- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:892.6-893.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘解释了相继的运动为何因时间与界限的融合而成为连续运动,并将亚里士多德关于端纯单一的运动必须在种、被运动者及时间上皆数上为一的论述重构成一段三段论。
ἔτι δὲ καὶ ἐφεξῆς εἰσιν. εἰ γὰρ ἐχόμεναι, καὶ ἐφεξῆς. εἴπερ ἐχόμενον ἔλεγεν, ὃ ἐφεξῆς ὂν ἅπτεται. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν θέσιν ἐχόντων. κινήσεις δὲ ἐχόμεναι ἀλλήλων οὖσαι εὐθὺς καὶ συνεχεῖς εἰσι συναλειφομένων ἀλλήλοις τῶν περάτων τῷ καὶ τὸν χρόνον τὸν μετροῦντα τὴν κίνησιν συνεχῆ εἶναι. τὰ γὰρ νῦν ἐφεξῆς ὄντα, ὡς μὴ ἔχειν μεταξὺ χρόνον, ὃς ἦν ὁμογενὴς τοῖς ἑκατέρωθεν, οὐκ ἐφεξῆς ἀλλὰ συνεχῆ γίνεται· ἀμερῆ γὰρ ὄντα οὐχ ἅπτεται, ἀλλ’ ἐφαρμόζεται ἀλλήλοις καὶ γίνεται ἓν καὶ συνεχὲς ποιεῖ τὸ ὅλον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς κινήσεως συμβαίνει. εἰ οὖν ὁ χρόνος μέτρον ἐστὶ κινήσεως καὶ ἡ κίνησις διὰ τὸν χρόνον γίνεται συνεχὴς καὶ ὁ χρόνος διὰ τὴν κίνησιν καὶ ἑκάτερον δι’ ἑαυτὸ τῷ τὰ ἔσχατα τῶν μερῶν εἰς ἓν συντρέχοντα ἔχειν, εἰ οὖν ταῦτα οὕτως ἔχει,1 καλῶς ἐξ ἀρχῆς ἐλέγετο, ὅτι ἀνάγκη τὴν ἁπλῶς συνεχῆ καὶ μίαν κίνησιν τὰ τρία ταῦτα, τό τε εἶδος καθ’ ὃ ἡ κίνησις καὶ τὸ κινούμενον καὶ τὸν χρόνον, ἕκαστον ἓν τῷ ἀριθμῷ ἔχειν. τῷ μὲν γὰρ χρόνῳ ἀνάγκη μίαν εἶναι, ἵνα μὴ ἀκινησία μεταξὺ γένηται· οὐ γὰρ ἂν εἶεν δύο ἢ πλείονες χρόνοι μὴ μεταξὺ ἀκινησίας οὔσης, εἰ γὰρ μὴ εἴη μεταξὺ ἀκινησία, συνεχίζονται πρὸς ἀλλήλους καὶ οἱ χρόνοι ὥσπερ καὶ ἡ κίνησις, ἀκινησίας δὲ οὔσης μεταξὺ καὶ αἱ κινήσεις πλείους γίνονται μιᾶς αἱ παρ’ ἑκάτερα τῆς ἀκινησίας καὶ οἱ χρόνοι τρεῖς ὅ τε τὴν ἀκινησίαν μετρῶν καὶ οἱ τὰς παρ’ ἑκάτερα τῆς ἀκινησίας κινήσεις· συλλογίζεται οὖν δυνάμει οὕτως· ἡ κίνησις ἡ πλείονας ἔχουσα χρόνους στάσει διαλαμβάνεται· ἡ στάσει διαλαμβανομένη οὐκ ἔστι μία. καὶ ταύτην πρώτην τέθεικε τὴν πρότασιν. καὶ τὸ συμπέρασμα δῆλον, ὅτι ἡ κίνησις πλείονας ἔχουσα χρόνους οὐκ ἔστι μία. εἰ δὲ τοῦτο ἀληθές, καὶ τὸ σὺν ἀντιθέσει ἀντίστροφον2 ἀληθές, ὅτι ἡ μία κίνησις ὑφ’ ἑνὸς μετρεῖται χρόνου. ἡ μέντοι τῷ εἴδει μὴ μία κίνησις, κἂν ἐν συνεχεῖ χρόνῳ γίνηται, οὐκ ἂν εἴη μία τῷ ἀριθμῷ, κἂν τὸ αὐτὸ ἔχῃ τὸ κινούμενον. ὡς δραμὼν ἄν τις πυρέξειεν εὐθύς. οὐ γὰρ γίνεται τῶν τοιούτων κινήσεων ἓν τὰ ἔσχατα· ἄλλη γὰρ τῷ εἴδει ἡ κατ’ ἄλλο εἶδος· ὥστε ἔτι μᾶλλον τῷ ἀριθμῷ ἕτεραι αὗται. εἰ μὲν γὰρ μία τῷ ἀριθμῷ κίνησίς ἐστι, δεῖ καὶ τὸ εἶδος τῆς κινήσεως τὸ αὐτὸ εἶναι. εἰ δὲ τὸ εἶδος ἕν, οὐ πάντως μία ἡ κίνησις, εἰ μὴ καὶ τὸ κινούμενον ἓν εἴη καὶ ὁ χρόνος συνεχὴς καὶ εἷς. αὕτη γάρ ἐστιν ἡ εἰρημένη ἁπλῶς μία κίνησις. καὶ δῆλον ὅτι τὸ προστεθὲν τῇ μιᾷ κινήσει τὸ καὶ συνεχῆ αὐτὴν εἶναι τῇ κατ’ ἀριθμὸν μιᾷ καὶ κυρίως μιᾷ προσήκει μόνῃ, οὔτε τῇ κατὰ γένος οὔτε τῇ κατ’ εἶδος τὸ ἓν ἐχούσῃ. ἐπιστῆσαι δὲ ἄξιον, ὅπως ἀναγκαίως προπαρελήφθη τῆς κατὰ τὴν μίαν κίνησιν ἀποδείξεως ἡ τοῦ ἐφεξῆς καὶ τοῦ ἐχομένου καὶ τοῦ συνεχοῦς διδασκαλία, εἴπερ δι’ ἐκείνων ἐδείχθη, τίς μὲν ἡ μία καὶ συνεχὴς κίνησις, τίνες δὲ αἱ ἐφεξῆς καὶ ἐχόμεναι.
此外,它们也是顺次的;因为如果它们是相继的,它们也就是顺次的,假如他所谓相继者是指处于顺次而相接触者。但这适用于具有位置的事物。另一方面,彼此相继的运动因其界限彼此融合而立即也是连续的,这是因为测量该运动的时间也是连续的。因为在顺次状态中以致两端之间没有与两侧同类的时间的各个“现在”,并不成为顺次的,而是成为连续的;因为它们作为无部分者并不相接触,而是彼此契合重合为一,并使整体成为连续的。同样的事情也发生在运动上。因此,如果时间是运动的尺度,且运动因时间而成为连续的,时间因运动而成为连续的,并且两者各自因其自身——因其各部分的端点汇聚为一——而成为连续的,那么如果这些情况确实如此,从一开始所说的便是正确的,即单纯连续且单一的运动必然在数上使这三者各自为一:运动所依循的种、被运动者以及时间。因为在时间上它必然是单一的,以免其间产生静止;因为若其间没有静止,就不会有两个或更多的时间。因为如果在其间没有静止,各时间便像运动一样彼此连续起来;但若其间有静止,静止两侧的运动也会变成多于一个,时间也会变成三个:测量静止的时间以及测量静止两侧各运动的时间。因此他在潜能上这样进行推论:具有多个时间的运动被静止所阻断;被静止所阻断者不是单一的——他把这个前提放在首位。结论也是显而易见的:具有多个时间的运动不是单一的。而如果这是真的,其通过否定的换质位命题也是真的,即单一的运动由单一的时间所测量。然而,在种上不为一的运动,即使发生在连续的时间内,即使具有相同的被运动者,在数上也不会是一;正如某人奔跑之后可能立即发烧一样。因为此类运动的端点并不能成为一体;因为依循另一种者在种上就是另一种,从而这些运动在数上就更加彼此相异。因为如果在数上是一个运动,运动的种也必须是相同的;但如果种是一,运动却未必全都是一,除非被运动者也是一且时间是连续并单一的。因为这才是所说的单纯单一的运动。并且显而易见的是,附加给单一运动的“它也是连续的”这一属性,仅属于在数上为一且在严格意义上为一的运动,而不属于按属或按种具有一的运动。但值得注意的是,关于顺次、相继和连续的学说,在关于单一运动的证明之前被预先采纳是何等必然,如果确实正是通过这些学说,才阐明了何为单一且连续的运动,以及哪些是顺次且相继的运动。
- 5.37εἰ οὖν ὁ χρόνος μέτρον ἐστὶ κινήσεως ... εἰ οὖν ταῦτα οὕτως ἔχει
长条件从句后的照应性重引(resumptive εἰ οὖν)。承接前一个 εἰ οὖν 所列举的多项条件(时间与运动的互为连续、部分端点的汇聚),在进入主句(καλῶς ἐξ ἀρχῆς ἐλέγετο ...)前,通过 εἰ οὖν ταῦτα οὕτως ἔχει 加以概括性重述,以理清句法关联。
- 5.37τὸ σὺν ἀντιθέσει ἀντίστροφον
古代逻辑学中表示换质位命题(即逆否命题,contraposition)的专业术语,指主词与谓词互换并同时加以否定的换位转换。它确立了从前述命题“具有多个时间的运动不是单一的”(若A则非B)到“单一的运动由单一的时间所测量”(若B则非A)的推论依据。
