← 辛普里丘

亚里士多德《物理学》注释

§905.24-906.34

作为缺乏的静止及其与运动的对立

针对亚里士多德论述运动与静止之对立的文本(229b23),辛普利丘说明了静止在严格意义上并非运动的形式而是运动的缺乏,但因其具有朝向形式的适合性而在某种意义上亦可称为相反者,并考察了何种静止与何种运动相对立,首先依属分类,继而依具体方向展开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.43#1

" Ἐπεὶ δὲ κινήσει οὐ μόνον δοκεῖ κίνησις ἐναντία ἕως τοῦ ἐναντία τῇ ἐν ὑγιείᾳ." Δείξας, ποῖαι κινήσεις ἐναντίαι εἰσὶν ἀλλήλαις, ἐπειδὴ καὶ ἠρεμία πρὸς κίνησιν ἀντίκειται καὶ δοκεῖ ἐναντία εἶναι, ζητεῖ καὶ περὶ ταύτης πρῶτον μὲν ὅπως ἀντίκειται ἁπλῶς ἡ ἠρεμία τῇ κινήσει, ἔπειτα καὶ ποία ἠρεμία ποίᾳ κινήσει ἀντίκειται, ἐπειδὴ καὶ πρὸ τῆς κινήσεώς ἐστιν ἠρεμία καὶ μετὰ τὴν κίνησιν. καὶ λέγει ὅτι κυρίως μὲν ἐναντίον κίνησις κινήσει ἐστί (καὶ γὰρ εἴδη ἄμφω καὶ μεταβάλλει εἰς ἄλληλα), ἡ δὲ ἠρεμία πρὸς κίνησιν ἀντίκειται μέν, ὡς στέρησις δὲ μᾶλλον ἀντίκειται καὶ οὐχ ὡς κυρίως ἐναντία, διότι μὴ εἶδός τί ἐστι καὶ αὐτὴ ὥσπερ ἡ κίνησις, ἀλλὰ ἀπουσία μόνον κινήσεως. ἔστι δὲ ὡς1 καὶ ἡ στέρησις, φησίν, ἐναντία λέγεται, κοινῶς μὲν πᾶσα στέρησις, καθόσον ἀντίκειται τῷ εἴδει ἢ τῇ ἕξει ἢ τῇ ἐνεργείᾳ· ἡ δὲ ἀντίθεσις ἐναντιότης δοκεῖ. αὕτη δὲ ἡ στέρησις ἡ κατὰ τὴν ἠρεμίαν καὶ ἄλλο τι ἔχει, καθὸ καὶ ἐναντία λέγοιτο ἂν μᾶλλον τῶν ἄλλων στερήσεων· τὰ μὲν γὰρ τὰς ἄλλας ἔχοντα στερήσεις οὐ μεταβάλλει εἰς τὰς ἕξεις ἢ τὰ εἴδη (ὁ γὰρ νεκρὸς καὶ ὁ τυφλὸς οὐ μεταβάλλουσιν εἰς τὸ ζῆν ἢ τὸ ὁρᾶν), τὰ δὲ ἠρεμοῦντά ποτε καὶ κινεῖσθαι πάλιν πέφυκεν· ἠρεμία γάρ ἐστιν ἡ τοῦ πεφυκότος κινεῖσθαι ἀκινησία. καὶ ἔοικεν ἡ στέρησις αὕτη τῇ τῆς ὕλης στερήσει τῇ μετὰ τῆς ἐπιτηδειότητος τῆς πρὸς τὸ εἶδος θεωρουμένῃ,2 ἐφ’ ἧς καὶ ἀληθὲς τὸ ἔστιν ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται.3 ἐπειδὴ γὰρ αἱ γενέσεις ἐκ τῶν ἐναντίων, τὰ πεφυκότα μεταβάλλειν κατὰ τὴν ἐν ἑαυτοῖς ἐναντίωσιν ἔχει ταύτην τὴν ἐπιτηδειότητα. εἶτα ζητεῖ ποία ἠρεμία ποίᾳ κινήσει ἀντίκειται κατὰ τὴν μέσην ταύτην ἀντίθεσιν τῶν τε κυρίως λεγομένων στερήσεων καὶ τῶν ἐναντίων, καθ’ ἣν ἡ ἠρεμία τῇ κινήσει ἀντίκειται, καὶ πρῶτον λέγει ὅτι ἡ ἔν τινι γένει ἠρεμία ἐναντία τῇ ἐν τῷ αὐτῷ γένει κινήσει· τοῦτο γὰρ δι’ ἑνὸς γένους κινήσεως ἐσήμανεν εἰπὼν τῇ κατὰ τόπον ἡ κατὰ τόπον.4 δῆλον γὰρ ὅτι καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, ἀλλοιώσεώς τέ φημι καὶ αὐξήσεως, ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἡ κατὰ τὸ ποιὸν ἠρεμία ἐναντία τῇ κατὰ τόπον κινήσει, ἀλλ’ ἡ κατὰ τόπον τῇ κατὰ τόπον. καὶ ἡ κατὰ ἀλλοίωσιν τῇ κατὰ ἀλλοίωσιν καὶ ἡ κατὰ τὸ ποσὸν τῇ κατὰ τὸ ποσόν. ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο εἰπεῖν, ὅτι ἡ κατὰ τόπον ἠρεμία τῇ κατὰ τόπον κινήσει ἀντίκειται καὶ ὅλως αἱ ὁμογενεῖς ἀλλήλαις· τοῦτο γὰρ ἁπλῶς καὶ ὁλοσχερῶς λέγεται· πλείους γὰρ καὶ κινήσεις καὶ ἠρεμίαι καθ’ ἑκάστην τοπικὴν διάστασίν εἰσι· καὶ γὰρ κατὰ μῆκος κίνησις ἡ μὲν ἐπὶ τὸ ἄνω ἡ δὲ ἐπὶ τὸ κάτω, καὶ ἠρεμία ἡ μὲν ἐν τῷ ἄνω ἡ δὲ ἐν τῷ κάτω. Ζητητέον οὖν, ποία ἐν τούτοις ἠρεμία ποίᾳ κινήσει ἀντίκειται.

“由于不仅运动似乎与运动相反……至与健康中的[静止]相反。” 在指出了何种运动彼此相反之后,鉴于静止也与运动相对立并且看似是相反的,他也关于这[静止]进行探究:首先是静止如何径直与运动相对立,其次是在运动之前与运动之后都有静止的情况下,何种静止与何种运动相对立。并且他说,在严格意义上运动是与运动相反的(因为两者都是形式,并且彼此相互转变),而静止虽与运动相对立,却毋宁是作为缺乏而相对立,并非作为严格意义上的相反者[相对立],因为其本身并不像运动那样是某种形式,而仅仅是运动的缺失。不过他说,在某种意义上缺乏也被称为相反者:就一般而言,一切缺乏只要是与形式、状态或现实活动相对立,就都是如此[被称为相反者];因为对立似乎就是相反性。而静止意义上的这一缺乏还具有另一特征,依此它比其他诸缺乏更能被称为相反者;因为具有其他缺乏的事物并不能转变进入诸状态或形式(因为死者与盲人并不能转变进入活着或看见),而静止的事物则自然本性地在某一时刻能再次运动;因为静止乃是本性上适于运动之物的无运动性。并且这一缺乏类似于结合朝向形式的适合性而被考察的质料的缺乏,在此[质料的缺乏]上,“缺乏在某种意义上也称为相反者”这一说法也是真实的。因为既然生成来自相反者,那些自然本性上依照其自身之中的相反性而变化的事物便具有这种适合性。随后,他按照在严格意义上所说的诸缺乏与相反者之间的这种中间对立——静止依此与运动相对立——探究何种静止与何种运动相对立,并且首先说,处于某一属中的静止与处于同一属中的运动相反;因为他通过运动的一个属指明了这一点,即说“就位置而言的[静止]对就位置而言的[运动]”。因为显然对于其他运动——我指的是质变和增加——也是同样的道理。因为性质上的静止并不与位置上的运动相反,而是位置上的[静止]与位置上的[运动]相反,质变上的[静止]与质变上的[运动]相反,数量上的[静止]与数量上的[运动]相反。但是仅仅说位置上的静止与位置上的运动相对立,以及总体上同属者彼此相对立,这是不够的;因为这只是径直而概括地说的;因为在每一个空间维度中,运动与静止也都有多种;因为在长度上,运动一方面是向上的,另一方面是向下的,而静止一方面是在上方,另一方面是在下方。因此必须探究,在这些当中何种静止与何种运动相对立。

语法注4 条
  1. 5.43ἔστι δὲ ὡς

    作副词性短语使用的习惯表达,意为“在某种意义上”或“在某种程度上”。紧随其后的 καί 修饰主语 ἡ στέρησις,表示带有保留的肯定,即“缺乏本身也(在某种意义上)被称为相反者”。

  2. 5.43θεωρουμένῃ

    此为与格阴性单数分词 θεωρουμένῃ(底本印作 θεωρουμένη(误植)),与与格冠词 τῇ 引导的短语 τῇ μετὰ τῆς ἐπιτηδειότητος τῆς πρὸς τὸ εἶδος 结合,修饰 τῇ τῆς ὕλης στερήσει,构成“结合朝向形式的适合性而被考察的质料的缺乏”。

  3. 5.43ἐφ’ ἧς καὶ ἀληθὲς τὸ ἔστιν ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται

    关系代词 ἧς 的先行词是前文的 τῇ τῆς ὕλης στερήσει。在句法结构上,由中性定冠词 τό 引导的整句引语(τὸ ἔστιν ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται)作主语,表语形容词 ἀληθές 之后省略了系动词 ἐστί(意为“……的说法也是真实的”)。

  4. 5.43τῇ κατὰ τόπον ἡ κατὰ τόπον

    引自亚里士多德的原句(229b25–26)。句中省略了与格名词 κινήσει 与主格名词 ἠρεμία,构成高度紧缩的省略结构,意为“就位置而言的[静止]对就位置而言的[运动相反]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:905.24-906.34