义的,另一者违反自然且是隐喻的或同名异义的。或许正是由于这一点,在说到趋于停止就合乎自然而言被述说时,他添加了“本义地”。因为实际上走向处于停止状态之物被称为趋于停止,正如走向静止之物被称为趋向静止;然而受强力运动之物并不是走向处于停止状态而运动。无论如何,如果土块停止了朝向上方的强力运动,只要没有强力支配着它,它就立刻向下位移。因为受强力的静止是由某种强力支配者造成的,正如强力运动是由强力推动者造成的一样。因此,即使趋于停止不能本义地被称为先在于受强力静止之物,但由于它已经成了静止之物,它的生成——即某种类比的趋于停止——就必然先在。那么究竟如何呢?难道这个论证是从趋于停止的同名异义性中引出的诡辩吗?或者说,他或许在提出了如此以诡辩方式存疑的论证之后,通过对本义的趋于停止之区分而加以解决,指明了受强力位移之物本义上固然不能被称为趋于停止,但转用而言没有任何东西阻碍称那向着强力的停止受强力位移之物本身为趋于停止,因为受强力的静止之前先在着某种东西,它类比于先在于合乎自然的静止并伴随着合乎自然的运动之本义的趋于停止?抑或正如我所言,合乎自然的运动固然合乎情理地在自身中包含着趋于停止——即急于走向处于停止状态——而违反自然者由于运动之物在违反自然的状态中并不急于走向处于停止状态,因而完全不具有趋于停止;因为受强力位移之物甚至不会停止,除非它被强力拦阻。然而,由于在某处受强力静止之物不可能不曾受强力被位移向它在其中受强力静止的那个处所,既然合乎自然位移之物被位移向它在其中合乎自然静止的合乎自然之居所,那么受强力的位移就先在于受强力的静止,正如合乎自然者先在于合乎自然者一样。据此,即使是非本义地,当受强力位移之物将要受强力静止时,它也可以被称为趋于停止。而合乎自然位移之物之所以本义地被称为趋于停止,是因为它正奔向处于停止状态。 既然众人都将合乎自然位移之物在靠近本己处所时位移得更快作为一条公理提出,并且有些人给出合理的解释,说它们在更接近本己的整体时受到更大的赋力,因为此时它们在形式上更加圆满,而另一些人则说向上或向下运动之物受到中介空气数量的阻碍,直到它们接近本己处所而使中间留存极少,然而很少有人附加上关于情况确乎如此的证明——即合乎自然位移之物在到达本己处所附近时运动得更快——因此将自然哲学家斯特拉同所叙述的证据记录下来,或许并无不可。因为他在《论运动》中如此说道:运动之物在极短的时间内完成处所的最后改变,接着他又补充道:“因此在因重量而在空气中位移之物中,情况如此发生是显而易见的。因为从屋瓦上流下的水,若有人从高处观察它的位移,在上方看起来是连续流动的,但在下方则是断裂开来落到地面上的。因此,如果它不是总在较后的处所位移得更快,这种情况就绝不会发生在它身上。而他所说的这一点是指:越接近地面之物就越从连续者中断裂开来。”此外他还补充了另一条证据说:“若有人将一块石头或另一具有重量之物提起距地面如一指之高后放手,它在地面上不会造成很明显的撞击;但若有人从距地面一普勒斯隆[约三十米]或更高的高处放手,它就会造成强烈的撞击。他说,撞击的原因绝无其他:因为它的重量并未变得更大,运动之物自身也没有变大,既没有推挤更多的空间,也没有被更多的东西推动,而仅仅是位移得更快。正因为如此,这些以及许多其他现象才会发生。”而我认为这一证据表明:距地面微小被提起之物,犹如仍处于地面之中一般难于运动;但从远处向本己处所运动之物,则始终越来越被赋予朝向这一点的力。而阿斯帕西奥斯便以此文句结束了这一卷。

语法注3 条
  1. 5.47διττὸν ῥητέον τὸ ἵστασθαι

    动形容词 ῥητέον 作非人称使用,支配冠词加不定词 τὸ ἵστασθαι(可视为宾格对象或主格主语),并引领后文的同位同义划分 τὸ μὲν κατὰ φύσιν... τὸ δὲ παρὰ φύσιν,构成解决疑难的核心论断。

  2. 5.47Ἐπειδὴ δὲ τοῦτο τὸ πρὸς τοῖς οἰκείοις τόποις θᾶττον φέρεσθαι τὰ κατὰ φύσιν φερόμενα ὡς ἀξίωμα πάντες προφέρουσι

    由连词 ἐπειδή 引导的从属从句极其漫长,内含数个对比分句(πάντες προφέρουσι... τὴν μὲν αἰτίαν... ἄλλοι δὲ... τὴν δὲ πίστιν... ὀλίγοι προστιθέασιν),直至 οὐδὲν ἴσως κωλύει ... παραγράψαι 才出现主句。主句的核心为非人称短语 οὐδὲν κωλύει 加上不定词 παραγράψαι。

  3. 5.47λέγει δὲ τοῦτο τὸ ἀποσπᾶσθαι τοῦ συνεχοῦς τὸ πλησιαίτερον τοῦ ἐδάφους γινόμενον

    动词 λέγει 的主语是斯特拉同。句中 τοῦτο 指向由冠词加不定词组成的短语 τὸ ἀποσπᾶσθαι τοῦ συνεχοῦς,而中性分词短语 τὸ πλησιαίτερον τοῦ ἐδάφους γινόμενον 则作不定词的逻辑主语(即“他意指越接近地面者从连续体中断裂开来这一现象”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:915.3-916.31