- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:908.6-909.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解《物理学》第5卷第6章230a7及以下内容,论证了与没有相反者的变化(生成与灭亡)相对立的并非对立于运动的“静止”,而是“不变化”,并分析了开篇文句的三种异读及亚历山大的见解。
" Ὅσοις δὲ μὴ ἔστιν ἐναντίον ἕως τοῦ ἡ δὲ γένεσις εἰς ἐκείνην." Εἰπὼν τὴν ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ἠρεμίαν ἐναντίαν εἶναι τῇ ἐξ αὐτοῦ κινήσει ζητεῖ, εἰ καὶ ἐπὶ τῶν μεταβολῶν τῶν μὴ ἐξ ἐναντίου εἰς ἐναντίον γινομένων καὶ διὰ τοῦτο μὴ οὐσῶν κινήσεων, ὡς ἐλέγετο ἐπὶ γενέσεως καὶ φθορᾶς, ἔστι τις ἠρεμία ταύταις ταῖς μεταβολαῖς ἐναντία τῇ ἐξ αὐτοῦ εἰς αὐτό.1 αὗται γὰρ ἦσαν αἱ μεταβολαὶ αἱ ὡς γένεσις καὶ φθορὰ ἀντικείμεναι· φθορὰ μὲν γὰρ ἡ ἐκ τοῦ ὄντος, γένεσις δὲ ἡ εἰς τὸ ὄν. ἢ οὐκ ἔστι ταύταις ἀντικειμένη ἠρεμία, διότι οὐδὲ κινήσεις αὗται λέγονται, ἀλλὰ μεταβολαὶ μόνον· ἡ δὲ ἠρεμία τῇ κινήσει ἀντίκειται. τί οὖν οὐκ ἔστι τι πέρας τῆς γενέσεως ἡ ἐν τῷ εἴδει μονὴ ὥσπερ τῆς ἄνωθεν κάτω κινήσεως ἡ ἐν τῷ κάτω μονή; ἢ ἔστι μέν, ἠρεμία δὲ οὐ κλητέα αὕτη, ἀλλὰ ἀμεταβλησία μᾶλλον, διότι ἡ μὲν τῆς κινήσεως ἀπουσία ἠρεμία λέγεται, ἡ δὲ τῆς μεταβολῆς ἀμεταβλησία. ἀλλ’ ἔστω ἀμεταβλησίαν καλεῖσθαι· τίνι ἂν εἴη ἀμεταβλησίᾳ καὶ τίνι μεταβολῇ ἐναντία ἡ ἀμεταβλησία αὕτη; ἢ εἰ μὲν ἔστι τι ὑποκείμενον τὸ μὴ ὂν ὥσπερ ἡ ὕλη, ἡ ἐν τῷ ὄντι ἀμεταβλησία τῇ ἐν τῷ μὴ ὄντι ἀμεταβλησίᾳ ἔσται ἐναντία καὶ τῇ ἐκ τοῦ ὄντος κινήσει, εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, φησίν, ἀπορήσοι ἄν τις τίνι ἀμεταβλησίᾳ ἐστὶν ἐναντία ἡ ἐν τῷ ὄντι ἀμεταβλησία, ἀπορήσοι δὲ ἄν τις, φησί, καὶ εἰ ἠρεμίαν χρὴ λέγειν τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν διὰ τὰ ἑπόμενα ἄτοπα. εἰ γὰρ ἠρεμίαν τις λέγοι ἐπὶ γενέσεως καὶ φθορᾶς τὴν ἐν τῷ ὄντι ἀμεταβλησίαν, δυοῖν θάτερον ἀνάγκη συμβαίνειν· ἢ γὰρ οὐ πᾶσα ἠρεμία κινήσει ἐναντία ἔσται, εἴπερ ἡ ἐν τῷ ὄντι ἀμεταβλησία ἠρεμία οὖσα τῇ ἐκ τοῦ ὄντος μεταβολῇ ἀντίκειται· αὕτη δὲ οὐκ ἔστι κίνησις, ὡς δέδεικται πρότερον, διότι μὴ ἔστιν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον. ἢ εἰ πᾶσα ἠρεμία κινήσει ἀντίκειται, ἔσται καὶ ἡ φθορὰ κίνησις, ὁμοίως δὲ καὶ ἡ γένεσις. δέδεικται δὲ ὅτι οὐκ εἰσὶν αὗται κινήσεις. ἵνα οὖν μηδέτερον τούτων τῶν ἀτόπων συμβαίνῃ, ἠρεμίαν μὲν οὐ κλητέον τὴν ἐν τῷ ὄντι μονήν, ὅμοιον δέ τι αὐτὸ ἠρεμίᾳ ῥητέον. καὶ κλητέον αὐτὸ ἀμεταβλησίαν στέρησιν οὖσαν οὐ κινήσεως, ἀλλὰ μεταβολῆς. αὕτη δὲ ἡ ἐν τῷ ὄντι ἀμεταβλησία ἢ οὐδενί ἐστιν ἐναντία· ἡ γὰρ ἠρεμία καὶ οὐχὶ ἡ ἀμεταβλησία ἔκειτό τινι ἐναντία. ἢ εἰ ἔστι τινὶ ἐναντία, ἤτοι τῇ ἐν τῷ μὴ ὄντι ἀμεταβλησίᾳ ἔσται ἐναντία, εἰ ἔστι τι τὸ μὴ ὄν, ἢ τῇ φθορᾷ, ἥτις ἐστὶν ἐκ τοῦ ὄντος μεταβολή· ταύτῃ γὰρ ὡς μεταβολῇ ἀντικείσεται, κἂν μὴ ᾖ τι τὸ μὴ ὄν. διὸ οὕτως εἶπεν ἢ τῇ ἐν τῷ μὴ ὄντι ἢ τῇ φθορᾷ· αὕτη γάρ, φησίν, ἡ φθορὰ ἐξ αὐτῆς ἐστι τῆς ἐν τῷ ὄντι ἀμεταβλησίας, ἡ δὲ γένεσις ὁδός ἐστιν ἐπ’ ἐκείνην. ὡς γὰρ ἐπὶ τῆς ἠρεμίας ἐδείχθη, οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀμεταβλησίας· ἡ γὰρ ἐξ οὗ μεταβάλλει ἀμεταβλησία τῇ ἐξ αὐτοῦ μεταβολῇ ἀντίκειται, ἀλλ’ οὐχὶ τῇ εἰς αὐτό· ὥστε τῇ μὲν φθορᾷ ὡς μεταβολῇ ἀντίκειται ἡ ἐν τῷ ὄντι ἀμεταβλησία. τῇ δὲ γενέσει καὶ τῇ ἐν τῷ ὄντι ἀμεταβλησίᾳ εἴη ἂν ἀμεταβλησία ἀντικειμένη ἡ ἐν τῷ μὴ ὄντι, εἴπερ εἴη τι τὸ μὴ ὄν. Ἡ δὲ ἐν ἀρχῇ ταύτης τῆς λέξεως γραφὴ τριχῶς φέρεται. ἢ γὰρ οὕτως· ὅσοις δὲ μὴ ἔστιν ἐναντίον, μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δὲ οὐκ ἔστιν. ἢ οὕτως· ὅσοις δὲ μὴ ἔστιν ἐναντία, τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη καὶ τὰ ἑξῆς τὰ αὐτὰ δηλονότι τοῖς προτέροις σημαίνοντα. ἔστι δὲ καὶ τρίτη τοιαύτη ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ὧν μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δὲ οὐκ ἔστι.2 καὶ ταύτην μᾶλλον ὁ Ἀλέξανδρος ἀποδέχεται. “ὡς γὰρ σημαίνων, φησί, τίνων οὐκ ἔστιν ἠρεμία ἀλλὰ ἀμεταβλησία, λέγει, ἀλλ’ οὐχ ὡς δεικνὺς ὅτι μὴ εἰσὶ κινήσεις αἱ τοιαῦται μεταβολαὶ μηδὲ ὡς κινήσεις ἀλλήλαις ἀντίκεινται, ἀλλ’ ὡς μεταβολαί· τοῦτο γὰρ ἤδη δέδεικται”.
“对于那些没有相反者的事物”直至“而生成则是朝向那里的”。 在说明了处于相反者之一中的静止与由它而出的运动相反之后,他探究:对于那些不是从相反者到相反者产生、并因此不是运动的诸变化而言(正如关于生成与灭亡所谈到的那样),是否存在着某种与这些变化(即从它而出的变化与朝向它的变化)相反的静止。因为作为生成与灭亡相对立的正是这些变化;灭亡是从存在者而出的变化,而生成则是朝向存在者的变化。或者说,并没有与这些相对立的静止,因为它们甚至不被称为运动,而仅被称为变化,而静止是对立于运动的?那么,为何停留在形式中不是生成的某种终点,正如停留在下方是自上而下的运动的[终点]那样呢?或者说,确实存在着[这种停留],但这不应当被称为静止,而宁可称为不变化,因为运动的缺失被称为静止,而变化的缺失则被称为不变化?然而姑且承认它被称为不变化;那么这种不变化与何种不变化以及何种变化相反呢?如果非存在是某种基质(例如质料),那么处于存在者之中的不变化将与处于非存在之中的不变化相反,并与由存在者而出的运动[变化]相反;但他说,如果非存在不是任何东西,人们就会疑难处于存在者之中的不变化与何种不变化相反;并且他说,由于随之而来的荒谬,人们也会疑难是否应当将处于存在者之中的不变化称为静止。因为如果有人在生成与灭亡的情形下将处于存在者之中的不变化称为静止,二者必居其一:要么并非所有的静止都与运动相反,倘若处于存在者之中的不变化作为静止而对立于由存在者而出的变化(而正如先前所表明的,这一变化并不是运动,因为它不是从基质到基质的);要么,如果所有的静止都对立于运动,灭亡也就会是运动,同样生成也会是运动。但已经表明,这些并不是运动。因此,为了使这两种荒谬都不产生,处于存在者之中的停留不应当被称为静止,而应当说它是某种类似于静止的东西。并且应当称它为不变化,因为它不是运动的缺乏,而是变化的缺乏。而这种处于存在者之中的不变化,要么不与任何东西相反(因为被设定为与某物相反的是静止而非不变化);要么如果它与某物相反,则或者在非存在是某种东西的情况下与处于非存在之中的不变化相反,或者与作为由存在者而出的变化的灭亡相反;因为即使非存在不是任何东西,它也会与作为变化的此[灭亡]相对立。因此他才这样说:“或者与处于非存在之中的[不变化相反],或者与灭亡[相反]”;因为他说,这种灭亡是由处于存在者之中的不变化本身而出的,而生成则是通向那里的道路。因为正如就静止所表明的那样,就不变化而言也是如此:它由之发生变化的那个事物中的不变化,是对立于由它而出的变化的,而不是对立于朝向它的变化的;因此处于存在者之中的不变化对立于作为变化的灭亡。另一方面,对于生成以及处于存在者之中的不变化而言,如果非存在确实是某种东西,处于非存在之中的不变化就会是相对立的不变化。 关于本节开头的文句,流传着三种异读。其一如下:“对于那些没有相反者的事物,由它而出的变化与朝向它的变化是相对立的变化,但不是运动。”其二如下:“对于那些没有相反者的事物,在它们之中变化是相对立的……”等等,显然表示与前者相同的意思。还有第三种如下:“对于那些没有相反者的事物,关于它们,由它而出的变化与朝向它的变化是相对立的变化,但不是运动。”亚历山大更接受这第三种。“因为,”他说,“他这样说是为了表明对于哪些事物而言不存在静止而存在不变化,并不是为了表明此类变化不是运动,也不是为了表明它们不是作为运动而是作为变化而彼此相对立;因为这一点此前已经表明了。”
- 5.44ταύταις ταῖς μεταβολαῖς ἐναντία τῇ ἐξ αὐτοῦ εἰς αὐτό
与格短语 τῇ ἐξ αὐτοῦ [καὶ] εἰς αὐτό 作为同位语限定紧接在前的 ταύταις ταῖς μεταβολαῖς,意指“对于这些变化,即由它而出的变化与朝向它的变化”(即灭亡与生成),将起点与终点的结构应用于矛盾对立的变化。
- 5.44ὧν μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δὲ οὐκ ἔστι
在第三种异读中,关系代词属格 ὧν 回指先行词 ὅσοις(意为“关于它们”),句子的主语是 μεταβολή,ἡ ἐξ αὐτοῦ 进一步限定主语,τῇ εἰς αὐτό 则是取决于 ἀντικειμένη 的与格。亚历山大认为此句式旨在指明“对哪些事物而言存在的是不变化而非静止”。
