← 辛普里丘

亚里士多德《物理学》注释

§912.1-913.7

自然运动与反自然运动的相反性方式

辛普利丘论证了合乎自然与违反自然之运动的相反性与先前确立的相反性方式(在相反者之间的运动)完全相同,以元素的上下运动和静止为例加以阐明,并探讨了关于单纯物体在位移中具有首要适用性的抄本异读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.46

" Ὅλως μὲν οὖν ἐναντίαι κινήσεις καὶ ἠρεμίαι ἕως τοῦ ἡ μὲν γὰρ κατὰ φύσιν αὐτῶν ἢ ἄνω ἢ κάτω, ἡ δὲ παρὰ φύσιν." Δείξας ὅτι καὶ ἡ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐναντίωσίς ἐστιν ἐν ταῖς κινήσεσιν ἐφεξῆς δείκνυσιν, ὅτι μὴ κατ’ ἄλλον τινὰ τρόπον ἐναντιώσεως παρὰ τὸν πρότερον εἰρημένον ταῖς κινήσεσιν ὑπάρχειν ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κινήσεις εἰσὶν ἐναντίαι,1 ἀλλ’ ἔστιν ὁ αὐτὸς τρόπος τῆς ἐναντιώσεως. ὅταν γὰρ τὸ αὐτὸ ᾖ τὸ κινούμενον τὰς ἐναντίας κινήσεις, τουτέστι τὰς ἐκ τῶν ἐναντίων καὶ εἰς τὰ ἐναντία, ὡς ἡ ἑτέρα ἐστὶν αὐτῷ κατὰ φύσιν, τότε ἡ ἑτέρα τούτῳ γίνεται παρὰ φύσιν. φέρεται μὲν γὰρ τὴν ἄνω φορὰν φύσει τὸ πῦρ, τὴν δὲ κάτω ἡ γῆ. καὶ ἐναντίαι γε αὐτῶν αἱ φοραί. τὸ δὲ πῦρ ἄνω μὲν κατὰ φύσιν κινεῖται, κάτω δὲ παρὰ φύσιν. καὶ ἐναντία ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν, ὅτι ἐξ ἐναντίων καὶ εἰς ἐναντία, καὶ αἱ μοναὶ δὲ ὡσαύτως. ἡ γὰρ ἄνω μονὴ τῇ ἄνωθεν κάτω κινήσει ἐναντία. γίνεται δὲ τῇ γῇ ἡ μὲν ἄνω μονὴ παρὰ φύσιν, ἡ δὲ κάτω κίνησις κατὰ φύσιν. ὥστε κινήσει μονὴ ἐναντία ἡ παρὰ φύσιν τοῦ αὐτοῦ· καὶ γὰρ ἡ κίνησις τοῦ αὐτοῦ. ἐναντία ἄρα τῇ ἑκάστου τῶν στοιχείων κατὰ φύσιν κινήσει ἐναντία κίνησις παρὰ φύσιν αὐτῷ ἐστιν. ἐπεὶ δὲ ἐξ οὗ τι κινεῖται ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν, ἡ ἐν ἐκείνῳ μονὴ ἀντίκειται τῇ ἐξ αὐτοῦ κινήσει, δῆλον ὅτι τοῖς ἁπλοῖς σώμασιν αἱ ἐν ἐκείνοις μοναί, ἐξ ὧν κατὰ φύσιν κινοῦνται, αὗται παρὰ φύσιν εἰσίν· ὥστε αἱ παρὰ φύσιν αὐτῶν μοναί τε καὶ ἠρεμίαι ἐναντίαι εἰσὶ ταῖς κατὰ φύσιν αὐτῶν κινήσεσιν. Ἔν τισι τῶν ἀντιγράφων μετὰ τὸ τέλος τῆς ῥήσεως ταύτης τὸ λέγον ἡ μὲν γὰρ κατὰ φύσιν αὐτῶν ἢ ἄνω ἢ κάτω, ἡ δὲ παρὰ φύσιν πρόσκειται τοῦτο· καθόλου δὲ καὶ πρώτως ταῦτα κυρίως ὑπάρχει. καὶ ἴσασιν ἔν τισι τοῦτο προσκείμενον καὶ οἱ ἐξηγηταί. λέγοι δὲ ἂν ὅτι ταῦτα, τό τε κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν κινεῖσθαι, κυρίως τοῖς ἁπλοῖς τῶν φυσικῶν σωμάτων ὑπάρχει καὶ πᾶσι καὶ πρώτως ἐν τῇ κατὰ τόπον αὐτῶν κινήσει καὶ ἠρεμίᾳ, ἐν δὲ ταῖς ἄλλαις κινήσεσιν ἔστι μὲν καὶ ἐν αὐταῖς τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν, ὡς εἴρηκεν, οὐ κυρίως δὲ οὐδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἀπὸ τούτων μεταφοράν. δοκεῖ δὲ ἐλλείπειν τῷ καθόλου δὲ καὶ πρώτως ταῦτα κυρίως ὑπάρχει τὸ τούτοις τοῖς ἁπλοῖς σώμασιν,2 ὧν ἐν τῇ ἄνω καὶ κάτω φορᾷ τὸ κατὰ φύσιν καὶ παρὰ φύσιν ἐτεχνολόγησεν.

“总的来说,运动与静止是相反的……直至‘因为它们之中的一者合乎自然,或向上或向下,而另一者违反自然。’” 在指明了合乎自然与违反自然的相反性亦存在于运动中之后,他接着指明,合乎自然的运动与违反自然的运动之所以相反,并不是依照某种不同于先前所言属于运动者的另一相反性方式,而是存在着同一种相反性方式。因为每当以相反的运动(即从相反者出发且走向相反者的运动)运动的事物是同一的时,正如其中一者对于它而言是合乎自然的,此时另一者对于它而言就变成了违反自然的。实际上,火在自然上是向上位移,而土是向下;并且它们的位移确实是相反的。火向上运动是合乎自然,向下则是违反自然。并且它的合乎自然的运动相反于违反自然的运动,因为它们是从相反者出发且走向相反者;诸留居亦同样如此。因为在上的留居相反于从上向下的运动。对于土而言,在上的留居变成了违反自然,而向下的运动则是合乎自然。因此,同一事物的违反自然的留居相反于运动;因为该运动也是同一事物的运动。所以,与各元素之合乎自然的运动相反的运动,即是对它而言违反自然的运动。而既然对于某物无论合乎自然还是违反自然地从之运动出来的出发点而言,在其中的留居对立于从之而来的运动,那么显而易见,对于单纯物体而言,在它们合乎自然地从之运动出来的那些处所中的留居,是违反自然的;因此它们违反自然的留居与静止相反于它们合乎自然的运动。在某些抄本中,在这一说法的结尾即“因为它们之中的一者合乎自然,或向上或向下,而另一者违反自然”之后,附加上了这句话:“总括地且首先地,这些本义地属于”。注家们也知晓在某些抄本中附加上了此句。而他所说的意思应当是:这些,即合乎自然地运动与违反自然地运动,本义地属于自然物体中的单纯物体,且属于〔它们〕全部,并首先是在它们的位移与静止中;而在其余的运动中,诚如他所说,在它们之中虽亦有合乎自然与违反自然,但既非本义地亦非首先地,而是依照从这些的转义。然而在“总括地且首先地,这些本义地属于”这句中,似乎缺失了“于这些单纯物体”,他正是在它们向上与向下的位移中论述了合乎自然与违反自然。

语法注2 条
  1. 5.46ὅτι μὴ κατ’ ἄλλον τινὰ τρόπον ἐναντιώσεως παρὰ τὸν πρότερον εἰρημένον ταῖς κινήσεσιν ὑπάρχειν ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κινήσεις εἰσὶν ἐναντίαι

    不定式短语 ταῖς κινήσεσιν ὑπάρχειν 是受完成时被动分词 εἰρημένον 支配的补足不定式,τὸν πρότερον εἰρημένον ταῖς κινήσεσιν ὑπάρχειν 意为“先前所言属于运动者(即那种方式)”。ὅτι 从句的主干是常规的定动词结构 ὅτι μὴ κατ’ ἄλλον τινὰ τρόπον ... ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κινήσεις εἰσὶν ἐναντίαι(后期希腊语陈述从句常以否定词 μὴ 代 οὐ),意即合乎自然的运动与违反自然的运动并不是依照某种不同于先前所言属于运动者的另一相反性方式而相反。

  2. 5.46δοκεῖ δὲ ἐλλείπειν τῷ καθόλου δὲ καὶ πρώτως ταῦτα κυρίως ὑπάρχει τὸ τούτοις τοῖς ἁπλοῖς σώμασιν

    动词 ἐλλείπειν(缺失)在此处支配带有与格冠词的引用短语 τῷ [καθόλου δὲ...] 作为缺失发生的处所(“在……这一句中”),而带有主格/宾格冠词的短语 τὸ [τούτοις τοῖς ἁπλοῖς σώμασιν] 则作为主语表示所缺失的内容(“‘于这些单纯物体’这一成分”)。全句结构即为:“在……这一句中似乎缺失了‘于这些单纯物体’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:912.1-913.7