← 辛普里丘

亚里士多德《物理学》注释

§910.1-910.26

关于运动种类及其合自然与反自然对立的疑难

辛普利丘注解了亚里士多德提出的疑难:为何在位置变化中存在合乎自然与违反自然的运动及停留的对立,而在变质、增减以及生成灭亡中,相对立的变化却似乎都不能单独被视为合乎自然或违反自然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.45#1

" Ἀπορήσειε δὲ ἄν τις ἕως τοῦ ἀλλ’ ἢ ἡ μὲν τοιαδί, ἡ δὲ τοιαδὶ αὐτῶν ἐστιν." Εἰπὼν τίνες κινήσεις καὶ ἠρεμίαι τίσι κινήσεσι καὶ ἠρεμίαις εἰσὶν ἐναντίαι κατὰ φύσιν ἄμφω, ὅτι κίνησις μὲν κινήσει ἡ ἐκ τοῦ ἐναντίου τῇ ἐκ τοῦ ἐναντίου, κίνησις δὲ μονῇ ἡ ἔκ τινος τῇ ἐν αὐτῷ, ἐπειδὴ οὐ μόνον αἱ κατὰ φύσιν ταῖς κατὰ φύσιν ἀντίκεινται ὡς ἡ κάτωθεν ἄνω τοῦ πυρὸς τῇ ἄνωθεν κάτω τῆς γῆς, ἀλλὰ καὶ ἡ τοῦ αὐτοῦ παρὰ φύσιν τῇ κατὰ φύσιν ὡς τῆς γῆς ἡ κάτωθεν ἄνω τῇ ἄνωθεν κάτω, μέλλων καὶ περὶ τούτων λέγειν τῶν ἀντιθέσεων, ἀπορεῖ πρῶτον, διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ καὶ κινήσεις εἰσὶ καὶ μοναὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν. τῇ γὰρ γῇ κίνησις μὲν κατὰ φύσιν ἡ εἰς τὸ κάτω, μονὴ δὲ ἡ ἐν τῷ κάτω, παρὰ φύσιν δὲ κίνησις μὲν ἡ εἰς τὸ ἄνω, μονὴ δὲ ἡ ἐν τῷ ἄνω, καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν σωμάτων καὶ τῶν ἁπλῶν κινήσεων ὁ αὐτὸς λόγος ἐπί γε τῶν κατὰ τόπον· ἐπὶ δὲ ἀλλοιώσεως καὶ τῆς κατὰ τὸ ποσὸν μεταβολῆς οὐκέτι ἡ τοῦ κατὰ φύσιν καὶ παρὰ φύσιν ἀντίθεσις ὁρᾶσθαι δοκεῖ·1 οὐδὲν γὰρ μᾶλλον τὸ λευκαίνεσθαι τοῦ μελαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστὶ τοῖς σώμασι καὶ τὸ ὑγιάζεσθαι ἢ νοσάζεσθαι.2 ὁμοίως γὰρ δοκεῖ τὸ σῶμα τῶν ζῴων ἀμφοτέρων τούτων εἶναι δεκτικόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ αὐξήσεως καὶ φθίσεως. οὔτε γὰρ ἡ μὲν αὔξησις κατὰ φύσιν, ἡ δὲ μείωσις παρὰ φύσιν οὔτε ἀνάπαλιν, ἀλλ’ οὐδὲ αὔξησις αὐξήσει ἀντικεῖσθαι δοκεῖ, ὡς εἶναι τὴν μὲν κατὰ φύσιν, τὴν δὲ παρὰ φύσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεταβολῶν τῆς τε γενέσεως καὶ τῆς φθορᾶς ἔχει· οὐδὲ γὰρ τὸ μὲν ἕτερον αὐτῶν κατὰ φύσιν, ἡ γένεσις, τὸ δὲ ἕτερον παρὰ φύσιν, ἡ φθορά. τὸ γὰρ γῆρας, ὅ ἐστι μεταβολὴ ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι καὶ φθορά, κατὰ φύσιν καὶ αὐτὸ δοκεῖ εἶναι.

“人们也许会提出疑难”直至“或者毋宁说它们之中一者是这种样子的,另一者是那种样子的”。 在说明了当二者皆合乎自然时,何种运动与静止与何种运动与静止相反(即运动与运动相反是源于相反者之运动对立于源于相反者之运动,而运动与停留相反是源于某物之运动对立于处于该物中的停留)之后,鉴于不仅合乎自然的运动对立于合乎自然的运动(正如火自下而上的运动对立于土自上而下的运动),而且同一事物的违反自然的运动也对立于其合乎自然的运动(正如土自下而上的运动对立于其自上而下的运动),他打算也讨论这些对立,于是首先提出疑难:为何在位置变化中既有合乎自然的运动和停留,也有违反自然的运动和停留——因为对于土而言,向下的运动是合乎自然的,在下方的停留是[合乎自然的],而向上的运动是违反自然的,在上方的停留是[违反自然的],对于其他简单物体和简单运动而言,至少在位置变化上是同一个道理——而在变质和数量上的变化中,合乎自然与违反自然的对立似乎不再能被看到。因为对于物体而言,变白绝不比变黑更合乎自然或违反自然,恢复健康也绝不比患病更[合乎自然或违反自然];因为动物的身体似乎同样能够接受这两者。同样的道理也适用于增盛与减消。因为既非增盛合乎自然而减少违反自然,反之亦不然,甚至增盛也似乎并不对立于增盛而使得一者合乎自然而另一者违反自然。类似地,在其他的变化(即生成与灭亡)中也是如此;因为并非它们之中的一者(生成)合乎自然,而另一者(灭亡)违反自然。因为老年是从存在向不存在的变化且是灭亡,它本身似乎也是合乎自然的。

语法注2 条
  1. 5.45ἀπορεῖ πρῶτον, διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ καὶ κινήσεις εἰσὶ καὶ μοναὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν ... ἐπὶ δὲ ἀλλοιώσεως καὶ τῆς κατὰ τὸ ποσὸν μεταβολῆς οὐκέτι ἡ τοῦ κατὰ φύσιν καὶ παρὰ φύσιν ἀντίθεσις ὁρᾶσθαι δοκεῖ

    由主动词 ἀπορεῖ 引导的间接疑问从句(由 διὰ τί 引出)的核心骨架是由 μὲν ... δέ 对比构成的:即 ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ... 与在插叙了关于土的具体例证(τῇ γὰρ γῇ... ἐπί γε τῶν κατὰ τόπον)之后的 ἐπὶ δὲ ἀλλοιώσεως... 相对照。所疑难的问题在于:为何在位置变化中存在合乎自然与反自然的对立,而在变质和数量变化中这种对立似乎不再显现。

  2. 5.45οὐδὲν γὰρ μᾶλλον τὸ λευκαίνεσθαι τοῦ μελαίνεσθαι κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστὶ τοῖς σώμασι καὶ τὸ ὑγιάζεσθαι ἢ νοσάζεσθαι

    比较级副词 μᾶλλον 支配比较属格 τοῦ μελαίνεσθαι,与 οὐδὲν 连用构成否定比较结构:“变白绝不比变黑更[合乎自然或反自然]”。句末的 καὶ τὸ ὑγιάζεσθαι ἢ νοσάζεσθαι 则以省略的形式并列了同样的主语与比较对象结构,即“恢复健康也[绝不]比患病[更合乎自然或反自然]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:910.1-910.26