- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:893.13-895.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《物理学》228b11,阐释了将“完全”作为单一运动的补充属性的意义,说明了它如何在属、种和数各层面适用,并探讨了毕达哥拉斯派及柏拉图《巴曼尼得斯篇》的理论背景。
" Ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος ἕως τοῦ ἐὰν μόνον ᾖ συνεχής." Δεύτερον ἄλλο τι προστίθησι τῆς μιᾶς κινήσεως ἴδιον. τὸ τέλειον οὐ τῇ κατ’ ἀριθμὸν μιᾷ, τῇ κυρίως μιᾷ προσῆκον μόνῃ, ἀλλὰ καὶ τῇ κατὰ γένος καὶ κατὰ εἶδος μιᾷ λεγομένῃ·1 μίαν γάρ, φησί, κυριώτερον λέγομεν κίνησιν, ἐὰν καὶ τέλειος ᾖ, εἴτε κατὰ γένος ἐστὶν ἡ λαμβανομένη εἴτε κατ’ εἶδος, εἴτε κατ’ ἀριθμόν, ὅπερ καὶ οὐσίαν ἐκάλεσε· κατὰ γένος μὲν γὰρ κίνησις ἡ κατὰ τόπον ἡ πόθεν ποῖ. καὶ ὅταν τέλειος γένηται αὕτη, τουτέστιν ὅταν τὸ κινούμενον ἀφίκηται εἰς ἐκεῖνο, ἐφ’ ὃ ἔσπευδε, καὶ τελεία γένηται ἡ κίνησις, τότε μίαν αὐτὴν λέγομεν· κατ’ εἶδος δὲ ἡ κάτωθεν ἄνω καὶ ἄνωθεν κάτω· κατ’ ἀριθμὸν δὲ ἡ τοῦδε τοῦ πυρὸς καὶ τῆσδε τῆς βώλου. καὶ τούτων οὖν ἑκάστη ὅταν τελεία γένηται, τότε μία κυρίως ἐστίν. αἱ μὲν γὰρ κατὰ γένος καὶ κατ’ εἶδος πλείονες τῷ ἀριθμῷ οὖσαι μία γίνονται κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος· αἵ τε γὰρ πόθεν ποῖ κατ’ αὐτὸ τοῦτο μία καὶ αἱ ἄνωθεν κάτω πᾶσαι μία, καὶ ὁμοίως αἱ κάτωθεν ἄνω. καὶ μία μᾶλλον ἕκασται, ἂν τέλειοι ὦσιν, ἤπερ ἐὰν ἀτελεῖς. εἰ γὰρ ἓν ἕκαστον λέγομεν εἰς τὴν οὐσίαν αὐτοῦ καὶ τὸ εἶδος ἀποβλέποντες ‘εἷς ὁ Σωκράτης’, ‘εἷς ὁ ἄνθρωπος’, ‘ἓν τὸ ζῷον’, ὅταν μήπω τὸ εἶδος ἀπειλήφῃ τούτων ἕκαστον, ἀλλὰ ἀτελὲς ᾖ, ὥσπερ τὸ εἶδος οὔπω ἀπείληφεν, οὕτως οὐδὲ τὸ ἓν κατὰ τὴν μορφὴν καὶ τὸν χαρακτῆρα,2 καθ’ ὃ ἕκαστον λέγεται ἕν. ὥσπερ γὰρ οὔπω ὂν λέγομεν τὸ γινόμενον καὶ κατ’ οὐσίαν ἀτελὲς ὄν, οὕτως οὐδὲ ἓν αὐτὸ λέγειν δυνατόν· ἓν μὲν γὰρ καὶ τὸ ἀτελὲς λέγομεν, οἷον τὸ σπέρμα ἓν καὶ τὸ ἔμβρυον ἕν, ἀλλ’ οὐχ ὡς ἄνθρωπον ἕν, ἀλλ’ ἐκεῖνο ὅπερ ἐστὶ τέλειον σπέρμα ἕν, ὅτι τέλειον σπέρμα, καὶ ἔμβρυον ὁμοίως. ὅλως δὲ τὸ ἀτελὲς δυνάμει ἔτι ἔστιν, τὸ δὲ δυνάμει τι ὂν πλείω δύναται, καὶ οὐ τοῦτο μόνον. δῆλον οὖν ὅτι ἡ κατ’ ἀριθμὸν μία κίνησις, ὅταν πρὸς τοῖς τρισὶν ἐκείνοις τοῖς ἤδη ῥηθεῖσι καὶ τὸ τέλειον προσλάβῃ, τότε κυριώτερον γίνεται μία. Ὁ δὲ Ἀλέξανδρος ἐν τούτοις τοῖς Πυθαγορείοις αὐτὸν καὶ τοῖς Πλατωνικοῖς κατακολουθεῖν φησιν, οἵτινες τὸ ἓν ἄριστον ὑπολαμβάνοντες τῷ τελείῳ ἀπένεμον καὶ ὁλοκλήρῳ καὶ διὰ τοῦτο ἀρχὴν ἔλεγον αὐτό, ὡς καὶ τῆς κοινῆς χρήσεως κατὰ τῶν τελείων καὶ ὅλων τὸ ἓν κατηγορούσης. εἰκὸς δὲ καὶ τὸν Ἀριστοτέλη καὶ τὸν Ἀλέξανδρον εἰς τὰ ἐν τῷ Πλάτωνος Παρμενίδῃ κατὰ τὴν δευτέραν ὑπόθεσιν λεγόμενα ἀφορᾶν, ἐν οἷς τὸ ἓν ὂν ὅλον ἀποδείξας ὅτι καὶ τέλειόν ἐστι δείκνυσιν ἀρχὴν αὐτὸ καὶ μέσα καὶ τέλος ἔχειν συλλογιζόμενος οἷς τὸ τέλειον χαρακτηρίζεται. λέγει δὲ περὶ μὲν τοῦ ὅλου συμπεραινόμενος· “καὶ ὅλον ἄρα ἐστίν, ὃ ἄν ᾖ ἕν, καὶ μόρια ἔχει,” περὶ δὲ τοῦ τελείου· “τί δέ; εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἂν ἔχοι καὶ μέσον καὶ τελευτήν, ἢ οἷόν τε ὅλον εἶναι ἄνευ τριῶν τούτων.” Προστίθησι δὲ ὁ Ἀριστοτέλης, ὅτι κυριώτερον μὲν μία κίνησις ἡ συνεχής, ὅταν καὶ τέλειος ᾖ· ἤδη δὲ καὶ ἡ ἀτελής, ἐὰν μόνον συνεχὴς ᾖ, μία λέγεται κατ’ ἀριθμὸν καὶ αὐτή. ἐπιστῆσαι δὲ χρή, ὅτι τὸ μὲν συνεχὲς τῇ κατ’ ἀριθμὸν μιᾷ κινήσει φησὶ μόνῃ προσήκειν, ἣν καὶ κυρίως μίαν εἶναί φησι, τοῦ δὲ τελείου καὶ ταῖς κατὰ γένος καὶ ταῖς κατ’ εἶδος τὸ ἓν ἐχούσαις μετεῖναί φησιν,3 ὅτι τοῦ μὲν συνεχοῦς οὐ μέτεστιν αὐταῖς διῃρημέναις εἰς τὰ οἰκεῖα πλήθη, ἅπερ οὐκ ἔστιν ἀλλήλοις συνεχῆ· οὔτε γὰρ οἱ πολλοὶ ἄνθρωποι συνεχεῖς ἀλλήλοις, ἐξ ὧν καὶ ἐν οἷς ἐστιν ὁ εἷς ἄνθρωπος, οὔτε τὰ ζῷα. τέλειον δέ ἐστιν ἕκαστον εἶδος καὶ γένος κατὰ τὴν τοῦ οἰκείου χαρακτῆρος ἀπόληψιν· κἂν γὰρ κοινὸν ᾖ τι καὶ μὴ ἄτομον, καὶ αὐτὸ κατ’ εἶδος ἀφωρισμένον ἔχει τελειότητα οἰκείαν.
“此外,完全的[运动]也被称为一”直至“只要它是连续的”。 他为单一的运动附加了另一个即第二种固有属性:完全性。这不仅属于在数上为一、严格意义上为一的运动,也属于按属和按种被称为一的运动。因为他说,如果一个运动同时也是完全的,无论所取的是按属的、按种的,还是按数(他也称之为实体)的,我们都更严格地称其为一个运动。因为按属的运动是按位置的、从某处到某处的运动。每当这种运动成为完全的,也就是说,每当被运动者到达它所奔向的目标,并且运动成为完全的时,那时我们便称其为一。按种的运动是从下到上和从上到下的运动;按数的运动是这团火或这块泥土的运动。因此,当它们中的每一个成为完全的时,那时它便是在严格意义上的一。因为按属和按种的运动,尽管在数上是多个,却按属和按种成为一;因为从某处到某处的运动仅凭这一点就是一,所有从上到下的运动都是一,同样从下到上的运动也是一。并且,如果它们是完全的,每一个都比它们是不完全的〔时〕更是一。因为如果我们在称每个事物为一时是着眼于其实体和种——“一个苏格拉底”、“一个人”、“一个动物”——那么当它们中的每一个尚未获得种而是不完全的时,正如它尚未获得种一样,它也没有获得依照形式和特征的一,而每个事物正是据此被称为一的。因为正如我们称生成中的、在实体上不完全的事物为尚未存在一样,称其为一同样也是不可能的;因为我们确实也称不完全者为一,例如称种子为一、胚胎为一,但不是作为一个人为一,而是它所是的完全的种子作为一,因为它是一粒完全的种子,胚胎亦同样如此。总的来说,不完全者仍处于潜能之中,而处于潜能中的事物能够成为多个事物,而不仅仅是这一个。由此可见,在数上为一的运动,每当在前述那三者之外还获得完全性时,那时它便更严格地成为一。然而亚历山大说,在这些事情上他追随了毕达哥拉斯派和柏拉图主义者,他们认为一是最优的,并将其赋予完全者和完整者,由此称其为本原,正如日常用法也将一谓述于完全者和整体者一样。但亚里士多德和亚历山大很可能是着眼于柏拉图《巴曼尼得斯篇》在第二假说中所谈到的内容,在其中他证明了一存在者是整体之后,又表明它也是完全的,推论出它具有始原、中间部分和终点,完全者正是以此为特征的。他在关于整体做出结论时说:“因此,凡是一者也是整体,并且具有部分”,而关于完全者则说:“那么怎样呢?如果它是整体,它岂不也会有始原、中间和终点,或者没有这三者也有可能成为整体?”亚里士多德补充说,连续的运动在它也是完全的时更严格地是一;但即便是不完全的运动,只要它是连续的,它本身也已被称作在数上为一。但应当注意的是,他说连续性仅属于在数上为一的运动(他也说这在严格意义上是一),而分享完全性也属于按属和按种具有一的运动,因为按属和按种的运动不能分享连续性,乃因它们被划分入各自所属的多数之中,而这些多数彼此之间并不是连续的;因为构成并在其中存在着单个人的一群人彼此之间不是连续的,动物彼此之间也不是连续的。但每个种和属都因获得其固有的特征而是完全的;因为即使某物是普遍的而非不可分割的个体,它本身作为依种被限定者也具有其固有的完全性。
- 5.38τὸ τέλειον οὐ τῇ κατ’ ἀριθμὸν μιᾷ, τῇ κυρίως μιᾷ προσῆκον μόνῃ, ἀλλὰ καὶ τῇ κατὰ γένος καὶ κατὰ εἶδος μιᾷ λεγομένῃ
τὸ τέλειον 与前句中的 ἴδιον 构成同位语以指明其具体内容,分词 προσῆκον 为中性单数主格,修饰 τὸ τέλειον。整个结构作为对前述“第二种固有属性”的解释性同位成分。
- 5.38ὥσπερ τὸ εἶδος οὔπω ἀπείληφεν, οὕτως οὐδὲ τὸ ἓν κατὰ τὴν μορφὴν καὶ τὸν χαρακτῆρα
ὥσπερ 从句中的动词 ἀπειληφεν 承前省略到 οὕτως οὐδέ 引导的主节中(即 οὕτως οὐδὲ [ἀπείληφε] τὸ ἕν),τὸ ἕν 作其宾格宾语。
- 5.38τοῦ δὲ τελείου καὶ ταῖς κατὰ γένος καὶ ταῖς κατ’ εἶδος τὸ ἓν ἐχούσαις μετεῖναί φησιν
由 φησί 统辖的不定式结构,使用非人称动词 μέτεστι 的不定式形式 μετεῖναι。所分有之物由属格 τοῦ τελείου 表示,分有者由与格 ταῖς ... τὸ ἓν ἐχούσαις(阴性复数分词)表示。
