← 辛普里丘

亚里士多德《物理学》注释

§905.1-905.23

生成消灭中的对立与涉及中间物的运动

辛普里丘注解229b11,解释“从同一者出发”与“进入同一者”的对立属于生成与毁灭等变化而非运动,并论证了涉及中间物的运动为何在与两极的关系中亦被视作相反的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.42

" Καὶ ὅσοις μή ἐστιν ἐναντίον ἕως τοῦ καθάπερ εἴρηται καὶ πρότερον." Μία λοιπὸν ἀντίθεσις καὶ αὕτη δοκοῦσα ἀπελείπετο, ἣν πρώτην ἀπηριθμήσατο κατὰ τὴν διαίρεσιν, ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό.1 λέγει οὖν καὶ περὶ τούτου, ὅτι ὥσπερ αἱ εἰς ἐναντία μὴ ἔχουσαι ἀντικείμενον τὸ ἐξ οὗ μεταβολαὶ μὲν ἦσαν, κινήσεις δὲ οὔ, οὕτω καὶ ἡ ἐκ τοῦ αὐτοῦ καὶ ἡ εἰς τὸ αὐτὸ ἓν μόνον τὸ ὑποκείμενον λαμβάνουσαι τὸ αὐτό, τό τε ἐξ οὗ καὶ τὸ εἰς ὅ, τὸ δὲ ἐναντίον αὐτῷ παραλείπουσαι μεταβολαί εἰσιν ἐναντίαι, ἀλλ’ οὐχὶ κινήσεις· ἡ γὰρ κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῇ φθορᾷ καὶ τῇ γενέσει προσήκει. ἐξ οὗ γὰρ ἡ φθορὰ μεταβάλλει, εἰς τοῦτο ἡ γένεσις πρόσεισι. καὶ ἐξ οὗ ἡ γένεσις, εἰς τοῦτο ἡ φθορά. ὁμοίως δὲ καὶ ἡ ἀποβολὴ πρὸς τὴν λῆψιν ἔχει· ἡ γὰρ τοῦ αὐτοῦ λῆψις2 πρὸς τὴν τοῦ αὐτοῦ ἀποβολὴν ἐναντίως ἔχει· οὗ γὰρ ἡ ἀποβολή, τούτου ἡ λῆψις, καὶ οὗ ἡ λῆψις, τούτου ἡ ἀποβολή. εἰπὼν δὲ πρότερον, ὅτι “ἅμα μὲν συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ μεταξύ,” δείκνυσι νῦν, ὅτι καὶ αἱ εἰς τὸ μεταξὺ καὶ ἐκ τῶν μεταξὺ ὡς εἰς ἐναντία καὶ ἐξ ἐναντίων γίνονται τῷ τὸ μεταξὺ πρὸς ἑκάτερον τῶν ἄκρων ἐναντίου λόγον ἔχειν.3 μίξει γὰρ τῶν ἐναντίων τὰ μεταξὺ συνίσταται, ὡς εἴρηται πρότερον. διὸ καὶ ὡς ἐναντίῳ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφ’ ὁπότερα ἂν μεταβάλλῃ· οἷον ἐκ φαιοῦ μέν, ὅταν εἰς λευκὸν μεταβάλλῃ, ὡς μέλανι χρῆται τῷ φαιῷ, καὶ ὅταν ἐκ λευκοῦ εἰς φαιόν· ὅταν δὲ ἐκ φαιοῦ εἰς μέλαν ἢ ἐκ μέλανος εἰς φαιόν, τότε ὡς λευκῷ χρῆται τῷ φαιῷ. καὶ τὰς ἐπὶ τὸ μεταξὺ οὖν καὶ ἐκ τοῦ μεταξὺ κινήσεις ὡς ἐναντίας θετέον.

“而对于那些没有相反者之物”至“正如先前也已说过的那样”。 其余还剩下一种本身也看似〔是对立〕的对立,即他在区分中首先列举的那一种:从同一者出发的[变化]对于进入同一者的[变化]的对立。因此他也论及这一点说,正如那些进入相反者而没有相对立的起点的变化是变化而不是运动一样,从同一者出发以及进入同一者的[变化]也是如此,它们仅取得单一的同一基底,既作为起点又作为终点,而舍弃了对于它的相反者,因而它们是相反的变化,而不是运动;因为运动是从相反者进入相反者,而从同一者[以及]进入同一者则属于毁灭和生成。因为毁灭从何处转变脱离,生成便向此处进展;生成从何处产生,毁灭便向此处走向。同样地,丧失对于获得的关系也是如此;因为对同一者的获得与对同一者的丧失具有相反的关系:因为凡有所丧失之物,便有对它的获得;凡有所获得之物,便有对它的丧失。并且在先前说过“附带地同时也从相反者以及进入相反者或中间物产生”之后,他现在表明,进入中间物以及来自中间物的[运动]之所以也如同进入相反者以及来自相反者那样产生,是由于中间物相对于两个极端的每一方都具有相反者的规定。因为正如先前所说,中间物是由相反者的混合构成的。因此运动无论向两者中的哪一方变化,都将中间物作为相反者来使用;例如,当从灰色变化为白色时,以及当从白色变化为灰色时,它将灰色作为黑色来使用;而当从灰色变化为黑色,或者从黑色变化为灰色时,它那时便将灰色作为白色来使用。因此,向着中间物的运动以及来自中间物的运动也必须被设定为是相反的。

语法注3 条
  1. 5.42ἣν πρώτην ἀπηριθμήσατο κατὰ τὴν διαίρεσιν, ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό

    对于关系从句 ἣν...,主格短语 ἡ ἐκ τοῦ αὐτοῦ 作为先行词 ἀντίθεσις 的同位语进行解释说明,而与格短语 τῇ εἰς τὸ αὐτό 则表示由 ἀντίθεσις 所隐含的对立关系所支配的对立项,整体构成“从同一者出发的[变化]对于进入同一者的[变化]的对立”。

  2. 5.42οὗ γὰρ ἡ ἀποβολή, τούτου ἡ λῆψις

    关系代词 οὗ 在关系从句中依附于 ἡ ἀποβολή,指示代名词 τούτου 在主句中依附于 ἡ λῆψις,二者皆为表示对象的宾格性属格,构成并列的呼应结构:“凡有其丧失者,便有其获得”。

  3. 5.42τῷ τὸ μεταξὺ πρὸς ἑκάτερον τῶν ἄκρων ἐναντίου λόγον ἔχειν

    由与格冠词 τῷ 引导的不定式从句表示原因或根据(“由于……这一点”)。不定式 ἔχειν 的宾格逻辑主语是 τὸ μεταξὺ,ἐναντίου 是修饰 λόγον 的属格(“相反者的规定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:905.1-905.23