- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:898.24-900.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明,规定运动非均匀性的快慢并非按种的差异,而是同一种内的程度差异(更多与更少);接着他详细分析了亚里士多德如何运用第二格三段论证明由不同种构成的运动(如变质与位移)不可能是均匀的,因而也不可能是一且连续的。
ἀλλ’ οὐδὲ αὐτὴ ἡ ἄτομος γῆ ἑαυτῆς κατ’ εἶδος διαφέρει, κἂν πρὸς τὸν οἰκεῖον τόπον θᾶττον κινῆται. ἐπιστῆσαι οὖν χρὴ ὅτι ταχυτῆτα καὶ βραδυτῆτα λέγει νῦν μὴ διαφέρειν κατ’ εἶδος ἀλλήλων τὰς ἐν τῇ ἀνωμαλίᾳ θεωρουμένας· αὗται δὲ ἐν τῷ αὐτῷ εἴδει κατὰ τὸ μᾶλλον καὶ ἧττον ὑφεστήκασι. τὸ δὲ μᾶλλον καὶ ἧττον ἐν τῷ αὐτῷ εἴδει ὂν οὐ ποιεῖ τὴν κατ’ εἶδος διαφοράν. αὗται δέ εἰσιν αἱ ἐν πᾶσιν τοῖς εἴδεσιν τῆς κινήσεως θεωρούμεναι, ἐν οἷς καὶ ἡ ἀνωμαλία. εἰ δέ τις εἴη ταχυτὴς καὶ βραδυτὴς μὴ ἐν τῷ αὐτῷ εἴδει θεωρούμεναι μηδὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀφωρισμέναι, ὡς ὅταν ταχὺν λέγωμεν τὸν ἵππον καὶ βραδεῖαν τὴν χελώνην καὶ ταχέα τὰ πτηνὰ καὶ βραδέα τὰ χερσαῖα, ἡ τοιαύτη ταχυτὴς καὶ βραδυτὴς οὔτε ἐν πᾶσιν τοῖς εἴδεσι τοῖς κατὰ τόπον κινουμένοις οὔτε ἐν ἑνὶ ἄμφω οὔτε κατὰ τὸ μᾶλλον καὶ ἧττον ὑφεστήκασιν, εἰ μὴ ἄρα καὶ ἐν ταύταις καθ’ ὕφεσιν τοῦ τάχους ἐστὶν ἡ βραδυτὴς καὶ κατὰ σύγκρισιν λεγόμεναι τὸ μᾶλλον ἔχουσι καὶ ἧττον. ὁ γὰρ ἵππος, κἂν τῆς χελώνης ταχύτερος ᾖ, ἀλλὰ πτηνοῦ βραδύτερος· καὶ κἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴδει ζῴων ὑφεστήκασιν, ἀλλ’ ἐν ἑνὶ κινήσεως εἴδει τῷ τῆς φορᾶς. ὁ δὲ αὐτὸς τρόπος τῆς διαφορᾶς ἐστι καὶ ἐν ἀλλοιώσει· καὶ γὰρ τὸ μὲν θερμαίνει θᾶττον, τὸ δὲ βραδύτερον. καὶ οὐδὲν ἧττόν ἐστιν ἐν τούτοις τὸ μᾶλλον καὶ τὸ ἧττον τοῦ αὐτοῦ τῆς κινήσεως ὄντος εἴδους. Εἰπὼν δὲ τὴν ὁμαλὴν κίνησιν μίαν εἶναι, καὶ μᾶλλον τῆς ἀνωμάλου διὰ τὴν ὁμοιότητα, λέγει ὅτι καὶ ἡ ἀνώμαλος μία διὰ τὸ συνεχές, εἴπερ εἴη συνεχὴς μέν, ἀνώμαλος δέ. ἔκειτο γὰρ ἡμῖν ἡ συνεχὴς μία εἶναι, ὥσπερ ἡ μία καὶ συνεχής. συνεχὴς δέ ἐστί ποτε καὶ ἡ ἀνώμαλος. κἂν συνεχὴς δὲ ᾖ, ἧττόν ἐστιν αὕτη μία τῆς ὁμαλοῦς· εἰ δὲ ἧττον, τὸ δὲ ἧττον ἐν παντὶ μίξει τοῦ ἐναντίου, ἔχοι ἄν τι καὶ πλήθους ἐν ἑαυτῇ ἡ ἀνώμαλος. τὸ δὲ ἧττον δέ, ὅπερ τῇ κεκλασμένῃ συμβαίνει φορᾷ, ταὐτόν ἐστι τῷ ὃ τῇ ἐπὶ τῆς κεκλασμένης γινομένῃ φορᾷ συμβαίνει. πᾶσα γὰρ ἡ ἐπὶ τῆς τοιαύτης ἀνώμαλος καὶ ἧττον συνεχὴς καὶ μία. εἰπὼν δὲ ὅτι καὶ ἀνώμαλός τις κίνησίς ἐστι συνεχὴς καὶ μία ὥσπερ ἡ ἐπὶ τῆς κεκλασμένης, εἰ καὶ ἧττον ἔχει τὸ συνεχὲς ἐπάγει, τίνες ἀνώμαλοι κινήσεις οὐ δύνανται συνεχεῖς εἶναι καὶ μία. καὶ λέγει ὅτι καὶ αἱ ἐχόμεναι ἀλλήλων κινήσεις, ἂν μὴ κατ’ εἶδος εἶεν αἱ αὐταί, οὐκ ἂν εἶεν μία καὶ συνεχής. καὶ δείκνυσιν αὐτὸ λαβὼν ἐκ τῶν προειρημένων, ὅτι τὴν μίαν καὶ συνεχῆ κίνησιν, οἷον τὴν ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω ἢ τὴν λεύκανσιν ἢ θέρμανσιν ἢ αὔξησιν ἢ μείωσιν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι καὶ ἀνώμαλον, καὶ προσλαβὼν ὅτι ἡ ἐξ ἀνομοίων εἰδῶν συγκειμένη οἷον ἐξ ἀλλοιώσεως καὶ φορᾶς οὐκ ἂν εἴη ὁμαλής, συνήγαγε συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅπερ καὶ μέσον τέθεικεν,1 ὅτι αἱ μὴ κατ’ εἶδος ἐχόμεναι κινήσεις οὐκ ἂν εἶεν μία καὶ συνεχής. τῶν δὲ προτάσεων τὴν μὲν μείζονα πρώτην τέθεικε τὴν λέγουσαν πᾶσαν μίαν καὶ συνεχῆ κίνησιν ἐνδέχεσθαι καὶ ὁμαλὴν εἶναι καὶ ἀνώμαλον, τὴν δὲ ἐλάττονα ἐσχάτην τὴν λέγουσαν πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἡ ἐξ ἀλλοιώσεως συγκειμένη καὶ φορᾶς, ἀντὶ ἀποφάσεως τὸ σχῆμα τοῦτο τῆς ἐρωτήσεως παραλαβών.2 καὶ τὴν αἰτίαν ἐπήγαγε δέοι γὰρ ἂν ἐφαρμόττειν.3 ὁμαλὴς γάρ ἐστιν, ἧς τὰ μόρια ἀλλήλοις ἐφαρμόττειν δύναται. οὐ μόνον δὲ ὁμαλὴν ἀδύνατον εἶναι τὴν ἐκ διαφόρων εἰδῶν, ἀλλὰ καὶ ἀνώμαλον οὕτως ὡς μίαν καὶ συνεχῆ· ἡ γὰρ ἀνώμαλος κίνησις εἴρηται ἧττον μία, τὸ δὲ ἧττον μίξει τοῦ ἐναντίου, οὐ τοῦ ἀνομοειδοῦς πάντῃ καὶ ἐκβεβηκότος, ἀλλὰ τοῦ ἐν τῷ αὐτῷ εἴδει τὸ μετέχον φυλάττοντος· τὸ γὰρ φαιὸν ἧττόν ἐστι λευκὸν οὐ φορᾶς μίξει ἀλλὰ μέλανος. καὶ τὸ μετὰ συνεχείας οὖν ἀνώμαλον ἐν τῷ αὐτῷ εἴδει ἢ γένει ἔχει τὸ μᾶλλον καὶ ἧττον. τὸ οὖν ἐκ διαφερόντων εἰδῶν τῆς κινήσεως οὐκ ἂν εἴη οὐδὲ ἀνώμαλον ὡς συνεχὲς καὶ ἕν.
而且个别的土本身,即使向其本有处所运动得更快,它与自身在种上也不存在差异。因此应当注意,他现在所说的快与慢在种上并不彼此不同,指的是在非均匀性中所考察到的那些快与慢;而这些是在同一个种内依照程度的多少而存在的。但是在同一个种内存在的“更多与更少”并不构成按种的差异。而这些正是在运动的一切种中都能被考察到的,在其中也考察到了非均匀性。但如果存在某种既非在同一个种内被考察到、亦非依照程度的多少而加以界定的快与慢——正如当我们称马是快的而龟是慢的,称鸟是快的而陆生动物是慢的一样——,这样的快与慢既非存在于依处所运动的一切种中,亦非两者都存在于同一个[种]中,亦非依照程度的多少而存在;除非在这些事物中慢也是依快的减缩而成立,并且通过比较而言具有“更多与更少”。因为马即使比龟快,却比鸟慢;而且即使它们存在于不同的动物之种中,却仍在运动的一个种(即位移)之中。在变质中也存在着同一种差异的方式;因为一物加热得更快,另一物则较慢。而且在这些事物中,由于运动的种相同,“更多与更少”也绝不少见。 在指明了均匀运动由于相似性而是一,且比非均匀运动更是一之后,他指出,非均匀运动若是一方面连续另一方面非均匀,由于连续性它也是一。因为我们曾设定连续的事物是一,正如一的事物也是连续的一样。而非均匀运动有时也是连续的。然而即使它是连续的,它比起均匀运动而言程度更少地是一;如果程度更少,而一切事物中的“更少”都是由于相反者的混入,那么非均匀运动自身也会具有某种多数性。而在弯曲位移中所发生的“更少”,与在弯曲[路径]上发生的位移中所发生的情形是相同的。因为在这种[路径]上的一切位移都是非均匀的,并且程度更少地是连续和一的。在指明了某种非均匀运动正如在弯曲[路径]上的运动一样即使较少具有连续性也是连续和一之后,他接着探讨了哪些非均匀运动不可能既连续又是一。他说,就连彼此相继的运动如果不是在种上相同,就不可能既是一又是连续的。他从前述诸项中取得前提来证明这一点:即一且连续的运动,例如向上或向下的运动、变白、加热、增长或减少,既可能是均匀的也可能是非均匀的;并追加了小前提,即由不同种所构成的运动(例如由变质和位移所构成的)不可能是均匀的;从而在第二格中得出了结论——他也将这一结论置于中间——即在种上不相继的运动不可能既是一又是连续的。在这些前提中,他把大前提置于首位,即声称一切一且连续的运动都既可能是均匀的也可能是非均匀的;而把小前提置于末尾,即声称“因为由变质与位移构成的运动怎能是均匀的呢?”他是用这种疑问的形式来代替一个否定陈述。接着他补充了原因:“因为它们必须重合”。因为均匀运动乃是其诸部分能够彼此重合的运动。由不同种构成的运动不仅不可能成为均匀的,而且同样不可能作为一且连续的运动而成为非均匀的;因为非均匀运动被说成程度更少地是一,而“更少”乃是由于相反者的混入,并非由于完全异种且逸出者的混入,而是由于使分有者保留在同一个种内的相反者的混入;因为灰色程度更少地是白,不是由于位移的混入,而是由于黑的混入。因此,带有连续性的非均匀运动,也是在同一个种或属内具有“更多与更少”。所以,由相异运动之种构成的运动,甚至不可能作为连续和一而成为非均匀的运动。
- 5.39συνήγαγε συμπέρασμα ἐν δευτέρῳ σχήματι, ὅπερ καὶ μέσον τέθεικεν
关系代词 ὅπερ 的先行词是 συμπέρασμα。καὶ μέσον τέθεικεν 意为“他也将其置于[前提与前提的]中间”,指的是在亚里士多德的原著文本(228b21-25)中,大前提(凡一且连续的运动皆可均匀亦可非均匀)陈述之后、小前提(变质与位移构成的运动怎能是均匀的)之前,结论(故不同种的运动不可能是一且连续的)被放置在两前提之间这一句序排列。
- 5.39ἀντὶ ἀποφάσεως τὸ σχῆμα τοῦτο τῆς ἐρωτήσεως παραλαβών
介词短语 ἀντὶ ἀποφάσεως(代替否定陈述/否定命题)修饰分词 παραλαβών。这里在句法上指出,亚里士多德用反问的形式(τὸ σχῆμα τῆς ἐρωτήσεως,即 πῶς γὰρ ἂν εἴη...“怎能是均匀的呢?”)来表达原本应当是否定命题的小前提(“由变质和位移构成的运动不可能是均匀的”)。
- 5.39δέοι γὰρ ἂν ἐφαρμόττειν
引自亚里士多德原文(228b24-25)。ἂν 加上祈愿语气(δέοι)构成的潜在/非现实假定句,表达了归谬论证中的涵义:“[若它是均匀的,其部分]就必须彼此重合(然而不同种的部分之间是不可能重合的)”。
