- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:88.29-90.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出对巴门尼德的反驳并非出于好争辩,并通过长篇征引柏拉图在《智者》中关于一、存在者、整体与部分的辨难,说明巴门尼德学说必然面临的哲学困境。
Ὅτι δὲ οὐ διὰ φιλεριστίαν ἡ πρὸς Παρμενίδην ἀντιλογία γέγονε, δηλοῖ καὶ Πλάτων, ἐν μὲν τῷ Παρμενίδῃ τὸ ἓν ὂν τοῦ Παρμενίδου δεχόμενος καὶ ἀπ’ ἐκείνου τὸ ὑπὲρ ἐκεῖνο ἀνευρίσκων, ὅπερ οὐδὲ ἓν καλεῖν ἀξιοῖ,1 καὶ τὰς μετ’ ἐκεῖνο τάξεις τοῦ ἑνὸς παραδιδούς· ἐν δὲ τῷ Σοφιστῇ σαφῶς ἀντιλέγων πρὸς αὐτὸν ἓν τὸ ὂν λέγοντα, καὶ τὸ μὲν ἓν χωρίζων τοῦ ὄντος ὡς ὑπέρτερον τοῦ ὄντος, τὸ δὲ ὂν δεικνὺς τὸ μὲν πρῶτον κατὰ μέθεξιν τοῦ ἑνὸς ἡνωμένον, τὸ δὲ ἐφεξῆς τῇ ἑτερότητι διακρινόμενόν τε καὶ πληθυνόμενον. οὐδὲν δὲ ἴσως χεῖρον προπαρασκευῆς εἵνεκα τῶν τοῦ Πλάτωνος ἐννοιῶν τὰ ὑπ’ αὐτοῦ ῥηθέντα ἐν τῷ Σοφιστῇ παραγράψαι. “Τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων, ἆρα οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν; Πῶς γὰρ οὔ; Τόδε τοίνυν ἀποκρινέσθωσαν. ἕν πού φατε μόνον εἶναι; φαμὲν γάρ, φήσουσιν. ἦ γάρ; Ναί. Τί δέ; ὂν καλεῖτέ τι; Ναί. Πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, ἢ πῶς; Τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτ’, ὦ ξένε, ἀπόκρισις; Δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι. Πῶς; Τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που. Πῶς δὲ οὔ; Καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος, ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον. Πῇ; Τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε. Ναί. Καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν. εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν. Οὕτως. Καὶ τὸ ἕν γε ἑνὸς ἓν ὂν μόνον, καὶ τοῦ ὀνόματος αὖ τὸ ἓν ὄν. Ἀνάγκη. Τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν φήσουσι τούτῳ; Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν; Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ, τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; Οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι. Τί δ’ οὔ; Τὸ δὲ πεπονθὸς ταῦτα, ἆρα οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι; Πῶς; Ἀμερὲς δή που δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι. Δεῖ γὰρ οὖν. Τὸ δὲ τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ λόγῳ ὅλῳ. Μανθάνω. Πότερον δὴ πάθος ἔχον τὸ ὅλον τοῦ ἑνὸς οὕτως ἕν τε ἔσται καὶ ὅλον, ἢ παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν; Χαλεπὴν προβέβληκας αἵρεσιν. Ἀληθέστατα μέντοι λέγεις. πεπονθός τε γὰρ τὸ ὂν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται; Ναί. Καὶ μὴν ἐάν γε τὸ ὂν ᾖ μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπ’ ἐκείνου πάθος, ᾖ δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ ξυμβαίνει. Πάνυ γε. Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν. Οὕτως. Καὶ ἑνός γε οὐ πλείω τὰ πάντα γίνεται, τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος;2 Ναί. Μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, αὐτά τε ταῦτα ὑπάρχει τῷ ὄντι καὶ πρὸς τῷ μὴ εἶναι μηδ’ ἂν γενέσθαι ποτὲ τὸ ὄν. Τί δή; Τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον, ὥστε οὔτε οὐσίαν οὔτε γενομένην οὔτε οὖσαν δεῖ προσαγορεύειν τὸ ἓν ἢ τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα. Παντάπασιν ἔοικε ταῦθ’ οὕτως ἔχειν. Καὶ μὴν οὐδ’ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι. ποσόν τι γὰρ ὄν, ὁπόσον ἦν τοσοῦτον ὅλον ἀναγκαῖον αὐτὸ εἶναι. Κομιδῇ γε. Καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον εἰληφὸς φανεῖται τῷ τὸ ἓν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι. Δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα. συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.” ἀλλὰ ταῦτα μὲν κἂν παρέκβασίν τινα μακροτέραν ἔσχεν, κεχαρίσθω τῷ περὶ αὐτὰ ἔρωτι·3 ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.
对巴门尼德的反驳并非出于好争辩,柏拉图也表明了这一点:一方面在《巴门尼德》中,他接受巴门尼德的一的存在者,并从那出发发现超越于那之上的东西——他甚至不认为值得将其称为一——并传授了在那之后的一的各级秩序;另一方面在《智者》中,他明确反驳主张存在者为一的巴门尼德,将一作为优越于存在者而从存在者中分离出来,并指明存在者中第一位的是依分有一而统一的,而其后随者则因他异性而被区分并繁衍。为了预先准备柏拉图的各种概念,抄录他在《智者》中所说的话也许并无坏处:“‘那么怎样呢?从那些说万物为一的人那里,难道我们不应该竭尽所能地探问他们究竟把什么称为存在者吗?’‘怎能不问呢?’‘那么让他们回答这个问题吧:“你们大概是说唯有一存在吧?”“我们确实这样说”,他们会说。难道不是吗?’‘是的。’‘“那么又怎样呢?你们把某种东西称为存在者吗?”“是的。”’‘“是作为与一同一者、对同一事物附带使用两个名字,还是怎样呢?”’‘客人啊,在那之后他们的回答又会是什么呢?’‘泰阿泰德啊,显然,对于立下这一假定的人来说,无论回答刚才所问的问题,还是回答任何其他问题,都绝非最容易的。’‘怎么讲?’‘因为在除了一以外未确立任何东西的情况下,承认有两个名字,这大概是可笑的。’‘怎能不是呢?’‘而且接受某人说存在着某个名字,根本也是没有道理的。’‘何以见得?’ ‘将名字确立为不同于事物的人,大概是在说两个某种东西。’‘是的。’‘再者,如果他把名字确立为与它〔事物〕同一,他将不得不说它是无之名;或者如果他说它是某物之名,结果名字将只是名字之名,而非任何其他事物之名。’‘正是如此。’‘而且一也将只是一的一,从而反过来也是名字的一。’‘必然如此。’‘“那么怎样呢?他们会说整体不同于一的存在者,还是说与它同一呢?”’‘他们怎能不说,并且他们怎能不是在说同一呢?’‘“那么,如果它是整体——正如巴门尼德也说的,‘从各方面宛如浑圆球体的体积,从中心向各方均等平衡;因为绝不能让它在此处或彼处稍大或稍小’——如果存在者是这样的,它就具有中心和诸端点,而既然具有这些,它就完全必然具有各部分;或者怎样呢?”’‘正是如此。’‘“然而,被分割之物在所有部分之上承受一的性质,并且由此既是全部又是整体而为一,这绝无任何妨碍。”’‘怎能不是呢?’‘“然而承受了这些性质者,难道不可能本身正是那一自身吗?”’‘怎么讲?’‘“因为真正的一,按照正确的界说,大概必须被说成是完全无部分的。”’‘确实必须如此。’‘“但由许多部分构成的这样一种东西,将不会与整个界说相符合。”’‘我明白了。’‘“那么,究竟是整体因承受一的性质而以此方式既是一又是整体呢,还是我们根本不应当说存在者是整体?”’‘你提出了一个艰难的抉择。’ ‘“然而你说得最真实不过。因为存在者承受了某种性质,将显现为与一并不同一,而万物难道不会多于一吗?”’‘是的。’‘“再者,如果存在者由于承受了由那一所致的性质而不是整体,但整体自身存在,存在者就会陷入自身亏缺的境地。”’‘完全如此。’‘“并且按照这个道理,被剥夺了自身的存在者将是不存在者。”’‘正是如此。’‘“难道万物不会多于一吗,既然存在者和整体各自单独获得了固有的本性?”’‘是的。’‘“但如果整体根本不存在,这些相同的结果就会归于存在者,而且除了不存在之外,存在者甚至根本不会曾经生成。”’‘这是为什么?’‘“因为生成之物始终是作为整体而生成的;因此,对于不把一或整体置于存在者之中的人来说,无论生成的实体还是存在的实体,都不应当称呼。”’ ‘这些事情显得完全如此。’‘“而且非整体之物根本不应当具有任何量。因为既然它是某种量,无论它原本是多大量,它都必然是那般大小的整体。”’‘完全如此。’‘“因此,对于说一是两个某种东西或者唯是一的人来说,还将显现出其他无数条各自招致无尽疑难的问题。”’‘从现在显露出来的迹象看也几乎表明了这一点;因为一个问题与另一个问题相接,就先前所谈论的诸事始终带来更大、更艰难的迷误。’”虽然这些话可能构成了某种稍长的偏离主题,但请宽恕这是出于对这些事理的热爱;而我们应当进而讨论接下来的内容。
- 1.14ὅπερ οὐδὲ ἓν καλεῖν ἀξιοῖ
关系代词 ὅπερ 的先行词是中性单数短语 τὸ ὑπὲρ ἐκεῖνο,ὅπερ 本身作为不定式 καλεῖν 的直接宾语(宾格),ἓν 则作为其宾语补足语(双宾格结构)。
- 1.14τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος
属格独立结构。τοῦ τε ὄντος καὶ τοῦ ὅλου 是意义上的主语,分词 εἰληφότος(完成时能动属格单数)在语法上以单数形式兼指两者或与 ἑκατέρου 一致;ἰδίαν φύσιν 为该分词的直接宾语。
- 1.14κεχαρίσθω τῷ περὶ αὐτὰ ἔρωτι
动词 χαρίζομαι 的第三人称单数完成时被动祈使语气 κεχαρίσθω,以前文的 ταῦτα 为主语或作无人称用法,构成让步表达:“看在对这些事物的热爱的份上(与格),权且予以宽恕/容受”。
