← 辛普里丘

亚里士多德《物理学》注释

§900.16-901.16

关于相反运动的探究及对立方式的划分

注解亚里士多德《物理学》卷五第五章开头(229a7)关于何种运动与何种运动相反的探究,阐明该问题的重要性,并通过对起点和终点组合的划分,系统梳理了对置变化的各种可能方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.40

" Ἔτι δὲ διοριστέον ποία κίνησις ἕως τοῦ οὐ γάρ ἐστιν ἄλλως ἀντιτιθέναι." Τοῖς εἰρημένοις περὶ κινήσεως καὶ μεταβολῆς προβλήμασι καὶ τοῦτο προστίθησιν ἀναγκαῖον, ποία κίνησις ποίᾳ κινήσει ἐναντία·1 ζητήσει δὲ καὶ περὶ μονῆς ἤτοι ἠρεμίας τὰ αὐτὰ ζητήματα. καὶ ἔστιν ἀναγκαῖον τὸ πρόβλημα· ἐκ τούτου γὰρ αἵ τε φυσικαὶ κινήσεις δείκνυνται καὶ ἡ τῶν στοιχείων πρὸς ἄλληλα ἐναντίωσις, καὶ τίνα ἐκ τίνων γίνεται, καὶ ἄλλα πλεῖστα τῶν ἐν φυσιολογίᾳ. ἐπειδὴ δὲ ἡ κίνησις ἔκ τινος εἴς τι καὶ ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολή ἐστιν, ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς δυνατὸν δύο κινήσεις ἐναντίας εἶναι, καὶ διακρίνει, τίνες ἐν ταύταις αἱ ἐναντίαι κινήσεις εἰσίν. ἐπειδὴ δὲ ἀπεφήνατο μὴ εἶναι ἄλλως ἀντιτιθέναι ἢ κατὰ τοὺς εἰρημένους τρόπους τὰ ἔκ τινος εἴς τι μεταβάλλοντα,2 πειρατέον ἐκ διαιρέσεως αὐτοὺς ἀνευρεῖν, ᾗ φαίνεται καὶ αὐτὸς χρώμενος. ἐπεὶ οὖν ἔκ τινος εἴς τι ἡ μεταβολὴ καὶ ἐξ ἐναντίου εἰς ἐναντίον, ἀνάγκη τὰς ἐναντίας κινήσεις ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τῶν δύο τῶν ἐναντίων χαρακτηρίζεσθαι. ἢ οὖν ἄμφω αἱ κινήσεις ἐξ ἑνὸς τοῦ αὐτοῦ χαρακτηρισθήσονται, ὅταν ἡ μὲν ἐξ αὐτοῦ, ἡ δὲ εἰς αὐτὸ γίνηται, οἷον ἡ ἐκ νόσου μεταβολὴ τῇ εἰς νόσον, ἢ ἡ ἐξ ὑγείας τῇ εἰς ὑγείαν, ὡς δοκοῦσιν ἀντικεῖσθαι γένεσις καὶ φθορά· ἡ μὲν γὰρ γένεσις εἰς τὸ ὄν ἐστι μεταβολή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος. ὥστε ἡ εἰς τὸ αὐτὸ τῇ ἐκ τοῦ αὐτοῦ· ἡ γὰρ ἐκ τοῦ αὐτοῦ τῇ ἐκ τοῦ αὐτοῦ ἢ ἡ εἰς τὸ αὐτὸ τῇ εἰς τὸ αὐτὸ οὐδ’ ἂν δόκησιν ἐναντιώσεως παράσχοιντο. ἢ ἀφ’ ἑκατέρου ἑκάτερον χαρακτηρισθήσεται,3 καὶ τοῦτο τριχῶς· ἢ γὰρ ὡς ἐκ τοῦ ἐναντίου ὡς ἡ ἐξ ὑγείας τῇ ἐκ νόσου, ἢ ὡς εἰς τὸ ἐναντίον ὡς ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον, ἢ ὅταν ἡ μὲν ἐκ τοῦ ἐναντίου, ἡ δὲ εἰς τὸ ἐναντίον, ὡς ἡ ἐξ ὑγείας τῇ εἰς νόσον. ἢ ἄμφω ἀπ’ ἀμφοῖν χαρακτηρισθήσονται ἀντικειμένως τὸ ἐξ οὗ καὶ τὸ εἰς ὃ ἔχουσαι, ὅταν ἑκατέρα ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον γίνηται. οἷον ἡ ἐξ ὑγείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγείαν. καὶ οὕτω διελὼν ἐπήγαγεν, ὅτι ἀνάγκη ἢ ἕνα τούτων εἶναι τῶν τρόπων, καθ’ ὃν κίνησις κινήσει ἐναντιοῦται, ἢ πλείους, διότι οὐκ ἔστιν ἄλλως ἀντιτιθέναι τὰς ἀντικειμένας μεταβολάς.

“此外,必须界定何种运动[与何种运动相反]……直至,因为不可能以别的方式对置。” 在关于运动和变化所阐述的诸问题之外,他又补充了这一必要的问题:何种运动与何种运动相反;并且关于留存或静止,他也将探讨相同的问题。这一问题是必要的;因为根据这一问题,自然运动和元素之间的相互相反性得以被证明,何物由何物生成,以及自然哲学中极多的其他事项也得以被阐明。而既然运动是从某物到某物、从相反者到相反者的变化,他就陈述了两种运动可能成为相反运动的各种方式,并辨明在这些〔运动〕中哪些是相反的运动。既然他断言不可能按照所说的方式之外来对置那些从某物变到某物的事物,我们就必须尝试通过划分来发现这些方式,而他本人显然也在运用这一划分。既然变化是从某物到某物、从相反者到相反者,那么相反的诸运动就必然要么由两者中的一端来表征,要么由作为相反者的两端来表征。因此,要么两种运动由同一端来表征,此时一者由它产生,另一者进入它,正如从疾病的变化对于进入疾病的变化,或从健康的变化对于进入健康的变化一样,犹如生成与毁灭被视为对立;因为生成是向着存在的变化,而毁灭是从存在出发的变化。所以进入同一者的变化对置于从同一者出发的变化;因为从同一者到从同一者,或进入同一者到进入同一者,甚至不会提供相反性的表象。要么每一种[运动]由[两端之中的]各自一端来表征,而这有三种情况:要么作为来自相反者,正如从健康对于从疾病,要么作为进入相反者,正如进入健康对于进入疾病,要么是一者来自相反者而另一者进入相反者,正如从健康对于进入疾病。要么两种运动由两端来表征,具有对立的起点和终点,此时每一运动都是从相反者向相反者产生——例如从健康进入疾病对于从疾病进入健康。如此划分之后他补充道,运动与运动相反的方式必然要么是这些方式之一,要么是其中的多种,因为不可能以别的方式对置那些互相对立的变化。

语法注3 条
  1. 5.40ποία κίνησις ποίᾳ κινήσει ἐναντία

    间接疑问从句,省略了连系动词 ἐστί。在句法上,它作为同位语从句用以解释前面的指示代词 τοῦτο 的具体内容。

  2. 5.40μὴ εἶναι ἄλλως ἀντιτιθέναι ἢ κατὰ τοὺς εἰρημένους τρόπους τὰ ἔκ τινος εἴς τι μεταβάλλοντα

    由动词 ἀποφαίνομαι(断言)所统辖的“带对格的不定式”结构。对于主动不定式 ἀντιτιθέναι,假定了一个泛指的逻辑主语(“人不可能对置……”),分词短语 τὰ ἔκ τινος εἴς τι μεταβάλλοντα 则是其直接宾语(对格)。

  3. 5.40ἀφ’ ἑκατέρου ἑκάτερον χαρακτηρισθήσεται

    中性单数主格 ἑκάτερον 作被动动词 χαρακτηρισθήσεται 的主语,指两种运动中的每一种。介词短语 ἀφ’ ἑκατέρου 则指起点与终点这两端(或各运动的端点)中的每一端。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:900.16-901.16