- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:913.8-915.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐析了亚里士多德在230b21中关于“是否每一种静止皆有生成”的疑难,重构了因受强力的静止不具备“趋于停止”(ἵστασθαι)而展开的三段论论证,并探讨了亚历山大与辛普里修自身关于趋于停止是仅就合乎自然的运动而言被述说与存在、抑或二者只是同时附随的解释。
" Ἔχει δὲ ἀπορίαν, εἰ ἔστι πάσης ἠρεμίας ἕως τοῦ ἢ συμβαίνειν ἅμα." Ἀπορεῖ νῦν εἰ πάσης ἠρεμίας γένεσίς ἐστι ἢ οὔ. τό τε γὰρ μὴ εἶναι γένεσιν πάσης ἠρεμίας ἀδύνατον. καὶ τὴν αἰτίαν βραχέως ἐνεδείξατο διὰ τοῦ εἰπεῖν τῆς μὴ ἀεί. ἡ γὰρ ἠρεμία στέρησίς ἐστι κινήσεως ἐν τῷ ποτὲ κινουμένῳ, ἡ δὲ ἐν τῷ ποτὲ κινουμένῳ ἠρεμία οὐκ ἔστιν ἀεί, εἴπερ ποτὲ κινεῖται· τὸ δὲ μὴ ἀεὶ ὂν γέγονε, τὸ δὲ γεγονὸς ἐγίνετο, τὸ δὲ γινόμενον γένεσιν ἔχει· κατὰ γὰρ τὴν γένεσιν γίνεσθαι λέγεται, ὥσπερ τὸ κινούμενον κατὰ τὴν κίνησιν κινεῖσθαι. αὐτὸς δὲ ἠρκέσθη τῷ μὴ ἀεὶ εἶναι τὴν ἠρεμίαν, ὅτι τὰ ὄντα ἢ ἀεὶ ὄντα ἐστὶν ἢ ποτέ, τὰ δὲ ποτὲ ὄντα γινόμενά ἐστιν. ἐνδειξάμενος οὖν τὴν ἀνάγκην τοῦ δεῖν πᾶσαν ἠρεμίαν γένεσιν ἔχειν καὶ προσθεὶς ὅτι ἡ γένεσις τῆς ἠρεμίας τὸ ἵστασθαί ἐστιν,1 ὅπερ ἐστὶ τὸ ἠρεμίζεσθαι (τὸ γὰρ ἠρεμεῖν τὸ ἑστάναι ἐστίν, τοῦ δὲ ἑστάναι γένεσις τὸ ἵστασθαι ὡς τοῦ κεκινῆσθαι τὸ κινεῖσθαι), ἐπάγει λοιπὸν τὴν ἀπορίαν τὴν ἀναιρεῖν πειρωμένην τὸ πᾶσαν ἠρεμίαν γένεσιν ἔχειν διὰ τοῦ δεικνύναι, ὅτι ἡ βίαιος ἠρεμία οὐκ ἔχει γένεσιν· οὐδὲ γὰρ ἔχει τὸ ἵστασθαι. εἰ γὰρ ἡ βίαιος ἄνω ἠρεμία καὶ τὸ ἑστάναι ἄνω βίᾳ τῆς γῆς ἔχοι γένεσιν, ἔχοι ἄν τὸ ἵστασθαι βιαίως, τουτέστιν τὸ φέρεσθαι βιαίως, ἐπὶ τὸ ἑστάναι. εἰ οὖν τὸ ἵστασθαι ὅλως μὴ δυνατὸν εἶναι βιαίου φορᾶς ἐπὶ τὸ ἑστάναι, δῆλον ὅτι οὐκ ἄν εἴη τῆς βιαίου ἠρεμίας γένεσις. ὅτι δὲ τὸ ἵστασθαι οὐκ ἔστιν ἐπὶ τῆς βιαίου, δείκνυσι δυνάμει οὕτω· τὸ ἱστάμενον κατὰ φύσιν φέρεται ἐπ’ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἔσται ἑστηκός· τὸ κατὰ φύσιν ἐπί τινα τόπον φερόμενον, ἐν ᾧ ἔσται ἑστηκός, πλησιαίτερον ἐκείνου γινόμενον τοῦ τόπου θᾶττον κινεῖται δυναμούμενον ἔτι μᾶλλον ὑπ’ αὐτοῦ. καὶ συμπέρασμα τούτου τοῦ λόγου, ὅτι τὸ ἱστάμενον, τουτέστι τὸ ἐπὶ τὸ ἑστάναι φερόμενον, θᾶττον κινεῖται πλησιάζον τῷ τόπῳ, ἐν ᾧ στήσεται. προσληφθείσης οὖν ἑτέρας ταύτῃ προτάσεως τῆς λεγούσης, ὅτι τὸ βίᾳ φερόμενον οὐ φέρεται θᾶττον πρὸς τὸν τόπον, ἐν ᾧ βίᾳ στήσεται, ἀλλὰ καὶ βραδύτερον, συνάγεται ἐν δευτέρῳ σχήματι προσεχῶς μέν, ὅτι τὸ βίᾳ φερόμενον οὐχ ἵσταται, τουτέστιν οὐκ ἔχει τὴν ὁρμὴν ἐπὶ τὸ ἑστάναι, τούτῳ δὲ ἕπεται τὸ τὸ βίᾳ ἠρεμοῦν μὴ γίνεσθαι ἠρεμοῦν,2 εἴπερ μὴ ἔχει τὸ ἵστασθαι καὶ ἠρεμίζεσθαι. τὸ οὖν βίᾳ ἠρεμοῦν ἔσται ἠρεμοῦν, οὐ γινόμενον ἠρεμοῦν· οὐ πάσης ἄρα ἠρεμίας γένεσίς ἐστιν, εἴπερ τῆς βιαίου μὴ ἔστιν. ἐφεξῆς δὲ δοκεῖ μὲν ὡς ἄλλο ἐπιχείρημα ἐπάγειν διὰ τοῦ ἔτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι ἐπὶ τοῦ κατὰ φύσιν καὶ τῶν ἑξῆς, μᾶλλον δὲ οἶμαι τὸ συνεκτικὸν τοῦ προτέρου λόγου διὰ τούτου ὑποδεικνύναι· συνήχθη γὰρ ὁ λόγος ἐκεῖνος ὡς τοῦ ἵστασθαι μὴ δυναμένου τῷ βίᾳ φερομένῳ προσεῖναι, ἀλλὰ τῷ κατὰ φύσιν ἐπὶ τὸ ἑστάναι κινουμένῳ· τῷ γὰρ τὴν ὁρμὴν καὶ τὸν σκοπὸν ἐπὶ τὸ ἑστάναι ἔχοντι τούτῳ προσήκει τὸ ἵστασθαι ὡς τὸ ἠρεμίζεσθαι τῷ εἰς ἠρεμίαν σπεύδοντι καὶ τὸ λευκαίνεσθαι τῷ εἰς τὸ λελευκάνθαι. εἰπὼν δὲ ἔτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι ἐπὶ τοῦ κατὰ φύσιν εἰς τὸν οἰκεῖον τόπον ἰόντος, οὐκ ἐπὶ τοῦ παρὰ φύσιν ἐπήγαγεν (εἴπερ, ὡς φησιν ὁ Ἀλέξανδρος, καὶ τοῦτο εἴη γεγραμμένον) ἢ ὅλως εἶναι. “καὶ σημαίνοι ἄν, φησίν, ὅτι δοκεῖ τὸ ἵστασθαι ἢ ὅλως εἶναι, ἐνεργείᾳ τῶν φυσικῶν σωμάτων ἑκάστῳ τοῦτο εἶναι τὸ εἰς τὸν αὑτοῦ καὶ τὸν οἰκεῖον φέρεσθαι τόπον· ἅμα γάρ ἐστι γεγονὸς καὶ ἐνεργείᾳ ὂν καὶ εὐθέως κινεῖται ἐπὶ τὸν οἰκεῖον τόπον σπεῦδον ἐπὶ τὴν κατὰ τοῦτο τελειότητα, ἂν μή τι ἐμποδίζῃ, ὅ ἐστι, φησί, δεικτικὸν τοῦ τὸ ἵστασθαι λέγεσθαί τε καὶ εἶναι ἐπὶ τῆς κατὰ φύσιν λεγομένης κινήσεως.” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος ἁψάμενος οἶμαι καὶ τοῦ μέλλοντος ὑπ’ ἐμοῦ λέγεσθαι. μήποτε δὲ τὸ ἢ ὅλως εἶναι πρὸς τὸ λέγεσθαι ἀποδέδοται,3 ὅτι δοκεῖ τὸ ἵστασθαι κυρίως λέγεσθαι. ἢ οὐ λέγεσθαι μόνον ἀλλὰ καὶ εἶναι ὅλως ἐπὶ τοῦ κατὰ φύσιν, ἵνα μὴ τὸ λέγεσθαι εἰς λεκτικὴν συνήθειαν ἀποπέμψῃ τὸ ἵστασθαι· ἀλλὰ τὸ ἵστασθαι κυρίως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι. ἢ εἰ τὸ μὲν ἵστασθαι ἀπὸ τῆς στάσεως ἐφ’ ἣν σπεύδει τὴν ἔννοιαν ἔχει, τὸ δὲ φέρεσθαι ἀπὸ τῆς κινήσεως οὐκ εἶναι ἁπλῶς ταὐτὸν τὸ ἵστασθαι καὶ τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι, ἀλλὰ συμβαίνειν ἅμα. ἢ τότε συμβαίνειν τὸ ἵστασθαι, ὅτε συμβαίνει τι ἐπὶ τὸν αὑτοῦ τόπον φέρεσθαι.
“然而存在着疑难:是否每一种静止[皆有生成]……直至‘或者同时附随。’” 他现在提出疑难:是否每一种静止皆有生成,抑或没有。因为主张并非每一种静止皆有生成,这是不可能的;并且他通过说“非恒常存在者”而简要地指明了原因。因为静止是某时运动之物中运动的缺失,而某时运动之物中的静止并非恒常存在,既然它某时运动;非恒常存在者已经生成,已经生成者曾经在生成,正在生成者具有生成;因为按照生成,[事物]被称为在生成,正如运动着的事物按照运动被称为在运动。他本人满足于静止并非恒常存在这一点,是因为存在者要么是恒常存在者,要么是某时存在者,而某时存在者是生成之物。因此,在指明了每一种静止必具有生成这一必然性,并补充了静止的生成即是趋于停止,而这也就是趋向静止(因为静止着即是处于停止状态,而处于停止状态的生成即是趋于停止,犹如已运动过的生成即是在运动)之后,他接下来引入了试图取消每一种静止皆有生成这一说法的疑难,其方式是指明受强力的静止没有生成;因为受强力的静止甚至不具有趋于停止。因为若土的受强力的在上的静止以及受强力在上的处于停止状态具有生成,则它就会具有强力地趋于停止,即强力地被位移向处于停止状态。因此,若趋于停止完全不可能属于向着处于停止状态的强力位移,显而易见受强力的静止就不会有生成。而关于趋于停止并不存在于受强力的情况中,他潜在地如下表明:趋于停止之物合乎自然地被位移向它将在其中处于停止状态的那个处所;合乎自然地被位移向某一个它将在其中处于停止状态之居所的事物,越接近那个处所,就越受到它的赋力而运动得越快。而该论证的结论是:趋于停止之物,即被位移向处于停止状态之物,在接近它将停止的处所时运动得越快。于是,在此[论证]上附加了另一条前提,该前提说:受强力被位移之物走向它将在其中受强力停止的处所并不是位移得更快,而是更慢;据此在第二格中直接推导出的结论是:受强力被位移之物并不趋于停止,即并不具有朝向处于停止状态的冲力;而随之而来的则是,受强力静止之物并不变成静止之物,既然它不具有趋于停止与趋向静止。因此,受强力静止之物将是静止之物,而并非变成静止之物;所以,并非每一种静止皆有生成,既然受强力的静止没有生成。接着,他似乎通过“此外,趋于停止似乎本义地就合乎自然而言被述说”及随后的文句引入了另一论据,但我认为他宁可是在通过这一点指示前一论证的核心纽带。因为那个论证所推导出的前提是:趋于停止不可能属于受强力被位移之物,而是属于合乎自然地向着处于停止状态运动之物;因为对于具有朝向处于停止状态的冲力与目标之物而言,趋于停止才属于它,正如趋向静止属于急于走向静止之物,变白属于走向变白了的状态之物。在说了“此外,趋于停止似乎本义地就合乎自然地走向本己处所者而言被述说,并非就违反自然者而言”之后,他又附加上了(如果如亚历山大所说,这也写在抄本中)“或者全然存在”。“而这可能意味着,”他[亚历山大]说,“趋于停止或者全然存在,就各自然物体现实而言,似乎就是被位移向自身的本己处所;因为一旦生成且处于现实中,若无障碍,它便立刻向本己处所运动,急于达到在这方面的圆满;这,”他[亚历山大]说,“正指示了趋于停止就所谓的合乎自然的运动而言被述说且存在。”亚历山大如此论述,我认为他也触及了我将要言及之事。然而,“或者全然存在”或许是相对于“被述说”而言的,[意指]趋于停止似乎本义地被述说,或者不仅被述说,而且就合乎自然者而言全然存在,以免“被述说”这一表述将趋于停止贬为语言上的习惯;而是说趋于停止本义上就是被位移向自身的处所。抑或,若趋于停止是从它所急于走向的停止获得其概念,而被位移是从运动[获得概念],那么趋于停止与被位移向自身处所并非全然同一,而是同时附随。或者说,当某物被位移向自身处所附随发生时,此时趋于停止才附随发生。
- 5.47ἐνδειξάμενος οὖν τὴν ἀνάγκην τοῦ δεῖν πᾶσαν ἠρεμίαν γένεσιν ἔχειν καὶ προσθεὶς ὅτι ἡ γένεσις τῆς ἠρεμίας τὸ ἵστασθαί ἐστιν
这是一个由两个不定过去时分词 ἐνδειξάμενος 与 προσθεὶς 修饰主句动词 ἐπάγει 的长句。ἐπάγει 的直接宾语为 τὴν ἀπορίαν,并由定语性分词短语 τὴν ἀναιρεῖν πειρωμένην ... διὰ τοῦ δεικνύναι, ὅτι ... 进一步限定展开。句法结构清晰反映了论证的推进步骤:指出必然性→补充界说→引入疑难。
- 5.47τούτῳ δὲ ἕπεται τὸ τὸ βίᾳ ἠρεμοῦν μὴ γίνεσθαι ἠρεμοῦν
此处出现两个中性单数冠词叠置的结构(τὸ τὸ βίᾳ ἠρεμοῦν...)。第一个 τὸ 将整个不定式短语(τὸ βίᾳ ἠρεμοῦν μὴ γίνεσθαι ἠρεμοῦν,“受强力静止之物并不变成静止之物”)名词化,充当 ἕπεται 的主语;第二个 τὸ 则将分词 βίᾳ ἠρεμοῦν 实词化,作为不定式 γίνεσθαι 的逻辑主语(宾格主语)。
- 5.47μήποτε δὲ τὸ ἢ ὅλως εἶναι πρὸς τὸ λέγεσθαι ἀποδέδοται
副词 μήποτε 在此用作委婉提出推测或谦逊观点的惯用语(“或许……不是吗”),搭配直陈式完成时被动态 ἀποδέδοται。主语为引语短语 τὸ ἢ ὅλως εἶναι,介词短语 πρὸς τὸ λέγεσθαι 则表示关联或对应(“相对于/对应于 τὸ λέγεσθαι”)。
