- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:895.4-896.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了运动为一的第三项标准即“均匀性”,阐明了它与几何线(直线与圆)的类比,解释了均匀与非均匀运动之间的差异在于程度大小而非种的差异,并分析了导致非均匀性的原因(例如路径的非均匀性)。
" Ἔτι δὲ ἄλλως παρὰ τὰς εἰρημένας λέγεται μία κίνησις, ἡ ὁμαλής ἕως τοῦ δέοι γὰρ ἂν ἐφαρμόττειν." Τρίτον τοῦτο προστίθησι τῇ μιᾷ κινήσει ὑπάρχον τὸ ὁμαλὲς καὶ τῇ κατὰ γένος καὶ τῇ κατ’ εἶδος καὶ τῇ κατ’ ἀριθμὸν δυνάμενον ὑπάρχειν, ὥσπερ καὶ τὸ ἀντικείμενον αὐτῷ τὸ ἀνώμαλον. καὶ πανταχοῦ τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἡ ὁμαλὴς μᾶλλον μία δοκεῖ εἶναι τῆς ἀνωμάλου, διότι ἡ ἀνώμαλος διῃρημένη πως εἶναι δοκεῖ κατὰ τὰς ἐν τῇ ἀνωμαλίᾳ διαφοράς. λέγει δὲ πρῶτον, τίς ἡ ὁμαλὴς κίνησις καὶ τίς ἡ ἀνώμαλος. καὶ δεῖγμα τῆς ὁμαλοῦς τὴν εὐθεῖαν παρήγαγεν, ὥς φησιν ὁ Ἀλέξανδρος, διὰ τὸ καὶ τῆς κινήσεως τῆς ἐπ’ εὐθείας ὅμοια εἶναι πάντα τὰ μόρια καὶ πάντα πᾶσιν ἐφαρμόζειν ὥσπερ καὶ τῆς εὐθείας γραμμῆς, ἐφ’ ἧς ἡ τοιαύτη κίνησις γίνεται. “ὁμοίως δέ, φησί, καὶ ὁ κύκλος ἔχει καὶ ἡ ἐπὶ τοῦ κύκλου κίνησις· ὁμαλὴς γὰρ καὶ αὕτη διὰ τὸ πανταχόθεν ὁμοίως περιαγὲς τῆς κυκλικῆς γραμμῆς. ἀνώμαλοι δέ εἰσιν αἱ κεκλασμέναι γραμμαὶ καὶ αἱ μὴ ὁμοίως περιηγμέναι, ὡς πᾶν μόριον παντὶ ἐφαρμόττειν καὶ αἱ ἐπὶ τῶν τοιούτων κινήσεις.” μήποτε δὲ τὸ ὥσπερ ἡ εὐθεῖα οὐ τὴν κίνησιν τὴν ἐπὶ τῆς εὐθείας γραμμῆς ἐνδείκνυται, ἀλλ’ οὕτως ἔχειν πᾶσαν ὁμαλὴν κίνησίν φησι1 κατὰ πᾶν εἶδος κινήσεως, οὐ μόνον φορᾶς ἀλλὰ καὶ ἀλλοιώσεως καὶ αὐξήσεως, ὡς ἔχει ἡ εὐθεῖα· ὁμαλὴς γὰρ αὕτη διὰ τὸ πᾶν μόριον παντὶ ἐφαρμόζειν. καὶ πᾶσα οὖν κίνησις εἴτε ἐπ’ εὐθείας εἴτε ἐπὶ κύκλου εἴτε κατ’ ἀλλοίωσιν εἴτε κατὰ αὔξησιν ὁμαλὴς οὖσα οὕτως ἔχει ὡς ἡ εὐθεῖα· ἐπεὶ δυνατὸν καὶ ἐπ’ εὐθείας ἀνωμάλως κινεῖσθαι, ὅταν μὴ αὐτὴ ἡ κίνησις ὁμοίως ᾖ τῇ εὐθείᾳ διακειμένη, ὡς πᾶν μόριον ὅμοιον εἶναι παντί. “διαφέρειν δέ φησι τὴν ὁμαλὴν τῆς ἀνωμάλου κατὰ τὸ μᾶλλον καὶ ἧττον, ὡς μέν φησιν ὁ Ἀλέξανδρος, διότι μᾶλλον μία ἡ ὁμαλὴς τῆς ἀνωμάλου καὶ ἧττον ἐκείνη ταύτης· συνεχεῖς γὰρ ἀμφότεραι.” μήποτε δὲ οὐ πρὸς τὸ μία τὸ μᾶλλον καὶ τὸ ἧττον νῦν λέγει, ἀλλὰ πρὸς τὸ εἶδος, ἐν ᾧ εἰσιν·2 εἰ μὲν κατ’ εὐθεῖαν ἢ κύκλον τὸ ὁμαλὲς καὶ ἀνώμαλον, ὅτι μᾶλλον εὐθεῖα καὶ κύκλῳ ἡ ὁμαλὴς τῆς ἀνωμάλου, εἰ δὲ κατὰ λεύκανσιν ἢ θέρμανσιν, ὅτι μᾶλλον λεύκανσις καὶ μᾶλλον θέρμανσις ἡ ὁμαλὴς τῆς ἀνωμάλου, καὶ εἰ κατὰ αὔξησιν, ὁμοίως. διὸ καὶ ἐπήγαγεν ὅτι ἔστιν ἐν ἁπάσῃ κινήσει τὸ ὁμαλῶς ἢ μή. εἰ δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν τῷ αὐτῷ εἴδει διαφέρουσιν, οὐ κατ’ εἶδος αὐτῶν ἐστιν ἡ διαφορά. ἐν γὰρ τῷ αὐτῷ εἴδει τὸ ἧττον μίξει τοῦ ἐναντίου τοιοῦτόν ἐστιν, ὡς τὸ ἧττον λευκὸν μίξει μέλανος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰπὼν δέ, ὅτι ἐν πάσῃ κινήσει ἔστι τὸ ὁμαλῶς ἢ μή· καὶ γὰρ ἀλλοιοῖτο ἄν τι ὁμαλῶς, ἐπήγαγε καὶ φέροιτο ἐφ’ ὁμαλοῦ, ἢ ἐφ’ ὁμαλῷ, ὡς ὁ Ἀλέξανδρος καὶ ὁ Πορφύριος γράφουσιν, οἷον κύκλῳ ἢ εὐθείᾳ. ἐπειδὴ γὰρ ἀδύνατον ὁμαλῶς τι ἐνεχθῆναι μὴ ἐπὶ ὁμαλοῦς φερόμενον τὴν ὁμαλὴν φοράν, ἀπέδωκεν ἀπὸ τῶν ἐφ’ ὧν οἷόν τε γενέσθαι αὐτὴν εἰπὼν οἷον κύκλου ἢ εὐθείας· δύναται μὲν γὰρ καὶ ἐπὶ τούτων ἀνώμαλος φορὰ γενέσθαι, ἀλλ’ ἥ γε ὁμαλὴς ἐπ’ οὐδενὸς γίνεται ἢ ἐπὶ ὁμαλοῦς. Εἰπὼν δὲ τίς ἡ ὁμαλὴ κίνησις, ὅτι ἡ μία καὶ ὁμοιομερὴς ὡς ἡ εὐθεῖα, καὶ τίς ἡ ἀνώμαλος, ὅτι ἡ εἰς πολλὰ διαιρουμένη, καὶ τίς αὐτῶν ἡ διαφορά, ὅτι οὐ κατ’ εἶδος ἀλλὰ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον, λέγει λοιπὸν τίνες αἱ τῆς ἀνωμάλου κινήσεως διαφοραί, καὶ παρὰ πόσας καὶ τίνας αἰτίας ἀνώμαλος γίνεται κίνησις· οἰκεῖα γὰρ τῷ περὶ κινήσεως καὶ ταῦτα λόγῳ. ἢ γὰρ παρὰ τὸ ἐφ’ οὗ γίνεται, οἷον εἰ ἐπὶ κεκλασμένης· ἀδύνατον γὰρ ὁμαλῆ κίνησιν γενέσθαι ἐπὶ ἀνωμάλου γινομένην,3 οἵα καὶ ἡ ἕλιξ ἐστίν. ἢ ὅλως ἐπὶ μεγέθους τοιούτου, οὗ μὴ ἐφαρμόζοι τὸ τυχὸν μέρος ἐπὶ τὸ τυχόν, κἂν συνεχὴς ἡ ἐπ’ αὐτοῦ κίνησις γίνηται. ζητητέον δὲ εἰ καὶ ἐπ’ ἀλλοιώσεως κατὰ τοῦτο ἔσται ὁμαλὴς καὶ ἀνώμαλος κίνησις κατὰ τὸ ἐφ’ οὗ ἡ κίνησις.
“此外,除了所说的那些之外,在另一种意义上也有一种运动被称为一:即均匀的[运动]”直至“因为它们必须重合”。 他将此作为属于单一运动的第三项属性附加进来,即均匀性,它可以属于按属、按种以及按数的运动,正如与其对立的非均匀性一样。在其他情况都相同的一切场合,均匀的运动似乎比非均匀的运动更是一,因为非均匀的运动似乎依其非均匀性之内的诸差异而在某种方式上被划分了。他首先阐明了什么是均匀的运动,什么是非均匀的运动。正如亚历山大所说,他提出直线作为均匀运动的范例,乃是因为在沿直线的运动中,所有的部分也是相似的,并且所有的部分都与所有的部分重合,正如产生这种运动的直线本身一样。“同样地,”他说,“圆以及沿圆的运动也是如此;因为这种运动由于圆周线各处都同样环绕也是均匀的。然而,折线以及那些不是同样环绕以致每一部分都能与每一部分重合的线,以及在这些线上的运动,则是非均匀的。”但或许“正如直线”并非指示沿直线的运动,而是他说一切均匀的运动在运动的每一个种中——不仅在位移中,而且在变质和增长中——都处于与直线相同的状态;因为直线由于每一部分都与每一部分重合而处于均匀状态。因此,一切运动,无论是在直线上、在圆上、在变质中还是在增长中,只要是均匀的,都处于与直线相同的状态;因为即便在直线上也有可能非均匀地运动,只要运动本身并不以与直线相似的方式处于那种所有部分都与所有部分相似的状态。“并且他说均匀的运动与非均匀的运动依程度大小而不同,正如亚历山大所说,是因为均匀的运动比非均匀的运动更是一,而后者比前者较少是一;因为两者都是连续的。”但或许他现在说的程度大小不是指就其为一而言,而是指它们所处的种而言:如果是在直线或圆上的均匀与非均匀,是指均匀的运动比非均匀的运动更具有直线性或圆性;如果是在变白或变热中,是指均匀的运动比非均匀的运动更是变白和更是变热;如果在增长中亦同样如此。因此他也紧接着说,在一切运动中都存在着均匀与否。但如果它们在同一个种之内依程度大小而不同,它们的差异就不是种的差异。因为在同一个种之内,程度较低者乃是因相反者的掺杂而成为如此的,正如较不白者因黑的掺杂而如此,在其他情形中亦同样如此。在说到在一切运动中都存在着均匀与否——因为某物也可以均匀地变质——之后,他紧接着说,也可能在均匀的事物上被运载(或者如亚历山大和波菲利所写的那样,“在均匀的事物中”),例如以圆或以直线。因为既然某物不可能在不沿着均匀路径被运载的情况下均匀地被运载,即进行均匀的位移,他便从那些运动能够发生于其上的事物来加以说明,说“例如圆或直线”;因为尽管在这些上面也可能产生非均匀的位移,但至少均匀的位移除了在均匀的事物上之外绝不在任何别的事物上产生。 在说明了什么是均匀的运动(即像直线一样是一且同质的),什么是非均匀的运动(即被划分为多个的),以及它们的差异是什么(即不是按种而是依程度大小)之后,他接下来论述非均匀运动的诸差异是什么,以及运动由于多少个和什么样的原因而成为非均匀的;因为这些也是关于运动的论述所固有的论题。运动或者是由于它在其上发生的事物,例如在折线上;因为在非均匀的路径上发生时不可能产生均匀的运动,螺旋线也是如此。或者总的来说是在这样的一种量度上:其中任意的部分都不能与任意的部分重合,即便在其上的运动是连续发生的。但必须探讨的是,在变质中是否也会依此,即依照运动在其上发生的事物,而存在均匀的和非均匀的运动。
- 5.39μήποτε δὲ τὸ ὥσπερ ἡ εὐθεῖα οὐ τὴν κίνησιν τὴν ἐπὶ τῆς εὐθείας γραμμῆς ἐνδείκνυται, ἀλλ’ οὕτως ἔχειν πᾶσαν ὁμαλὴν κίνησίν φησι
μήποτε 在此作副词性用法,引出委婉的推测或看法(“或许并非……”)。辛普利丘以此对亚历山大的解释(将“正如直线”理解为“在直线上的运动”)提出不同看法,认为亚里士多德是指直线本身的性质,作为所有各类运动中均匀性的范式。
- 5.39μήποτε δὲ οὐ πρὸς τὸ μία τὸ μᾶλλον καὶ τὸ ἧττον νῦν λέγει, ἀλλὰ πρὸς τὸ εἶδος, ἐν ᾧ εἰσιν
此处再次使用 μήποτε 引出委婉异议:针对亚历山大将“程度大小”理解为一的程度(“更是一”),辛普利丘提出它指的是运动在其所属的种的形式上的完满程度(如“更是变白”)。
- 5.39ἀδύνατον γὰρ ὁμαλῆ κίνησιν γενέσθαι ἐπὶ ἀνωμάλου γινομένην
分词 γινομένην 与宾格主语 κίνησιν 一致,并与介词短语 ἐπὶ ἀνωμάλου 结合,限定运动发生时的路径条件。整个结构为非人称句 ἀδύνατον... γενέσθαι 统领不定词复合结构(“在非均匀的路径上发生时不可能产生均匀的运动”)。
