- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:890.26-892.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘从极值无法合而为一的角度,解释了奔跑与发烧、不同的变白以及火炬传递等即便无时间间隔也只是相继而非连续的运动,并结合文本异读与柏拉图《理想国》的记载进行了考察。
κἂν δραμὼν οὖν τις εὐθὺς πυρέξειε, μηδενὸς μεταξὺ γενομένου χρόνου, οὐ συνεχεῖς αἱ κινήσεις· ἀνομοειδῆ γὰρ αὐτῶν τὰ πέρατα, ὡς μὴ δύνασθαι ἓν γενέσθαι. συνεχῆ δὲ ἦν, ὧν τὰ πέρατα ἕν. τὰ δὲ τούτων πέρατα ὁμωνύμως λεγόμενα πέρατα καὶ μὴ κοινωνοῦντα τῆς αὐτῆς φύσεως οὐκ ἂν συμφύοιτο εἰς ἕν. ἀλλ’ ἐπὶ μὲν τούτων πρόδηλον. καὶ τῶν ὁμοειδῶν δὲ κινήσεων, κἂν ὁμοειδῆ τὰ πέρατα, εἰ μὴ συμφύοιτο, οὐ ποιεῖ συνέχειαν, ὡς ἐπὶ τῆς ἐμῆς καὶ σῆς λευκάνσεως κἂν ἐν συνεχεῖ γίνοιντο χρόνῳ, οὔτε συνεχεῖς οὔτε μία γίνοιντ’ ἄν, διότι τὴν μὲν συνεχῆ καὶ τῷ ἀριθμῷ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι. τὴν δὲ τῷ εἴδει μίαν οὐκ ἀνάγκη καὶ τῷ ἀριθμῷ μίαν εἶναι, ἐπὶ δὲ τῆς φορᾶς τῆς λαμπάδος τῆς ἐκ διαδοχῆς μετὰ δρόμου διαδιδομένης ἀλλήλοις ὑπὸ τῶν τρεχόντων οἱ μὲν ἐξηγηταὶ μίαν καὶ συνεχῆ δοκεῖν τὴν τῶν τρεχόντων κίνησίν φασιν ὁμοειδῆ οὖσαν, μὴ μέντοι κυρίως εἶναι μίαν μηδὲ συνεχῆ τῷ μὴ τὸ αὐτὸ εἶναι τὸ κινούμενον. ἀλλ’ ἔστι, φησίν, ἐχομένη καὶ αὐτή· οὐδὲ γὰρ τούτων τῶν κινήσεων τὰ ἔσχατα ἕν, ἀλλ’ ἑκάστου τῶν τρεχόντων οἰκεῖόν τι τοῦ δρόμου πέρας ἐστί, καὶ οὐκ ἔστι τὸ τοῦ φθάσαντος δρόμου πέρας ἀρχὴ τοῦ μετ’ αὐτὸν τρέχοντος, αἱ δὲ τοιαῦται κινήσεις ἐχόμεναί εἰσιν τῷ τὸν χρόνον ἐν ᾧ γίνονται συνεχῆ εἶναι, ἀλλ’ οὐχὶ αὐταὶ αἱ κινήσεις συνεχεῖς. μήποτε δὲ οὐ τὴν τῶν τρεχόντων κίνησιν δοκοῦσαν μίαν ἐχομένην εἶναι καὶ οὐ συνεχῆ φησιν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν τῆς λαμπάδος φορὰν1 καὶ κίνησιν μίαν δοκοῦσαν, ὡς ἑνὸς οὖσαν τοῦ φερομένου καὶ διὰ τὴν τῆς λαμπηδόνος συνέχειαν μηδὲ αὐτὴν μίαν καὶ συνεχῆ εἶναι ἀλλ’ ἐχομένην. ὁ μὲν γὰρ τῶν πολλῶν δρόμος οὐκ ἂν εἷς εἴη πολλῶν ὄντων τῶν τρεχόντων, ἡ δὲ τῆς λαμπάδος φορὰ καὶ μιᾶς οὔσης καὶ τὴν αἴγλην ἐχούσης συνεχῆ μία δοκοῦσα οὐκ ἔστιν οὐδὲ αὐτὴ μία, ὅτι διώρισται τὰ πέρατα καὶ στάσει διαλαμβάνεται ἐν τῇ διαδοχῇ. Διχῶς δὲ τὴν γραφὴν ηὗρον ταύτην φερομένην· ὅπου μὲν οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορᾶς γενομένη, συνεχοῦς δὲ2 οὔ, ὅπου δὲ οἷον ἡ λαμπὰς ἐκ διαδοχῆς φορὰ ἐχομένη, συνεχὴς δὲ οὔ. καὶ ἔοικεν ἑκατέρωθι ἡ λαμπὰς οὐ τὴν δᾷδα λέγειν, ἀλλὰ τὴν ἔκλαμψιν καὶ διαδρομὴν τοῦ φωτός. ἐχόμεναι, γάρ φησιν, εἶεν ἂν κινήσεις καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει καὶ αἱ αὐταί, ὡς ἡ λαμπάς, τουτέστιν ἡ διαδρομὴ τῆς λαμπάδος· τὴν γὰρ κίνησιν λαμπάδα ἐκάλεσεν τὴν κατὰ τὸ αὐτὸ εἶδος, ὡς πρότερον περὶ τῆς μὴ κατὰ τὸ αὐτὸ λέγων. δραμὼν γὰρ ἄν τις, φησί, πυρέξειεν. καὶ τάχα τῆς ἐν Πειραιεῖ λαμπάδος τῆς ἐν Βενδιδίοις μνημονεύει, περὶ ἧς ὁ Πλάτων ἐν ἀρχῇ τῆς Πολιτείας· “λαμπὰς ἔσται, φησίν, ἀφ’ ἵππων τῇ θεῷ”. καὶ ἑρμηνεύων τὸ γινόμενον “λαμπάδια, φησίν, ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις”. Αἱ οὖν τοιαῦται, φησί, κινήσεις ἐχόμεναί εἰσιν, ἀλλ’ οὐ συνεχεῖς. συνεχῆ γὰρ ὧν τὰ ἔσχατα ἕν. ὥστε εἰ συνεχεῖς, καὶ ἐχόμεναι. συνεχὴς γάρ, φησίν, ἐστὶν ὅπερ ἐχόμενόν τι.
因此,即使有人奔跑之后立即发烧,其间没有发生任何时间间隔,这些运动也不是连续的;因为它们的界限并非同种,以致不可能合而为一。而连续的事物则是那些极值合而为一者。但这些运动的界限只是被同名异义地称为界限,并不分有相同的本性,因而不可能合生为一。然而在这些事物中,这是显而易见的。即使在同种的运动中,即便界限属于同种,如果未能合生,也不会产生连续性;正如就我的变白与你的变白而言,即使它们发生在连续的时间内,它们既不会成为连续的,也不会成为单一的,因为连续且在数上为一者必然在种上也为一,但在种上为一者却未必在数上也为一。然而对于由奔跑者们在奔跑中相互递接传递的火炬运送,注疏家们说,奔跑者们的运动由于属于同种而看似单一且连续,但由于被运动者不是同一的,因而在严格意义上既不是单一的也不是连续的。他说,相反,它本身也是相继的;因为这些运动的极值同样不是一,而是对每个奔跑者而言都有奔跑的某种固有界限,先到达者的奔跑界限并不是继之奔跑者的起点;此类运动之所以是相继的,是由于它们所发生的时间是连续的,但并不是运动本身连续。然而,亚里士多德所说的看似单一却是相继而非连续的,或许并非指奔跑者们的运动,而是指火炬的运送与运动——它因被运送者为一以及光亮的连续性而看似单一——其自身也既非单一亦非连续,而是相继的。因为在奔跑者众多的情况下,众人的奔跑不可能是单一的;而火炬的运送因〔火炬〕既是单一的又保持光亮连续而看似单一,其自身却也不是单一的,因为其界限被区分开,并且在交接过程中被静止所阻断。我发现这里的文本有两种流传形式:一处作“正如火炬因运送的交接而产生,却不是因连续〔运送〕的〔交接〕”,另一处作“正如火炬是因交接而相继的运送,却不是连续的”。在这两处,“火炬”似乎指的都不是木炬,而是光亮的闪耀与掠过。因为他说,无论在种上不同还是相同的运动,都可以是相继的,正如火炬,即火炬的掠过一样;因为他将依据同一种的运动称为“火炬”,正如先前论述不依据同一种的运动那样:“因为一个人奔跑之后,”他说,“可能会发烧。”或许他提及的是比雷埃夫斯本迪斯节上的火炬赛跑,柏拉图在《理想国》开篇谈及此事说:“将会有献给女神的马背火炬赛跑。”并且在解释具体情形时说:“他们手持小火炬,在骑马竞技时彼此传递。”因此他说,此类运动是相继的,但不是连续的。因为连续者的极值合而为一。因此,如果运动是连续的,它们也是相继的。因为他说,“所谓连续,乃是某种相继者”。
- 5.37μήποτε δὲ οὐ τὴν τῶν τρεχόντων κίνησιν ... ἀλλὰ τὴν τῆς λαμπάδος φορὰν
μήποτε 在此并非表示畏惧,而是在注疏文体中用于提出审慎见解或修正意见的副词性表达(“或许不是……而是……”)。句式由 φησὶν ὁ Ἀριστοτέλης 统摄带宾格的不定式结构(οὐ τὴν τῶν τρεχόντων κίνησιν ... ἐχομένην εἶναι ... ἀλλὰ τὴν τῆς λαμπάδος φορὰν ... μηδὲ αὐτὴν μίαν καὶ συνεχῆ εἶναι),引出辛普利丘针对前代注疏家(οἱ μὲν ἐξηγηταί)所提出的己见。
- 5.37ὅπου μὲν ... ὅπου δὲ
相关关系副词,用于在文献或手稿中并列不同的异读(γραφὴ)(“在某一处[手抄本]……在另一处[手抄本]……”)。各自引述的文句由 οἷον(“正如……”)引出,再现亚里士多德原文的不同表述。
