- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:906.34-908.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》卷五中的论证:出发点的静止与由该点出发的运动相反(基于朝向目的地的亲和性与目的论关系),且处于相反处所或状态的静止彼此相反;最后通过将运动与静止的对立界定为介于相反与缺乏之间的中间形态,解决了与“一物仅与一物相反”规则的表面冲突。
καὶ φησὶν ὅτι, ἐπειδὴ ἡ κίνησις ἐξ ὑποκειμένου εἰς ὑποκείμενόν ἐστι (τοῦτο γὰρ δηλοῖ τὸ ἐν δυσὶν ὑποκειμένοις εἶναι· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἐστίν, ᾧ καὶ διαφέρει κίνησις γενέσεως καὶ φθορᾶς), τῇ μὲν κινήσει τῇ ἐκ τοῦδε εἰς τὸ ἐναντίον οἷον τῇ ἐκ τοῦ κάτω εἰς τὸ ἄνω ἢ τῇ ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν ἡ ἐν τῷ κάτω καὶ ἡ ἐν τῷ λευκῷ μοναὶ ἐναντίαι· πάλιν δὲ τῇ ἐκ τοῦ ἄνω ἐπὶ τὸ κάτω κινήσει ἢ τῇ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν ἡ ἐν τῷ ἄνω ἠρεμία καὶ ἡ ἐν τῷ μέλανι ἐναντία. ὥστε καθόλου τὴν ἐν τούτῳ, ἐξ οὗ ἡ κίνησις γίνεται, ἠρεμίαν ἐναντίαν τῇ ἐξ αὐτοῦ κινήσει γίνεσθαι, ἀλλ’ οὐχὶ τῇ εἰς αὐτό· καὶ γὰρ ἀνάγκη ἐκεῖνο μὲν ὃ φεύγει κατὰ φύσιν ἐναντίον εἶναι, τὸ δὲ εἰς ὃ ἄπεισιν οἰκεῖον. ἐπειδὴ δέ, φησίν, ἄτοπον κινήσεις μὲν ἐναντίας εἶναι ἀλλήλαις, ἠρεμίας δὲ μὴ εἶναι, ἰστέον ὅτι καὶ ἠρεμίαι αὗταί εἰσιν ἐναντίαι ἀλλήλαις αἱ ἐν τοῖς ἐναντίοις τόποις καὶ ταῖς ἐναντίαις ποιότησιν ἢ ποσότησιν, οἷον ἡ ἐν τῷ ἄνω ἠρεμία τῇ ἐν τῷ κάτω καὶ ἡ ἐν τῷ λευκῷ τῇ ἐν τῷ μέλανι καὶ ἡ ἐν ὑγείᾳ τῇ ἐν νόσῳ· κινήσει μέντοι ἡ ἐν ὑγείᾳ ἠρεμία ἀντίκειται τῇ εἰς νόσον, ὡς εἴρηται πρότερον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγείαν ἀντικεῖσθαι αὐτὴν ἄλογόν ἐστι. καὶ τὴν αἰτίαν νῦν προστίθησιν ἐναργῆ· ἡ γὰρ κατὰ φύσιν, φησί, κίνησις ἡ ἐπ’ ἐκεῖνο, ἐν ᾧ κατὰ φύσιν ἠρεμεῖ τὸ κινούμενον, σκοπὸν ἐκείνην ἔχουσα τὴν ἠρεμίαν, καὶ δι’ αὐτὴν γινομένη, γένεσις τρόπον τινὰ τῆς ἠρεμίας ἐστὶ καὶ ἠρέμησις. ὥστε οἰκειότης ἐστὶ πλείστη τῇ κινήσει τῇ ἐν ᾧ ἠρεμήσει πρὸς τὴν ἐν ἐκείνῳ ἠρεμίαν.1 εἰ δὲ οἰκεία, οὐκ ἐναντία· οὐ γὰρ τῇ γενέσει τινὸς τὸ γινόμενον ἐναντίον οἷόν τε λέγειν ἢ στέρησιν αὐτῆς. εἰ δὲ καὶ τέλος τῶν ἐπί τι κινουμένων ἡ ἐν ἐκείνοις ἠρεμία, τὸ τέλος τινὸς πῶς ἂν ἐναντίον εἴη ἢ στέρησις αὐτοῦ; εἰ οὖν ἀνάγκη τὴν ἐξ οὗ ἢ τὴν εἰς ὃ ἠρεμίαν ἐναντίαν εἶναι τῇ κινήσει (οὐ γὰρ δὴ ἡ ἐξ ἄλλου γένους ἠρεμία ἐναντία ἔσται τῇ ἐν ἄλλῳ γένει κινήσει), ἀδύνατον δὲ τὰς εἰς ὃ ἐναντίας ἀλλήλαις εἶναι,2 ἀνάγκη τὴν ἐξ οὗ ἠρεμίαν ἐναντίαν εἶναι τῇ ἐξ αὐτοῦ κινήσει. καὶ γὰρ εἰ κατὰ φύσιν ἐστὶ τῷ κινουμένῳ ἡ ἐκ τοῦδε κίνησις, ἡ ἐν αὐτῷ ἠρεμία παρὰ φύσιν αὐτῷ γίνεται. ἐναντίον δὲ τὸ παρὰ φύσιν τῷ κατὰ φύσιν. εἰ δέ τις ἀπορεῖ, πῶς εἰ ἓν ἑνὶ ἐναντίον, τῇ κινήσει καὶ κίνησις ἀντίκειται καὶ ἠρεμία, καὶ τῇ ἠρεμίᾳ ὁμοίως καὶ ἠρεμία καὶ κίνησις ἐναντίαι λέγονται εἶναι, ῥητέον ὅτι οὐ κυρίως ἐναντίαι εἰσὶν ἠρεμία καὶ κίνησις, ἀλλ’ οὐδὲ στέρησις ἡ ἠρεμία τοιαύτη, οἵαν ἐν Κατηγορίαις εἶπεν τὴν μὴ ὑποστρέφουσαν εἰς τὸ εἶδος, ἀλλὰ κατά τι μέσον εἶδος στερήσεως καὶ ἐναντιότητος ἔοικεν ἀντικεῖσθαι ἀλλήλοις ἠρεμία καὶ κίνησις.
并且他说,既然运动是从一个基质到另一个基质(因为在两个基质中正是表明了这一点;运动是从相反者到相反者,由此运动也区别于生成与消灭),那么对于从这一个[基质]到相反者的运动,例如从下方到上方或者从白色到黑色的运动,停留在下方以及停留在白色中是相反的;而相反地,对于从上方到下方的运动或者从黑色到白色的运动,在上方中的静止以及在黑色中的静止是相反的。因而一般而言,处于运动由之产生的那一事物中的静止,与由它而出的运动相反,而不是与朝向它的运动相反;因为自然本性上所逃避的事物必然是相反的,而它所前往的事物则是切近适宜的。但他说,既然诸运动彼此相反、而诸静止却不[彼此相反]是荒谬的,那么就必须知晓,那些处于相反地点、相反性质或数量中的静止本身也彼此相反,例如在上方中的静止与在下方中的相反,在白色中的与在黑色中的相反,在健康中的与在疾病中的相反。然而正如先前所述,在健康中的静止就运动而言是对立于朝向疾病的[运动];因为若说它对立于从疾病到健康的[运动]则是无理的。现在他补充了明显的理由:他说,因为朝向运动之物依本性在其内静止之物的那种依本性的运动,以那静止为目标,且是由于它而产生的,因而在某种方式上是静止的生成和进入静止状态。因此,对于朝向它将要于其中静止之物的运动而言,与在那事物之中的静止具有最大的亲和性。如果它是适宜的,就不是相反的;因为不可能说正在生成之物与某物的生成相反,或是其生成的缺乏。并且如果对于朝向某物运动之物而言,在那些事物中的静止是目的,那么某物的目的又怎会与其相反或是它的缺乏呢?因此,如果必然是[运动由之而出的]起点处的静止或[运动朝向的]终点处的静止二者之一与运动相反(因为来自另一属的静止绝不会与处于另一属中的运动相反),且终点处的运动与静止彼此相反是不可能的,那么必然是起点处的静止与由它而出的运动相反。因为确实,如果由这一事物而出的运动对运动之物而言是合乎本性的,那么在其中的静止对它而言就变成了反乎本性的。而反乎本性者与合乎本性者是相反的。但是,如果有人感到疑难:倘若一物仅与一物相反,为何对于运动而言运动与静止都相对立,同样对于静止而言静止与运动两者都被称为是相反的?那么就应当说,静止与运动并不是严格意义上的相反者,静止也不是他在《范畴篇》中所说的那种不向形式复归的缺乏,而是静止与运动似乎依循某种介于缺乏与相反性之间的中间形式而彼此相对立。
- 5.43τῇ κινήσει τῇ ἐν ᾧ ἠρεμήσει πρὸς τὴν ἐν ἐκείνῳ ἠρεμίαν
在短语 τῇ κινήσει τῇ ἐν ᾧ ἠρεμήσει 中,先行短语如 ἐπ’ ἐκεῖνο(“朝向那事物”)被省略,关系从句 ἐν ᾧ ἠρεμήσει 直接紧随定冠词 τῇ 之后用作 κινήσει 的定语。全句骨架为:“对于[朝向]它将要在其中静止之物的运动而言,与在那事物之中的静止具有最大的亲和性”。
- 5.43ἀδύνατον δὲ τὰς εἰς ὃ ἐναντίας ἀλλήλαις εἶναι
在作为阴性复数宾格主语短语的 τὰς εἰς ὃ 之后,根据上下文省略了名词 [ἠρεμίας καὶ κινήσεις]。承接前文“或是起点处的静止或是终点处的静止必然与运动相反”的选言命题,此处提出了小前提:“终点(所朝向之物)处的静止与运动彼此相反是不可能的”。
