- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:896.25-898.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘探讨了变质与增减中非均匀性的具体情形,论述了源于速度(快与慢)而非路径、时间或目标的本义上的非均匀性。进而,他通过雌雄等类比以及现实的观点,论证了快与慢贯通于运动的一切种之中,并不构成种的差异。
ὅπερ γὰρ ἐπὶ τῶν φερομένων ὁ τόπος, ἐφ’ οὗ φέρεται τὸ φερόμενον, τοῦτο ἐπὶ ἀλλοιώσεως ἡ ποιότης ἐστί· πᾶν δὲ τὸ κατὰ ποιὸν μεταβάλλον ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλει, μελαινόμενον ἢ λευκαινόμενον· οὐδὲν δὲ μέρος τῆς λευκάνσεως ἢ μελάνσεως ἐφαρμόσαι δύναται ἄλλῳ μέρει, οὐχ ὅτι οὐχ ὑπομένει, ἀλλ’ οὐδὲ τῇ ἐννοίᾳ1 (οὐ γὰρ ἔσται μέρος ἑτέρῳ μέρει ὅμοιον), ἀλλ’ ὡς ἐπὶ τῆς ἡμέρας. ἐπὶ δὲ τῆς αὐξήσεως καὶ φθίσεως, ἐπειδὴ κατὰ μέγεθος αἱ μεταβολαί, ἐπ’ εὐθειῶν γίνεσθαι δοκοῦσι καὶ ὁμαλαί· ἢ ἔστιν ἄλλη τις ἀνωμαλία κατά γε τὸ αὐξόμενον, εἰ ποτὲ μὲν ἵσταιτο ἡ αὔξησις τροφῆς μὴ ἐνούσης, ποτὲ δὲ καὶ εἰς φθορὰν μεταβάλλοι ὡς ἐν ταῖς νόσοις· ἀνώμαλος γὰρ τότε ἔσται ἡ αὔξησις, ὥσπερ καὶ εἰ ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον εἰς φθίσιν ἐπιδιδοίη. καὶ ἐν ἀλλοιώσει δὲ ἡ μὲν κατὰ τὸν τεταγμένον προποδισμὸν τῆς ποιότητος ἀνωμαλία τίς ἐστιν αὐτῆς ἀνωμαλία· ὅταν δὲ νῦν μὲν σφοδρότερον θερμαίνηται, αὖθις δὲ ἧττον, καὶ πάλιν ἐπιτείνῃ, τότε ἀνωμαλία κατὰ τὴν ποιότητα, ἐφ’ ἧς ἡ κίνησις γίνεται. ἄλλη δέ τις ἀνωμαλία ἐν πάσαις ταῖς κινήσεσίν ἐστι κατὰ ταχυτῆτα καὶ βραδυτῆτα καὶ ὅλως παρὰ τὸν χρόνον. καὶ ἔστιν αὕτη 〈ἡ〉 κυρίως κινήσεως ἀνωμαλία οὔτε παρὰ τὸ ἐφ’ οὗ κινεῖται τὸ κινούμενον ὡς ἡ προειρημένη (τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ ποῦ), οὔτε ἐν τῷ τὸν χρόνον μὴ ἕνα καὶ συνεχῆ εἶναι, ὅπερ αὐτῷ τὸ ποτὲ σημαίνει, οὔτε [τὸ] παρὰ τὸ εἰς ὃ ἡ μεταβολὴ γίνεται,2 οἷον εἰς τὸ ἄνω ἢ κάτω ἢ λευκὸν ἢ μέλαν ἢ μέγα ἢ μικρόν· ἐνδέχεται γὰρ πάντων τούτων τῶν αὐτῶν καὶ ὁμοίων ὄντων, τοῦ ἐφ’ οὗ, τοῦ χρόνου, τοῦ εἰς ὅ, ἀνώμαλον κίνησιν γίνεσθαι παρὰ τὸν τῆς κινήσεως τρόπον καὶ τὸ ὡς, εἰ ποτὲ μὲν ταχέως, ποτὲ δὲ βραδέως κινοῖτο· τότε γὰρ ἀνώμαλος γίνεται κίνησις, ὥσπερ ὁμαλής, ὅταν ὁμοία ᾖ ἡ κίνησις. ἔστι γὰρ ὅτε, φησίν, ἡ ἀνωμαλία οὐ τοῖς πρότερον εἰρημένοις, ἀλλὰ ταχυτῆτι διώρισται καὶ βραδυτῆτι. Εἰπὼν δέ, ὅτι ἔστι τις ὁμαλότης καὶ ἀνωμαλία παρὰ τὴν τοῦ κινουμένου ταχυτῆτα καὶ βραδυτῆτα, ἐπάγει, ὅτι ταῦτα, τουτέστιν ἡ ταχυτὴς καὶ ἡ βραδυτής, οὐκ ἔστιν εἴδη κινήσεως οὐδὲ διαφοραὶ κατ’ εἶδος ἡ ταχυτὴς καὶ ἡ βραδυτής, καθ’ ἃς διαφέρουσιν ἀλλήλων αἱ ὁμαλαὶ καὶ ἀνώμαλοι κινήσεις. καὶ δείκνυσι τοῦτο ἐκ τοῦ ἐν πᾶσι τοῖς εἴδεσι τῆς κινήσεως εἶναι ταχυτῆτα καὶ βραδυτῆτα· καὶ γὰρ φέρεσθαι καὶ ἀλλοιοῦσθαι καὶ αὔξεσθαι δυνατὸν ἑκατέρως. τὸ δὲ ἐν πᾶσιν ὂν τοῖς εἴδεσιν οὐκ ἀντιδιαιρεῖται ἐκείνοις τοῖς ἐν οἷς ἐστι·3 τὸ γὰρ ἀντιδιαιρούμενόν τινι ἔξω ὀφείλει εἶναι ἐκείνου. ἀλλὰ μὴν οὔτε ἑνός τινος τῶν τῆς κινήσεως εἰδῶν εἴδη ἐστὶν ἡ ταχυτὴς καὶ ἡ βραδυτής· τὸ γάρ τινος εἶδος οὐχ οἷόν τε εἶδος εἶναι καὶ τοῦ ἀντιδιῃρημένου αὐτῷ. διὰ γὰρ ταύτην τὴν αἰτίαν οὐδὲ τὸ θῆλυ καὶ τὸ ἄρρεν εἴδη ζῴου, ὅτι ἐν πᾶσίν ἐστι σχεδὸν τοῖς εἴδεσιν. οὔτε οὖν ἀντιδιαιρεῖσθαι τούτοις δυνατὸν οἷον τῷ πεζῷ καὶ ἐνύδρῳ καὶ πτηνῷ, ὡς εἶναι πρὸς τούτοις τὸ θῆλυ καὶ τὸ ἄρρεν· ἐν ἐκείνοις γάρ ἐστιν, ἀλλ’ οὐδέ τινος αὐτῶν εἴδη εἴη ἂν οἷον τοῦ πεζοῦ· ἔστι γὰρ καὶ ἐν τοῖς ἄλλοις. οὐχ οἷόν τε δὲ τῶν διαφερόντων γενῶν τὰ αὐτὰ εἴδη εἶναι. διὸ οὐδὲ γυνὴ καὶ ἀνὴρ εἴδη τοῦ ἀνθρώπου, ὅτι ἔστι καὶ ἐν τοῖς ἀντιδιῃρημένοις τῷ ἀνθρώπῳ· ἡ γὰρ γυνὴ καὶ ὁ ἀνὴρ κατὰ τὸ θῆλυ καὶ τὸ ἄρρεν τὴν διαφορὰν ἔχουσιν. ἡ μὲν γὰρ κουφότης καὶ βαρύτης κατ’ εἶδος διαφέρουσιν ἀλλήλων, ἡ δὲ ταχυτὴς καὶ βραδυτὴς ἐνέργειαί εἰσιν καθ’ ἑκατέραν τούτων τῶν δυνάμεων· καὶ τὸ κοῦφον γὰρ θᾶττον καὶ βραδύτερον ἐπὶ τὸ ἄνω φέρεται καὶ τὸ βαρὺ ἐπὶ τὸ κάτω· τὸ μὲν γὰρ βαρύτερον θᾶττον, τὸ δὲ ἧττον βαρὺ βραδύτερον. ὡς οὖν τὸ βαρύτερον καὶ τὸ ἧττον βαρὺ οὐ κατ’ εἶδος διαφέρουσιν ἐν ῥοπῇ ἀλλήλων, οὕτω καὶ αἱ ταῖς δυνάμεσι ταύταις ἀκολουθοῦσαι ἐνέργειαι ἡ ταχυτὴς καὶ ἡ βραδυτὴς οὐκ εἰσὶ κατ’ εἶδος διαφοραὶ τῆς ἐνεργητικῆς κινήσεως· ἐν γὰρ τῷ αὐτῷ εἴδει μένουσιν ποτὲ μὲν τῷ τοῦ πυρός, ὅταν θᾶττον καὶ βραδύτερον κινῆται, ποτὲ δὲ τῷ τῆς γῆς· οὐδὲ γὰρ ἡ βαρύτης καὶ ἡ κουφότης αἱ ἐν τῷ αὐτῷ εἴδει μένουσαι, ὅταν πυρὸς τὸ μὲν κουφότερον τὸ δὲ βαρύτερον λέγωμεν, κατ’ εἶδός εἰσι διαφοραί, ὅτι μηδὲ πῦρ πυρὸς κατ’ εἶδος διαφέρει μηδὲ γῆ γῆς.
因为对于被运载的事物而言,被运载之物在其上被运载的处所是什么,在变质中性质也就是什么;而一切依性质变化的事物,或在变黑或在变白的过程中,都是从相反者向相反者变化。但是变白或变黑的任何部分都不能与另一部分重合,这不仅是因为它不持存,而且甚至在概念上也无法重合(因为没有任何部分会与另一部分相似),反而正如一日的情形一样。另一方面,在增减中,既然变化依量度而发生,它们似乎是沿直线发生的并且是均匀的;或者依增长之物本身存在着另一种非均匀性,例如有时由于缺乏营养而增长停滞,有时又如在疾病中那样转向毁灭;因为那时增长将是非均匀的,正如有时较多地、有时较少地向消减推进一样。而在变质中,依性质的有序递进而产生的非均匀性固然是其自身的非均匀性;但只要有时加热得更剧烈,随后较弱,继而又增强,那时这种非均匀性便是依照运动在其上发生的性质而产生的。但在一切运动中,还存在着另一种依快慢并且总的来说由于时间而产生的非均匀性。而这乃是严格意义上的运动的非均匀性,它既不是像前面所说的那样由于被运动之物在其上运动的事物(因为这对他而言意味着“何处”),也不是由于时间不是一和连续的(这对他而言意味着“何时”),亦不是由于变化所向的事物,例如向上或向下、变白或变黑、变大或变小;因为在所有这些事物——运动于其上的事物、时间、所向之物——都相同且相似的情况下,完全可能由于运动的方式和“如何”,如果有时动得快而有时动得慢,从而产生非均匀的运动;因为正如当运动相似时运动是均匀的一样,在此时运动便成为非均匀的。因为他说,有时非均匀性不是由前述诸项所规定,而是由快慢所规定的。 在指明了由于运动之物的快慢而存在某种均匀性与非均匀性之后,他接着指出,这些,即快与慢,既不是运动的种,也不是使均匀运动与非均匀运动彼此不同的按种的差异。他根据在运动的所有种中都存在快与慢这一点来证明这一点;因为以这两种方式被运载、变质和增长都是可能的。但是存在于所有种之中的事物,并不与其所存在于其中的那些事物并列对分;因为与某物并列对分的事物必须处于其外。而且快与慢也不是运动诸种中任何单一一个种的种;因为属于某物的种不可能同时也是与其并列对分之物的种。正是由于这个原因,雌与雄也不是动物的种,因为它们存在于几乎所有的种之中。因此,它们既不可能与这些种(例如陆生的、水生的和有翼的)并列对分以致雌与雄在这些之外并存(因为它们存在于那些之中),它们也不可能是其中任何一个种(例如陆生动物)的种;因为它们也存在于其他动物中。而在不同的属中不可能有相同的种。因此女人与男人也不是人的种,因为它们也存在于与人并列对分的事物之中;因为女人与男人是依雌与雄而具有差异的。因为轻与重在种上彼此不同,而快与慢则是依这两种潜能中每一项而产生的现实;因为轻者较快或较慢地向上被运载,而重者向下被运载;因为较重者较快,较不重者较慢。因此正如较重者与较不重者在倾侧中并不按种彼此不同一样,伴随这些潜能的现实,即快与慢,也不是现实运动的按种的差异;因为它们保留在同一个种之中,有时在火的种之中(当火动得较快或较慢时),有时在土的种之中;因为在同一个种中保留的重与轻(当我们说火的一部分较轻而另一部分较重时)并不是按种的差异,因为火与火并不在种上不同,土与土亦然。
- 5.39οὐχ ὅτι οὐχ ὑπομένει, ἀλλ’ οὐδὲ τῇ ἐννοίᾳ
οὐχ ὅτι(不仅因为)后接否定οὐχ ὑπομένει(并不持存),与对比项ἀλλ’ οὐδὲ τῇ ἐννοίᾳ(而且甚至在概念上也不)相呼应。这表明变质的各个部分不能重合,不仅是由于存在论上部分随时间流逝而无法留存,而且在抽象观念上也因各部分在质上不相似而根本无法重合。
- 5.39οὔτε παρὰ τὸ ἐφ’ οὗ κινεῖται τὸ κινούμενον ... οὔτε ἐν τῷ τὸν χρόνον μὴ ἕνα καὶ συνεχῆ εἶναι ... οὔτε παρὰ τὸ εἰς ὃ ἡ μεταβολὴ γίνεται
在界定运动本义上的非均匀性(κυρίως κινήσεως ἀνωμαλία)的句子中,οὔτε... οὔτε... οὔτε连续排比了介词短语(παρὰ τὸ ἐφ’ οὗ... / παρὰ τὸ εἰς ὅ...)以及介词支配定冠词不定式从句(ἐν τῷ τὸν χρόνον μὴ ἕνα καὶ συνεχῆ εἶναι)。该结构依次排除了处所(ποῦ)、时间(ποτέ)和目标(εἰς ὅ)等外在规定,从而引出作为运动方式(τρόπος, τὸ ὡς)的速度。
- 5.39τὸ δὲ ἐν πᾶσιν ὂν τοῖς εἴδεσιν οὐκ ἀντιδιαιρεῖται ἐκείνοις τοῖς ἐν οἷς ἐστι
名词化分词短语 τὸ ἐν πᾶσιν ὂν τοῖς εἴδεσιν(存在于所有种之中的事物)作主语。动词 ἀντιδιαιρεῖται(与……并列对分)支配与格 ἐκείνοις,后面的关系分句 τοῖς ἐν οἷς ἐστι(它所存在于其中的那些事物)修饰先行词 ἐκείνοις。这表述了关于属、种及并列划分的逻辑规则。
