- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:901.17-903.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘依据亚里士多德《物理学》卷五第五章(229a16起),考察了运动对立的各种方式,并解释了为何仅依据起点或仅依据终点界定的对立并不构成完备的运动相反性。
" Ἔστι δὲ ἡ μὲν ἐξ ἐναντίου τῇ εἰς ἐναντίον ἕως τοῦ οἷον τὸ γενέσθαι λευκὸν μὴ ἔκ τινος." Ἐκ διαιρέσεως οὕτως ἀπαραλείπτου τὰς ἀντιθέσεις λαβὼν ἑκάστην λοιπὸν προχειριζόμενος δείξει, ποῖαί εἰσιν ἐναντίαι κινήσεις. καὶ πρῶτον ὅτι ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναντίον οὐκ ἔστιν ἐναντία, οἷον ἡ ἐξ ὑγείας τῇ εἰς νόσον· ἡ αὐτὴ γάρ ἐστι καὶ μία. εἰ γὰρ ἡ κίνησις ἐξ ἐναντίου εἰς ἐναντίον ἡ ἐξ ὑγείας μεταβολὴ εἰς νόσον γίνεται, πάντως καὶ ἡ εἰς νόσον ἐξ ὑγείας· ὥστε μία καὶ οὔτε ἐναντίαι οὔτε πλείους. οὐ μέντοι ὁ αὐτός, φησί, λόγος τῇ τε ἐξ ἐναντίου καὶ τῇ εἰς ἐναντίον, διότι ἡ μὲν ἐξ ἐναντίου τὸ ἐξ οὗ ἡ μεταβολὴ μηνύει, ἡ δὲ εἰς ἐναντίον τὸ εἰς ὅ. καὶ ἔστιν καθ’ ἑκατέραν ἐκφορὰν προηγούμενον μὲν τὸ ἕτερον τῶν ἐναντίων, κατὰ συμβεβηκὸς δὲ θάτερον δηλούμενον. καὶ διὰ τοῦτο εἶπεν ὥσπερ οὐ τὸ αὐτὸ τὸ ἐξ ὑγείας μεταβάλλειν καὶ τὸ εἰς νόσον μεταβάλλειν. οὐ γὰρ ταὐτὸν ἑκάτερον σημαίνει τῷ ὅπου μὲν τὸ ἐξ οὗ, ὅπου δὲ τὸ εἰς ὃ ὡρίσθαι.1 καὶ καθόλου οὖν οὐ τὸ αὐτὸ πάντῃ τὸ ἐξ ἐναντίου τῷ εἰς ἐναντίον. Δευτέραν ἀντίθεσιν προχειρίζεται τὴν ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου, κατὰ μὲν τὸ ἐξ ἐναντίων δοκοῦσαν ἐναντίαν εἶναι, οὐ μέντοι κινήσεις ἐναντίας περιέχουσαν, ὅτι πᾶσα κίνησις οὐ μόνον τὸ ἐξ οὗ ἔχει, ἀλλὰ καὶ τὸ εἰς ὅ. τὸ γὰρ ἐξ ὑγείας κινούμενον, πόθεν μὲν ἡ κίνησις ἄρχεται, δηλοῖ, τὴν δὲ κίνησιν οὐκ ἐμφαίνει. αὐτὸς δὲ πρῶτον δείκνυσιν, ὅτι αὕτη ἡ αὐτή ἐστι τῇ κατ’ ἄμφω λεγομένῃ. ἅμα γὰρ συμβαίνει ἐξ ἐναντίου εἶναι καὶ εἰς ἐναντίον ἢ τὸ μεταξύ, καὶ τοῦτο ὡς ἐναντίον· ὥστε εἶναι τὴν ἀντίθεσιν τῆς ἐξ ἐναντίου εἰς ἐναντίον, ἐν ᾗ μόνῃ δείξει προελθὼν τὴν τῶν κινήσεων ἐναντίωσιν· διὸ νῦν ἀναβάλλεται αὐτήν. δῆλον δὲ ὅτι καὶ ἡ εἰς ἐναντίον τῇ εἰς ἐναντίον ἡ αὐτή ἐστι· τὸ γὰρ εἰς ἐναντίον ἐξ ἐναντίου πάντως. ὥστε πάλιν τὴν αὐτὴν ἀντίθεσιν γίνεσθαι τὴν ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον. εἰ δέ τις οὕτω ψιλῶς ὡς κατὰ τὴν διαίρεσιν λάβοι τὴν ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου μόνον μὴ προσλογιζόμενος, ὅτι καὶ εἰς ἐναντία αὗται, καὶ πάλιν τὴν εἰς ἐναντίον τῇ εἰς ἐναντίον μὴ ἐννοῶν ὅτι αἱ εἰς ἐναντία καὶ ἐξ ἐναντίων πάντως εἰσί, μᾶλλον δόξουσιν αἱ εἰς ἐναντίον γινόμεναι μεταβολαὶ ἐναντίαι εἶναι ἤπερ αἱ ἐξ ἐναντίων, διότι ἡ λῆψις τῶν ἐναντίων μᾶλλον ἔχει ἐναντίωσιν ἤπερ ἡ ἀποβολὴ τῶν ἐναντίων. τὰ μὲν γὰρ ἀποβάλλοντα τὰ ἐναντία παύεσθαι κατὰ τοῦτο δοκεῖ τῆς ἐναντιώσεως, τὰ δὲ προσλαμβάνοντα γίνεσθαι μᾶλλον ἐναντία. καὶ ἔστιν ἡ μὲν εἰς ἐναντίον μεταβολὴ τῇ λήψει τῶν ἐναντίων χαρακτηριζομένη, ἡ δὲ ἐξ ἐναντίων τῇ ἀποβολῇ. ἔτι δὲ καὶ αἱ κινήσεις καὶ αἱ μεταβολαὶ χαρακτηρίζεσθαι δοκοῦσιν μᾶλλον ἀπὸ τῶν εἰς ἃ γίνονται καὶ οὐκ ἀπὸ τῶν ἐξ ὧν, ὡς ἤδη καὶ πρότερον εἴρηται. νοσάζεσθαι γὰρ λέγομεν τὸ εἰς νόσον ἰὸν καὶ ὑγιάζεσθαι τὸ εἰς ὑγείαν. Εἰπὼν δὲ μᾶλλον ἐναντίας δύνασθαι εἶναι τὰς εἰς ἐναντία γινομένας ἤπερ τὰς ἐξ ἐναντίων καὶ ἀποκρίνας ἔτι μᾶλλον διὰ τοῦ τὰς ἐξ ἐναντίων ἀπαλλαγὴν ἔχειν τῶν ἐναντίων,2 ζητεῖ λοιπὸν περί τε τῶν εἰς ἐναντία γινομένων εἰ αὗται ἐναντίαι καὶ περὶ τῶν ἐξ ἐναντίων εἰς ἐναντία. λείπεσθαι γὰρ ταύτας τὰς συζυγίας φησὶ τῶν ἐν αἷς αἱ ἐναντίαι δύνανται κινήσεις γίνεσθαι, ἐπεὶ καὶ ἡ πρώτη κατὰ τὴν διαίρεσιν λείπεται ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό· οὐδέπω γὰρ οὐδὲ περὶ ταύτης εἴρηται. δείξει δὲ ὅτι οὐκ ἐν κινήσει ἡ ἀντίθεσις αὕτη. λέγει δὲ περὶ τῶν εἰς ἐναντία, ὅτι συμβαίνει μὲν ταῖς εἰς ἐναντία γινομέναις καὶ ἐξ ἐναντίων γίνεσθαι. ὥσπερ εἶπεν καὶ ἐπὶ τῶν ἐξ ἐναντίων, προσθεὶς ἐκεῖ, ὅτι μᾶλλον ἐναντίαι αἱ εἰς ἐναντία τῶν ἐξ ἐναντίων.
“从相反者出发的[运动]对于进入相反者的[运动]……直至,例如并非从某物生成为白。” 从如此完备的划分中把握了诸对立之后,他接着依次处理每一种对立,以表明何种运动是相反的运动。首先表明,从相反者出发的[运动]对于进入相反者的[运动]并不相反,例如从健康出发对于进入疾病;因为它是同一且单一的。因为如果运动是从相反者到相反者的变化,而从健康出发的变化进入疾病,那么进入疾病的变化也全然是从健康出发;因此它是一个,既非相反,也非多个。然而他说,对于从相反者出发的和进入相反者的而言,定义并不相同,因为从相反者出发的指示出变化所由之出发者[起点],而进入相反者的指示出变化所进入者[终点]。而且在每一种表述中,相反者的一方是首要被表明的,而另一方则是附带地被显明的。正因如此他说:“正如从健康变化与进入疾病变化不是同一回事。”因为由于在一种情况下起点被界定,而在另一种情况下终点被界定,两者所表示的并不相同。因此总的来说,从相反者出发者与进入相反者并非在一切方面都相同。作为第二种对立,他处理从相反者出发对于从相反者出发的对立,这种对立就其来自相反者而言似乎是相反的,然而并不包含相反的运动,因为一切运动不仅具有起点,而且具有终点。因为从健康出发运动的事物虽然表明运动从何处开始,却没有完全显明该运动。但他本人首先表明,这种对立与就两端而言的对立是相同的。因为同时发生的是,它既来自相反者,又进入相反者或进入居间者(而这也是作为相反者);因此这是从相反者到相反者的对立,而随着论述的推进,他将唯独在这一对立中证明运动的相反性;所以他现在将它推延。显然,进入相反者对于进入相反者的对立也是相同的;因为进入相反者完全是从相反者出发的。因此再次产生同样的对立,即从相反者到相反者对于从相反者到相反者的对立。但如果有人仅仅如划分中那样单纯地看待从相反者出发对于从相反者出发的对立,不考虑它们也进入相反者,并且再次看待进入相反者对于进入相反者的对立,而不想到进入相反者的变化全然也是从相反者出发的,那么进入相反者的变化将比来自相反者的变化更被视为是相反的,因为取得相反者比丧失相反者具有更多的相反性。因为丧失相反者之物就此而言似乎止息了相反性,而额外接受相反者之物则更成为相反的。进入相反者的变化以取得相反者来表征,而来自相反者的变化则以丧失相反者来表征。此外,运动和变化似乎更多地是由它们所进入者[终点]来表征,而不是由它们所由出发者[起点]来表征,正如之前已经说过的那样。因为我们说走向疾病者是在“患病”,而走向健康者是在“康复”。在说明了进入相反者的变化比来自相反者的变化更可能是相反的,并通过来自相反者的变化具有摆脱相反者这一事实而进一步排除了后者之后,关于剩下的事项,他探讨进入相反者的变化是否是相反的,以及关于从相反者到相反者的变化。因为他说在相反运动可能产生的配对中剩下的就是这些配对,尽管按照划分的第一种配对,即从同一者出发对于进入同一者,也还剩下;因为关于这一配对也还没有论述过。但他将表明这一对立并不存在于运动之中。而关于进入相反者的变化他说,进入相反者的变化也附带地具有从相反者出发,正如他在来自相反者的变化上也说过的那样,并且他在那里补充说,进入相反者的变化比起来自相反者的变化更具有相反性。
- 5.41τῷ ὅπου μὲν τὸ ἐξ οὗ, ὅπου δὲ τὸ εἰς ὃ ὡρίσθαι
带冠词的完成时与格不定式 τῷ ὡρίσθαι 表示原因(“由于……被界定”)。在其内部,ὅπου μὲν ... ὅπου δέ 作对比关联使用(“在一种情况下……在另一种情况下……”),而 τὸ ἐξ οὗ 与 τὸ εἰς ὅ 分别作为被动不定式 ὡρίσθαι 的语义主语。
- 5.41ἀποκρίνας ἔτι μᾶλλον διὰ τοῦ τὰς ἐξ ἐναντίων ἀπαλλαγὴν ἔχειν τῶν ἐναντίων
不定过去时分词 ἀποκρίνας 在此意为“排除、剔除”,与前文的 εἰπών 并列修饰主要动词 ζητεῖ。前置词短语 διά τοῦ 连同不定式短语(τὰς ἐξ ἐναντίων ἀπαλλαγὴν ἔχειν)说明排除的理由(“通过来自相反者的变化具有摆脱相反者这一事实”)。
