← 辛普里丘

亚里士多德《物理学》注释

§888.4-889.16

关于状态与质料留存疑难的排除

辛普里丘解释了关于状态和质料留存的疑难为何不属于自然学的主题,接着借助转换命题补充并阐释了引文中的省略构文,并探讨了亚历山大对另一种异文的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.36#2

τὸ γὰρ περὶ ἕξεων καὶ παθῶν ζητεῖν, πῶς ταῦτα ἓν καὶ οὐχ ἕν, καὶ εἰ ὁμοίως τὸ ἓν ἔχει ἥ τε διαλείπουσα ἕξις καὶ πάλιν καὶ πάλιν ἐγγινομένη, καὶ ἡ μένουσα μὲν τῷ δὲ ῥεῖν τὸ ὑποκείμενον ἀλλάσσεσθαι δοκοῦσα ὡς ἐν ἄλλῳ καὶ ἄλλῳ ὑποκειμένῳ ἄλλη κατ’ ἀριθμὸν οὖσα, ταῦτα τὰ ζητήματα ἐφαπτόμενα τοῦ τε πρώτου ὑποκειμένου καὶ τοῦ δευτέρου καὶ τί τὸ μένον ζητοῦντα ῥεούσης τῆς ὕλης, ἄλλης ἂν εἴη πραγματείας.1 ἐφάπτεται γὰρ καὶ τῶν τοῦ αὐξομένου δυσλύτων ἀπορημάτων, τί τὸ μένον ἐν τῷ δι’ ὅλου μεταβάλλοντι καὶ αὐξομένῳ· οὐ γὰρ δὴ ἀσκῷ παραπλησίως φυσᾶται τὸ αὐξόμενον καὶ μένον μὲν ὡς ὁ ἀσκός, εὐρυνόμενον δὲ καὶ ὀγκούμενον, ἀλλ’ ἔστι τρόπος δυσκατανόητος, ὃν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς πραγματείᾳ παραδέδωκε. διὸ πάντα ταῦτα ὡς ἀλλότρια τῆς περὶ κινήσεως πραγματείας ἀποσκευάζεται. Ταῦτα μὲν οὖν περὶ τῆς ὅλης τῶν εἰρημένων ἐννοίας· κατὰ δὲ τὴν λέξιν τὸ εἰ μὲν δύο, δι’ αὐτὸ τοῦτο βραχέως ἀπαγγελθὲν ἀσάφειαν ἐποίησεν. λέγει δὲ ὅτι ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἕξεων καὶ τῶν κινήσεων ἁρμόζει, πλὴν τοσοῦτον διαφέρει ὁ τῶν ἕξεων λόγος πρὸς τὸν τῶν κινήσεων, ὅτι εἰ μὲν δύο αἱ ἕξεις αἱ ἐκ διαλείμματος ἐγγινόμεναι, δι’ αὐτὸ τοῦτο δύο καὶ αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι καὶ κινήσεις, ὅπερ ἐλλείπει τῷ λόγῳ. δείκνυσι δὲ τοῦτο ἐκ τοῦ ἀντιστρόφου αὐτῷ. ὡς γὰρ τῷ ἀριθμῷ ὅταν ᾖ μία ἐνέργεια ἡ πάλιν καὶ πάλιν, καὶ τὰς ἕξεις τὰς πάλιν καὶ πάλιν μίαν εἶναι ἀνάγκη, οὕτως ἐὰν δύο ὦσιν αἱ ἕξεις, καὶ τὰς ἐνεργείας δύο εἶναι ἀνάγκη· εἰ γὰρ μία, καὶ ἡ ἕξις μία καὶ τὸ ὑποκείμενον ἔτι μᾶλλον ἕν. καὶ τὴν ἀνάγκην ἐπήγαγεν· μία γὰρ τῷ ἀριθμῷ ἐνέργεια ἑνὸς τῷ ἀριθμῷ τοῦ ἐνεργοῦντος, εἴτε ἕξις εἴη εἴτε δύναμις εἴτε τὸ ὑποκείμενον. εἰπὼν δὲ ὅτι δυεῖν οὐσῶν τῶν ἕξεων δι’ αὐτὸ τοῦτο καὶ αἱ ἐνέργειαι δύο, καὶ πρὸς τὴν τούτου ἀπόδειξιν τὸ ἀντίστροφον παραθεὶς καὶ καθ’ ἑαυτὸ χρήσιμον τοῖς προκειμένοις ὑπάρχον τὸ λέγον, ὅτι ἡ τῷ ἀριθμῷ μία ἐνέργεια ἀπὸ μιᾶς τῷ ἀριθμῷ ἕξεως ἐστι, καὶ κατὰ ταῦτα δείξας τὴν ὁμοιότητα τῶν πρὸς ἄλληλα λόγων τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας, προστίθησι καὶ τὴν διαφοράν, δι’ ἣν καὶ τὴν ὁμοιότητα παρέθετο. εἰ γὰρ ἡ ἕξις μία, φησίν, οὐκ ἄν τῳ δόξειε μία καὶ ἡ ἐνέργεια εἶναι, ὡς μιᾶς τῆς ἐνεργείας οὔσης μίαν ἦν ἀνάγκη τὴν ἕξιν εἶναι. ἀπὸ γὰρ τῆς αὐτῆς ἕξεως καὶ μία δύναται εἶναι ἐνέργεια καὶ πλείους. διὸ εἶπεν οὐκ ἄν τῳ δόξειέ πω μία, ὅτι καὶ πλείους. ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι ἔσται ἡ βάδισις, πάλιν δὲ βαδίζοντος ἔσται μιᾶς οὔσης τῆς βαδιστικῆς ἕξεως. καὶ ἄλλην δὲ γραφὴν τοῦδε τοῦ ῥητοῦ φέρεσθαί φησιν Ἀλέξανδρος τοιαύτην· ὅτι εἰ μὲν δύο οὕτως τῷ ἀριθμῷ, καὶ τὰς ἕξεις ἀνάγκη· μία γὰρ ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ. καὶ ἀκούει τὸ εἰ μὲν δύο οὕτως τῷ ἀριθμῷ οὐκ ἐπὶ τῆς ἕξεως ἀλλ’ ἐπὶ τοῦ ὑποκειμένου2 τῇ ἕξει, ὅπερ διὰ τὴν συνεχῆ ῥύσιν οὐ μένει ἓν τῷ ἀριθμῷ, καὶ διὰ τοῦτο καὶ τὰς ἕξεις ἀνάγκη πλείους εἶναι τῷ ἀριθμῷ· ἡ γὰρ μία ἕξις τῷ ἀριθμῷ ἑνὸς τῷ ἀριθμῷ ὑποκειμένου· ὡς δὲ τὸ ὑποκείμενον ἔχει πρὸς τὴν ἕξιν, οὕτως ἡ ἕξις πρὸς τὴν ἐνέργειαν· καὶ γὰρ μιᾶς μὲν ἐνεργείας μία ἕξις, μιᾶς δὲ ἕξεως καὶ πολλὰς ἐνεργείας εἶναι δυνατὸν τοῖς διαλείμμασι τοῦ χρόνου μεριζομένας.

因为探讨关于状态和受动如何是一又如何不是一,以及中断并反复生成的状态,与虽保持原样但由于底层实体的流动而看似发生变化(仿佛处于相继不同的底层实体中而在数上各异)的状态,是否同样在数上为一——这些触及第一底层实体与第二底层实体、并探讨当质料流动时究竟何者得以留存的疑难问题,应当属于另一门探讨。因为这也触及了关于生长之物的难解疑难,即在整个发生变化并生长的物中究竟何者得以留存;因为生长之物绝非像皮囊那样被吹胀,在像皮囊般留存的同时被拓宽和隆起,而是存在着一种难以领会的方式,那是他在《论生成和消灭》这部探讨中所阐述的。因此,他把所有这些作为与关于运动的探讨无关的内容予以排除。 以上便是关于所说内容的总体意旨;至于文字表述,“如果二,恰恰由于这一点”这句话因叙述简短而造成了晦涩。但他所说的是:相同的道理适用于状态和运动,只是状态的道理与运动的道理仅有如下区别:如果经过中断而生成的状态是两种,恰恰由于这一点,出自这些状态的现实活动和运动也是两种——而这正是原文中所省略的内容。他由其转换命题对此加以证明。因为正如当反复出现的现实活动在数上为一时,反复出现的状态也必然为一那样,如果状态为二,现实活动也必然为二;因为如果[现实活动]为一,状态也为一,而底层实体更加为一。他接着指出了其必然性:因为在数上为一的现实活动,属于在数上为一的活动者,无论它是状态、潜能还是底层实体。 在指出了如果状态为二,恰恰由于这一点现实活动也为二,并且为了对此加以论证而引述了转换命题(该命题自身对当前论题有用,即主张在数上为一的现实活动出自一个在数上为一的状态),并由此表明了状态与现实活动相互关系的相似性之后,他又补充了这两者之间的差别,而他此前引述相似性正是为了说明这一差别。因为他说,如果状态是一,并不会有人像当现实活动为一时状态必然为一那样,认为现实活动也是一。因为出自同一状态,既可以有一个现实活动,也可以有多个现实活动。因此他说“还不会有人认为是一”,因为还可以有更多。因为当人停止行走时,步行便不再存在,而当他再次行走时,步行又将存在,而行走的秉赋状态却始终是一。 亚历山大说,这句话还流传有另一种异文,如下所示:“如果这样在数上为二,那么状态也必然如此;因为在数上为一的现实活动属于在数上为一者。”并且他将“如果这样在数上为二”理解为并非指状态,而是指状态的底层实体,底层实体由于持续的流动而在数上不保持为一,并且由于这一点,状态在数上必然也是多个;因为在数上为一的状态属于在数上为一的底层实体。而底层实体之于状态的关系,正如状态之于现实活动;因为单一现实活动固然只有一种状态,但在只有一种状态时,却可能存在由时间的中断所分割的许多现实活动。

语法注2 条
  1. 5.36ταῦτα τὰ ζητήματα ἐφαπτόμενα τοῦ τε πρώτου ὑποκειμένου καὶ τοῦ δευτέρου καὶ τί τὸ μένον ζητοῦντα ῥεούσης τῆς ὕλης, ἄλλης ἂν εἴη πραγματείας

    句首以带冠词不定词短语 τὸ γὰρ περὶ ἕξεων καὶ παθῶν ζητεῖν... 作为主语展开,在经过长从句之后,由 ταῦτα τὰ ζητήματα 进行概括性重提(复述法),最终连接到谓语属格 ἄλλης ἂν εἴη πραγματείας(当属另一门探讨)。

  2. 5.36καὶ ἀκούει τὸ εἰ μὲν δύο οὕτως τῷ ἀριθμῷ οὐκ ἐπὶ τῆς ἕξεως ἀλλ’ ἐπὶ τοῦ ὑποκειμένου

    ἀκούει 在此并非字面意义上的“听见”,而是古典注疏中的专业用法,意为“(将词句)理解/解释为……”。主语为前文的 Ἀλέξανδρος,以带中性冠词的引语 τὸ εἰ μὲν δύο... 作直接宾语,介词短语 οὐκ ἐπὶ... ἀλλ' ἐπὶ... 表示其解释所指涉的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:888.4-889.16