- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:903.8-904.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了运动在定义上为何必须同时具备起点和终点,并通过因果论证与归纳(患病/康复、学习/受他人欺骗以及三维空间位移)证明唯独从相反者到相反者的运动才是严格相反的运动。
κἂν συμβαίνῃ δέ, φησί, ταῖς εἰς ἐναντία καὶ ἐξ ἐναντίων γίνεσθαι,1 ὡς εἶναι ταὐτὸν τό τε εἰς ἐναντίον καὶ τὸ ἐξ ἐναντίου εἰς ἐναντίον (τὸ γὰρ εἰς ὑγείαν μεταβάλλον ἅμα καὶ ἐκ νόσου μεταβάλλει), τὸ δὲ εἶναι καὶ ὁ λόγος οὐχ ὁ αὐτός ἐστι τοῦ τε εἰς ὑγείαν καὶ τοῦ ἐκ νόσου. καὶ διὰ τοῦτο οὐδὲ αὗται ἐναντίαι μὴ ἔχουσαι πρὸς τῷ εἰς ὃ καὶ τὸ ἐξ οὗ,2 ὥσπερ ἐρεῖ προϊών. οὕτως ἀποδείξας ὅτι ἐν οὐδεμιᾷ τῶν εἰρημένων ἀντιθέσεών ἐστι κινήσεων ἐναντίωσις ἐφεξῆς δείκνυσιν ὅτι τῶν λοιπῶν δύο, τῆς τε ἐξ ἑαυτοῦ εἰς ἑαυτὸ καὶ τῆς ἐξ ἐναντίου εἰς ἐναντίον, αὕτη ἐστὶν ἡ τὴν ἐναντίωσιν ἔχουσα τῶν κινήσεων. δείκνυσι δὲ ἀπ’ αὐτῆς τῆς αἰτίας ἀρξάμενος· ἐπειδὴ γὰρ ἡ κίνησις τῆς μεταβολῆς ταύτῃ διενήνοχε τῷ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον εἶναι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ ἐναντίον ὑποκείμενόν ἐστιν, εἰκότως ἡ ἐξ ἐναντίου εἰς ἐναντίον κίνησις τῇ ἐξ ἐναντίου εἰς ἐναντίον κινήσει ἐναντία ἐστί. μεταβολαὶ μὲν γὰρ καὶ ἐξ ὑποκειμένων εἰς οὐχ ὑποκείμενά εἰσι καὶ ἐξ οὐχ ὑποκειμένων εἰς ὑποκείμενα ὥσπερ ἡ φθορὰ καὶ ἡ γένεσις. αἱ μέντοι κινήσεις ἐξ ὑποκειμένων εἰς ὑποκείμενά εἰσι καὶ ἐξ ἐναντίων εἰς ἐναντία. Ὅτι δὲ τοῦτο οὕτως ἔχει καὶ ἐκ τῆς ἐπαγωγῆς ἐπιστώσατο. τὰς γὰρ ὁμολογουμένως ἐναντίας κινήσεις λαβών, τὸ νοσάζεσθαι καὶ τὸ ὑγιάζεσθαι, εὑρίσκει ταύτας ἐξ ἐναντίων εἰς ἐναντία γινομένας. τοιοῦτον δὲ καὶ τὸ μανθάνειν καὶ ἀπατᾶσθαι ὑφ’ ἑτέρου φησί, τὸ ὑφ’ ἑτέρου προσθεὶς ἢ ὅτι τὸν ὑφ’ ἑαυτοῦ ἀπατώμενον δυνατὸν μὴ ἐξ ἐναντίας δόξης μεταβάλλειν μηδὲ γεγονέναι ἐν τῇ ἀληθεῖ πρότερον δόξῃ περὶ τὸ προκείμενον, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς περὶ αὐτὸ ψευδοδοξῆσαι· ὁ δὲ τοιοῦτος οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει. ὁ μέντοι ὑφ’ ἑτέρου παραγόμενος εἰς τὸ ἀντικείμενον περιάγεται ἀπὸ ἀληθοῦς εἰς ψεῦδος μεθιστάμενος. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὥσπερ ὁ μανθάνων ποτὲ μὲν ἐκ ψεύδους εἰς ἀλήθειαν μετάγεται, ποτὲ δὲ οὐδὲν περὶ τοῦ προκειμένου ἐννοῶν οὔτε ψευδὲς οὔτ’ ἀληθές, ἐπιστήμην αὐτοῦ λαμβάνει, οὕτω καὶ ὁ ἀπατώμενος ἢ ἀπὸ ἀληθοῦς εἰς ψεῦδος μεταβάλλει ἢ ψευδῆ δόξαν εὐθὺς ἴσχει ἀπὸ τοῦ ἀπατῶντος. δύο δὲ τούτων ὄντων τοῦ τε μανθάνειν καὶ τοῦ εὑρίσκειν, τοῦ μὲν ἔξωθεν τοῦ δὲ ἔνδοθεν τὴν ἐπιστήμην πορίζοντος, ἀντίκειται τῇ μὲν μαθήσει ἡ ὑφ’ ἑτέρου ἀπάτη, τῇ δὲ εὑρέσει ἡ ὑφ’ ἑαυτοῦ.3 εἰκότως οὖν τῇ μαθήσει οὐχ ἁπλῶς ἀπάτην, ἀλλὰ τὴν ὑφ’ ἑτέρου ἀπάτην ἀντιτέθεικεν οὐχ ὡς ἀπὸ ἀληθοῦς εἰς ψεῦδος πάντως μετατιθεῖσαν, ἀλλ’ ὡς ἐκ τοῦ μὴ ψευδοδοξεῖν εἰς τὸ ψευδοδοξεῖν μεθιστᾶσαν, εἴτε ἀληθές τι πρότερον δοξάζων ἔτυχε περὶ τοῦ προκειμένου ὁ ἀπατώμενος, εἴτε μηδὲ δοξάζων ὅλως. ἡ δὲ ἀντίθεσις τοῦ μανθάνειν πρὸς τὸ ἀπατᾶσθαι μὴ δι’ αὑτοῦ, κινήσεών ἐστιν ἀντίθεσις τῆς ἀπὸ ἀγνοίας εἰς γνῶσιν πρὸς τὴν ἀπὸ γνώσεως εἰς ἄγνοιαν. καὶ τρίτην δὲ πίστιν ἀπὸ τῶν κατὰ τὴν φορὰν ἐναντιώσεων ἐπάγει τοῦ ἐναντίας εἶναι κινήσεις τὰς ἐξ ἐναντίων εἰς ἐναντία. τὴν γὰρ ἐπὶ τὸ ἄνω φορὰν τῇ ἐπὶ τὸ κάτω ἐναντίαν λέγομεν ὡς ἐν μήκει, καὶ ἡ εἰς δεξιὰ καὶ εἰς ἀριστερὰ ἐναντίαι ὡς ἐν πλάτει, καὶ ἡ εἰς τὸ ἔμπροσθεν καὶ ὄπισθεν ὡς ἐν βάθει. δείξας δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἐναντίαι κινήσεις ἐκεῖναι αἱ ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γινόμεναι, ἐπισημαίνεται πάλιν, ὅτι ἡ εἰς τὰ ἐναντία μόνον λεγομένη μὴ συμπροφέρουσα δὲ καὶ τὸ ἐξ ἐναντίων οὐ κίνησίς ἐστιν, ἀλλὰ μεταβολή, διότι ἓν ὑποκείμενον δηλοῖ τὸ εἰς ὃ μόνον, τὸ δὲ ἐξ οὗ οὐκέτι· ὅπερ χρὴ τῇ κινήσει προσεῖναι ἐξ ὑποκειμένου εἰς ὑποκείμενον γινομένῃ.4 τὸ γὰρ γίνεσθαι λευκὸν κατ’ αὐτὸ τοῦτο μεταβολὴν μὲν ὡς γένεσιν σημαίνει, κίνησιν δὲ οὔ, ὅτι μὴ πρόσκειται αὐτῷ τὸ ἐξ οὗ καὶ ἐν τῇ λέξει, ἐπεὶ δῆλον ὅτι ἐκ μέλανος τὸ λευκὸν γίνεται.
他说,即使进入相反者的[变化]附带地也从相反者产生,以至于进入相反者与从相反者进入相反者是同一的(因为变化进入健康者同时也从疾病变化),然而进入健康者与从疾病出发者的存在和定义并不是同一的。正因如此,如果除了终点之外不同时具有起点,这些也不是相反的,正如他在后文中将要指出的。在这样证明了在上述诸对立中皆不存在运动的相反性之后,他接着表明,在剩下的两种对立中,即从自身到自身以及从相反者到相反者之中,正是后者具有运动的相反性。他是从原因本身开始证明这一点的:因为既然运动以此区别于变化,即它是从基底到基底并且从相反者到相反者,而相反者是基底,那么理所当然,从相反者到相反者的运动与从相反者到相反者的运动是相反的。因为变化也存在从基底到非基底以及从非基底到基底的情况,如毁灭和生成;然而运动则是从基底到基底以及从相反者到相反者的。而这一事实他也通过归纳予以了确证。因为他把握了公认相反的运动,即患病与康复,发现它们是从相反者到相反者产生的。他说,学习与被他人欺骗也是如此,他加上“被他人”或者是因为:被自身欺骗的人可能并非从相反的看法发生变化,先前也未曾就手头的问题处于真实的看法之中,而是从一开始就立即对它持有虚假看法;这样的人并不是从相反者变化到相反者。然而被他人误导的人则被引向相反面,从真实转入虚假。亚历山大便是这样论述的。但也可能正如学习者有时从虚假被引向真实,有时则对手头的问题既未作虚假也未作真实的思考,却获得了关于它的知识一样,受欺骗者也是要么从真实变化为虚假,要么直接从欺骗者那里接受虚假的看法。由于存在学习和发现这两者,前者从外部提供知识,后者从内部提供知识,因此与学习相对立的是被他人欺骗,而与发现相对立的是被自身欺骗。因此,他理所当然地不是把单纯的欺骗,而是把被他人欺骗与学习相对立,并不是因为它完全是从真实转变为虚假,而是因为它使人从不抱有虚假看法转变为抱有虚假看法,无论受欺骗者先前对手头的问题恰好持有某种真实的看法,还是根本不抱有看法。而学习对于非经由自身的受欺骗的对立,是从无知进入知识的运动对于从知识进入无知的运动的对立。并且,关于从相反者到相反者的运动是相反的,他还从位置移动中的相反性引入了第三种确证。因为我们说,向上移动与向下移动在长度上是相反的,向右与向左[的移动]在宽度上是相反的,向前与向后[的移动]在深度上是相反的。在通过归纳也证明了从相反者到相反者产生的运动才是相反的运动之后,他又指出,仅仅被称为进入相反者而不同时表达出来自相反者的,并不是运动,而是变化,因为仅指示出一个基底即终点,而不再指示出起点;而从基底到基底产生的运动则必须具备这一点[起点]。因为“生成为白”就其本身而言表示一种如生成般的变化,而不是运动,因为并未在措辞中也为它附加上起点,尽管白显然是从黑生成的。
- 5.41κἂν συμβαίνῃ δέ, φησί, ταῖς εἰς ἐναντία καὶ ἐξ ἐναντίων γίνεσθαι
在由 κἂν(即 καὶ ἐάν)引导的让步从句中,与格 ταῖς εἰς ἐναντία 作为无人称动词 συμβαίνῃ 的关联对象,而不定式短语 καὶ ἐξ ἐναντίων γίνεσθαι(“也从相反者产生”)充当主语。
- 5.41μὴ ἔχουσαι πρὸς τῷ εἰς ὃ καὶ τὸ ἐξ οὗ
主格阴性复数分词 ἔχουσαι 与前面的主语 αὗται(指进入相反者的诸变化)一致,具有条件含义(“如果不具有……”)。前置词 πρός 接与格(πρὸς τῷ εἰς ὅ)表示“除……之外 / 加上……”。
- 5.41ἀντίκειται τῇ μὲν μαθήσει ἡ ὑφ’ ἑτέρου ἀπάτη, τῇ δὲ εὑρέσει ἡ ὑφ’ ἑαυτοῦ
在 μὲν...δέ 对比结构中,动词 ἀντίκειται 位于前半句,后半句 τῇ δὲ εὑρέσει ἡ ὑφ’ ἑαυτοῦ 中承前省略了动词和名词 ἀπάτη。
- 5.41ὅπερ χρὴ τῇ κινήσει προσεῖναι ἐξ ὑποκειμένου εἰς ὑποκείμενον γινομένῃ
关系代词 ὅπερ 以先行词“起点”(τὸ ἐξ οὗ)为指涉,作不定式 προσεῖναι 的主语。阴性与格单数分词 γινομένῃ 修饰 τῇ κινήσει(“对于从基底到基底产生的运动”)。
