← 辛普里丘

亚里士多德《物理学》注释

§910.26-911.31

一切变化中强迫运动与自然的对立

辛普利丘阐明亚里士多德在《物理学》卷五第六章(230a18)中如何通过指出强迫(违反自然)的变化存在于生成、灭亡、增盛和变质中来化解疑难,并借由区分本质规定与附随性质来解决“一物具有两个相反者”的诘难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.45#2

ἀλλ’ οὐδὲ γένεσις γενέσει δοκεῖ οὕτως ἀντικεῖσθαι, ὡς εἶναι τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. Ἀπορήσας δὲ οὕτω τῷ μὲν ἄμφω τὰς ἀντικειμένας οἷον λεύκανσιν καὶ μέλανσιν καὶ αὔξησιν καὶ μείωσιν καὶ γένεσιν καὶ φθορὰν κατὰ φύσιν εἶναι ἐνδίδωσι·1 καὶ γὰρ ἐπὶ τῆς κατὰ τόπον ἡ ἄνω καὶ κάτω ἀντικείμεναι ἄμφω κατὰ φύσιν εἰσίν, εἰ καὶ ἐπ’ ἄλλου καὶ ἄλλου· τὸ δὲ ἐπὶ τοῦ αὐτοῦ εἴδους οἷον τῆς φθορᾶς ἢ τῆς γενέσεως ἢ αὐξήσεως εἶναι τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν, ὡς ἐπὶ τῆς ἄνω κινήσεως ἢ ἐπὶ τῆς κάτω, δείκνυσιν2 ἐκ τοῦ τὸ βίαιον ἐν πάσαις ὁρᾶσθαι, τὸ δὲ βίαιον παρὰ φύσιν εἶναι. καὶ φθορὰ οὖν ἂν εἴη φθορᾷ ἐναντία ἡ βίαιος τῇ κατὰ φύσιν. ἀλλ’ ἐπὶ μὲν φθορᾶς τὸ βίαιον δῆλον· καὶ γενέσεις δέ εἰσι βίαιοι καὶ οὐ κατὰ τὸν εἱρμὸν τῆς φύσεως γινόμεναι, ἃς ‘οὐχ εἱμαρμένας’ εἶπεν, ὅταν πρὸ ἡλικίας γεννᾷ τινα. καὶ σημειοῦνται ἐντεῦθεν οἱ ἐξηγηταί, ὅτι τὴν εἱμαρμένην οἱ ἀπὸ τοῦ Περιπάτου ἐν τοῖς κατὰ φύσιν τίθενται, εἴπερ τὰς βιαίους καὶ παρὰ φύσιν κινήσεις οὐχ εἱμαρμένας εἶπεν. καὶ αὐξήσεις δὲ παρὰ φύσιν εἶναί φησί τινας, ὡς τῶν ταχὺ διὰ τρυφὴν ἡβώντων, οἳ καὶ γεννῷεν ἂν παρὰ φύσιν καὶ βίᾳ, καὶ σῖτος δὲ διὰ θέρμην ταχὺ φύεται καὶ αὔξεται ἐν τοῖς Ἀδώνιδος καλουμένοις κήποις πρὸ τοῦ ῥιζωθῆναι καὶ πιληθῆναι ἐν τῇ γῇ. καὶ ἐπὶ ἀλλοιώσεως δὲ τὸ κατὰ φύσιν εὑρίσκει καὶ παρὰ φύσιν· οἱ μὲν γὰρ ἐν ταῖς κρισίμοις ἡμέραις τῶν νόσων παυόμενοι κατὰ φύσιν ἀλλοιοῦνται καὶ βεβαίως, οἱ δὲ μὴ ἐν κρισίμοις παρὰ φύσιν καὶ ἀβεβαίως. εἰπὼν δὲ καὶ γενέσει γένεσιν ἐναντίαν εἶναι καὶ φθορᾷ φθορὰν ἐπέστησεν, ὅτι ἔσονται φθοραὶ ἐναντίαι ἀλλήλαις. εἰ δὲ τοῦτο, ἐπειδὴ τῇ φθορᾷ καὶ ἡ γένεσις ἀντίκειται, δύο ἑνὶ ἔσται ἐναντία·3 τῇ γὰρ φθορᾷ καὶ γένεσις ἔσται καὶ φθορὰ ἐναντία. ὁμοίως δὲ καὶ τῇ γενέσει γένεσις καὶ φθορά, εἴπερ καὶ γενέσει γένεσις ἀντίκειται. ταύτην δὴ τὴν ἔνστασιν βραχέως ἐνδειξάμενος διὰ τοῦ ‘ἔσονται δὴ ἐναντίαι φθοραὶ ἀλλήλαις οὕτω λαμβανόμεναι, καὶ οὐχὶ γενέσει· εἰ οὖν καὶ γενέσει, δύο ἑνὶ ἐναντία ἔσται’ λύει τὴν ἔνστασιν λέγων μηδὲν κωλύειν κατά τι καὶ φθορὰν εἶναι φθορᾷ ἐναντίαν οὐ καθὸ φθορᾷ, ἀλλὰ καθὸ ἡ μὲν κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν, ἃ συμβέβηκε ταῖς φθοραῖς. ὥστε οὐ δύο ἑνὶ ἐναντία, εἴπερ καθὸ μὲν φθορὰ γενέσει μόνη ἐναντία ἐστί, καθὸ δὲ κατὰ φύσιν φθορὰ τῇ παρὰ φύσιν. ὥσπερ καὶ εἰ ἡ μὲν τὸ ἡδὺ εἶχε συμβεβηκός, ἡ δὲ τὸ λυπηρόν, ἦν ἄν τις αὐτῶν καὶ κατὰ τοῦτο ἀντίθεσις.

而且生成似乎也绝非如此对立于生成,以致一者合乎自然而另一者违反自然。在这样提出疑难之后,一方面,他让步承认对立的双方——例如变白与变黑、增盛与减少、生成与灭亡——皆是合乎自然的;因为在位置变化中,向上与向下这对立的双方也皆是合乎自然的,尽管是在不同事物上。但在另一方面,对于同一类,例如灭亡、生成或增盛,一者合乎自然而另一者违反自然(如同在向上运动或向下运动中那样),这一点他是从所有变化中皆可见到强迫、而强迫即是违反自然来加以证明的。因此在灭亡中,强迫的灭亡也会是合乎自然的灭亡的相反者。诚然,在灭亡中强迫是显而易见的;但亦有强迫的、不依自然的顺延而产生的生成,他称之为“非命定的”,例如在未至适龄时便生育者。注家们由此指出,漫步学派是将命定归入合乎自然之事物中的,既然他将强迫的且违反自然的运动称为“非命定的”。他又说,亦有某些增盛是违反自然的,例如那些因奢靡而过早成熟的人,他们也会违反自然并强行繁衍,又如谷物在所谓阿多尼斯之园中因温热而在尚未生根入土压实之前便迅速发芽生长。而在变质中他也发现了合乎自然与违反自然;因为那些在疾病的关键日平愈的人是合乎自然且稳定地发生变质,而那些不在关键日平愈的人则是违反自然且不稳定地发生变质。在说明了生成相反于生成且灭亡相反于灭亡之后,他提示道,灭亡彼此之间将会是相反的。如果是这样,既然生成也与灭亡对立,那么就会出现二者相反于一者:因为对于灭亡而言,生成与灭亡都将是相反者。类似地,对于生成而言,生成与灭亡也都将是[相反者],如果生成确实也对立于生成的话。于是,他通过“这样理解的灭亡彼此之间将确实是相反的,而不是相对于生成;因此如果相对于生成也是[相反的],那么二者将相反于一者”简要地指明了这一反驳之后,通过说明没有任何东西妨碍灭亡在某种意义上相反于灭亡(不是就其作为灭亡而言,而是就一者合乎自然而另一者违反自然而言,这些是附随于灭亡的属性)来解决了这一反驳。因此,并非二者相反于一者,既然就其作为灭亡而言它仅相反于生成,而就其作为合乎自然的灭亡而言它相反于违反自然的灭亡。正如如果一者具有令人愉快的附随属性,而另一者具有令人痛苦的附随属性,它们之间在这一方面也会具有某种对立一样。

语法注3 条
  1. 5.45τῷ μὲν ἄμφω τὰς ἀντικειμένας... εἶναι ἐνδίδωσι

    动词 ἐνδίδωσι 带与格补足语,表示“让步承认、同意”,此处由冠词引导的不定式短语 τῷ... εἶναι 充当该与格补足语。这与随后的 μέν... δέ 对称结构(τῷ μὲν... τὸ δὲ... δείκνυσιν)相呼应,将一方面所让步承认的内容与另一方面所证明的内容(宾格冠词不定式短语 τὸ... εἶναι 作为 δείκνυσιν 的宾语)并置对照。

  2. 5.45τὸ δὲ ἐπὶ τοῦ αὐτοῦ εἴδους... δείκνυσιν

    位于句首的宾格冠词不定式短语 τὸ δὲ... εἶναι 是后置主动词 δείκνυσιν 的直接宾语,构成隔置结构(hyperbaton)。该短语的语义主谓结构为“一者合乎自然而另一者违反自然”(εἶναι τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν),与前句中的 τῷ μέν 形成明确对置。

  3. 5.45δύο ἑνὶ ἔσται ἐναντία

    单数动词 ἔσται 与中性复数主语 δύο... ἐναντία 一致,符合古典希腊语中性复数主语接单数动词的常规语法规则(雅典法则)。与格 ἑνί 充当谓语形容词 ἐναντία 的补足语(“相对于一者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:910.26-911.31