- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:889.17-890.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《物理学》228a20中作为单一运动的首要固有属性所提出的连续性,阐明只有在数上为一的运动才是严格连续的,而种属各异或极值无法合一的运动则并非连续,仅仅由于时间的连续性而是相继的。
" Ἐπεὶ δὲ συνεχὴς πᾶσα κίνησις ἕως τοῦ τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται." Δείξας τίς ἡ μία κίνησις ἐκ τῶν τριῶν τῶν περὶ ἃ ἡ κίνησις, τοῦ τε κινουμένου καὶ τοῦ καθ’ ὃ ἡ κίνησις καὶ τοῦ χρόνου, ὧν ἕκαστον ὡς πέφυκεν ἓν ἀριθμῷ χρὴ εἶναι, εἰ μέλλοι μία εἶναι1 κυρίως κίνησις, προστίθησι καὶ ἄλλα τινὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ μιᾷ κινήσει, ὧν πρῶτον τὸ συνεχῆ εἶναι τὴν μίαν κίνησιν. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ πᾶσαν τὴν λαμβανομένην κίνησιν αὐτὴν ἑκάστην, κἂν μέρος ᾖ κινήσεως, συνεχῆ εἶναι κατὰ φύσιν, οὐχ ὅτι πᾶσα κίνησις πάσῃ κινήσει συνεχής, ἀλλ’ ὅτι ἑκάστη καθ’ ἑαυτήν. εἰ δὲ τοῦτο ἀληθές, διότι πᾶσαν κίνησιν ἀνάγκη διαιρετὴν εἶναι, ὅπερ μετ’ ὀλίγον τῆς ἀρχῆς παρενέβαλε ‘τὸ γὰρ διαιρετὸν συνεχές’, ἀνάγκη τὴν ἁπλῶς μίαν κίνησιν δειχθεῖσαν συνεχῆ εἶναι πρὸς ἑαυτὴν μίαν οὖσαν, ὡς καὶ ἕκαστον μέρος κινήσεως. καὶ εἰ συνεχὴς δέ, μία ἐστίν, ὡς ἀντιστρέφειν ἀλλήλοις. ὅτι δὲ ἡ μία κατ’ ἀριθμὸν κίνησίς ἐστιν ἡ συνεχὴς καὶ ἀδύνατον τὰς μὴ οὕτω μίαν κίνησιν ποιούσας συνεχεῖς εἶναι, ἔδειξε διὰ τοῦ οὐ γὰρ πᾶσα γένοιτο ἂν συνεχὴς πάσῃ. οὔτε γὰρ αἱ τῷ εἴδει αἱ αὐταὶ συνεχεῖς ἀλλήλαις ὁμοίως οὔτε αἱ τῷ γένει. ἔτι δὲ μᾶλλον αἱ ἀνομογενεῖς οὐκ ἂν εἶεν συνεχεῖς. οὐ γὰρ δύναται πᾶσα κίνησις πάσῃ κινήσει συνεχὴς εἶναι, οἷον ἡ βάδισις τῇ λευκάνσει ἢ μαθήσει. εἰ γὰρ ἠδύνατο, οὐκ ἂν ἡ συνεχὴς μία ἦν τῷ ἀριθμῷ· οὔτε γὰρ αἱ τῷ εἴδει αἱ αὐταὶ οὔτε αἱ τῷ γένει οὔτε ἔτι μᾶλλον αἱ κατὰ ταῦτα διαφέρουσαι μία τῷ ἀριθμῷ εἰσιν. αὐτὸς μέντοι δείκνυσιν, ὅτι οὐ πᾶσα κίνησις πάσῃ κινήσει συνεχής, κἂν ἐν συνεχεῖ γίνοιντο χρόνῳ, ἐκ τοῦ μηδὲ ἄλλο μηδὲν τῷ τυχόντι τὸ τυχὸν συνεχὲς εἶναι, κἂν ὁμοειδῆ τύχῃ. οὔτε γὰρ σῶμα σώματι πᾶν παντὶ οὔτε ἐπιφάνειαι οὔτε γραμμαί, κἂν ἐν τῷ αὐτῷ χρόνῳ ὦσιν. ἀλλ’ ἐκεῖνα τῶν ὄντων γίνεται συνεχῆ ἀλλήλοις, ὧν τὰ ἔσχατα δυνατὸν ἓν γενέσθαι· ἔσχατα δὲ τὰ μὲν τῶν ὄντων οὐκ ἔχει ὥσπερ αἱ μονάδες ἀδιαίρετοι οὖσαι (διὸ οὐ γίνεται τι συνεχὲς ἐξ αὐτῶν), τὰ δὲ ἔχει μὲν ἔσχατα, ἄλλα δὲ τῷ εἴδει καὶ διαφέροντα καὶ ὁμωνύμως ἔσχατα λεγόμενα ἢ πέρατα, ὅπερ ἐπὶ μὲν τῶν ἑτεροφύλων ἐναργές ἐστιν· ἄλλο γὰρ πέρας γραμμῆς καὶ ἄλλο βαδίσεως· καὶ ἐπὶ κινήσεως δέ· ἄλλο γὰρ πέρας λευκάνσεως καὶ ἄλλο θερμάνσεως· καὶ λευκάνσεως δὲ ἄλλο πέρας τῆς ἐμῆς καὶ ἄλλο τῆς σῆς· καὶ ἐν ἐμοὶ ἄλλο τῆς τῶν τριχῶν καὶ ἄλλο τῆς τοῦ δέρματος. διὸ ἐκ τούτων οὐκ ἂν γένοιτο συνεχὴς κίνησις. ἀλλ’ ἐχόμεναι μέν, φησίν, εἶεν ἂν κινήσεις καὶ αἱ μὴ αὐταὶ τῷ εἴδει μηδὲ τῷ γένει δηλονότι· δραμὼν γὰρ ἄν τις πυρέξειεν εὐθύς· ἐχόμενα δὲ ταῦτα οὐ τῷ ἅπτεσθαι, ὡς πρόσθεν ἐπὶ τῶν κατὰ θέσιν ἀφωρίζετο τὸ ἐχόμενον (οὐδὲ γὰρ ἔστιν ἁφὴ ἐπὶ τούτων), ἀλλὰ τῷ τὸν χρόνον εἶναι συνεχῆ. εἶπεν γὰρ καὶ τῇ τοῦ χρόνου συνεχείᾳ κρίνεσθαι τὰς ἐχομένας κινήσεις, ὡς τῇ τοῦ καθ’ ὃ κινοῦνται ταυτότητι, τὰς τῷ γένει ἢ τῷ εἴδει τὰς αὐτάς.2
“既然一切运动都是连续的”直至“那么什么样的运动是单纯为一的,已经说明过了”。 在从运动所关涉的三件事物——即被运动者、运动所依循者以及时间——表明了什么样的运动是一(如果要严格成为单一运动,其中每一者按其本性都必须在数上为一)之后,他又补充了单一运动所固有的某些其他属性,其中第一项就是单一运动是连续的。他通过如下事实表明这一点:所选取的任何一个运动,其自身每一个,即使是运动的一部分,按本性也是连续的;这并非指任何运动都与任何运动相连续,而是指每一个运动就其自身而言是连续的。如果这是真实的,因为一切运动都必然是可分的(这正是他在开头之后不久插入的“因为可分者即是连续者”),那么被表明为单纯为一的运动,自身作为一,就必然与自身相连续,正如运动的每个部分也是如此。而如果它是连续的,它就是一,从而二者互为转换。至于在数上为一的运动正是连续的运动,并且那些不以此种方式构成单一运动的运动不可能连续,他通过“因为并非任何运动都能与任何运动相连续”表明了这一点。因为在种上相同的运动并不同样相互连续,在属上相同的运动也是如此;进而,不同属的运动更不会连续。因为并非任何运动都能与任何运动相连续,正如步行并不与变白或学习相连续那样。因为如果能够,连续者就不会在数上为一;因为无论是在种上相同的、属上相同的,还是在这两方面各异的,都不在数上为一。但他自己表明,并非任何运动都与任何运动相连续(即使它们发生在连续的时间内),其根据在于:任何其他事物也绝非任何碰巧的事物都与任何碰巧的事物相连续,即使它们碰巧属于同一种。因为既非任何物体都与任何物体相连续,面或线也不是如此,即使它们处于同一时间内。相反,在存在者之中,那些极值能够成为一体的事物才彼此连续;但存在者中有的并没有极值,正如单子由于不可分而没有极值(因此从中产生不出任何连续之物),有的虽有极值,但在种上各异且有差别,仅是被同名异义地称为极值或界限,这在不同类的事物中是显而易见的——因为线的界限是一回事,步行的界限是另一回事——在运动中亦然;因为变白的界限是一回事,变暖的界限是另一回事;而在变白之中,我的界限与你的界限也各异;在我的身上,毛发的界限与皮肤的界限也是不同的。因此,从这些之中不可能产生连续的运动。然而他说,即使不是在种上相同、显然在属上也不相同的运动,也可以是相继的;因为一个人奔跑之后可能会立即发烧。但这二者之所以是相继的,并不是由于相互接触(正如先前就具有位置的事物定义相继那样,因为在这些事物中并不存在接触),而是由于时间是连续的。因为他说,相继的运动是依据时间的连续性来判定的,正如在属上或种上相同的运动是依据它们所依循而运动者的同一性来判定的一样。
- 5.37εἰ δὲ τοῦτο ἀληθές, διότι πᾶσαν κίνησιν ἀνάγκη διαιρετὴν εἶναι, ὅπερ μετ’ ὀλίγον τῆς ἀρχῆς παρενέβαλε ‘τὸ γὰρ διαιρετὸν συνεχές’, ἀνάγκη τὴν ἁπλῶς μίαν κίνησιν δειχθεῖσαν συνεχῆ εἶναι
在条件从句 εἰ δὲ τοῦτο ἀληθές 之后,直接插入了由表示原因的连接词 διότι 引导的从句(以及附属的关系从句 ὅπερ...),随后才引出主句/归结从句 ἀνάγκη τὴν ἁπλῶς μίαν κίνησιν... συνεχῆ εἶναι。此处的插入成分解释了 τοῦτο 为真的理由,即“一切运动皆可分”。
- 5.37ὡς τῇ τοῦ καθ’ ὃ κινοῦνται ταυτότητι, τὰς τῷ γένει ἢ τῷ εἴδει τὰς αὐτάς
这是受前文不定式 κρίνεσθαι 支配的并列对比结构。在 ὡς 之后承前省略了 κρίνεσθαι,宾格词组 τὰς τῷ γένει ἢ τῷ εἴδει τὰς αὐτάς [κινήσεις] 充当该不定式的逻辑主语,与格词组 τῇ τοῦ καθ’ ὃ κινοῦνται ταυτότητι 表示判定依据,与前半句中的宾格成分(τὰς ἐχομένας κινήσεις)和与格成分(τῇ τοῦ χρόνου συνεχείᾳ)精确对应。
