- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:886.21-888.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《物理学》卷五第四章(228a6)中提出的疑难,即当时间发生中断时运动或状态能否在数上保持为一,分析了现实活动与状态之间的不对称性(现实活动为一则状态必为一,反之则不然),并阐明为何该问题超出了自然学本有的考察范围。
" Ἔχει δὲ ἀπορίαν ταύτῃ παραπλήσιον ἕως τοῦ αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς νῦν σκέψεως." Εἰπὼν ὅτι τοῦ χρόνου διαλείποντος οὐκ ἂν εἴη μία τῷ ἀριθμῷ ἡ κίνησις, εἰ μὴ τὸ φθαρὲν καὶ γινόμενον ἓν εἴδει εἴη ἢ τῷ ἀριθμῷ,1 καὶ τοῦτο ὡς ἀδύνατον ἐνδειξάμενος διὰ τοῦ “εἰ μὲν ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίνεσθαι τῷ ἀριθμῷ”, βουλόμενός τινα ἀπορίαν ἐκθέσθαι τὴν δοκοῦσαν δεικνύναι, ὅτι οὐδὲν κωλύει τὴν φθειρομένην κίνησιν καὶ τὴν γινομένην μίαν τῷ ἀριθμῷ γίνεσθαι, μετάγει τὴν ἀπορίαν ἀπὸ τῶν κινήσεων ἐπὶ τὰς ἕξεις, ὡς ἐκείναις πιθανώτερον ἐπιχειρουμένην. χρῆται δὲ τῷ Ἡρακλείτου λόγῳ τῷ λέγοντι πάντα ῥεῖν καὶ μηδέποτε τὸ αὐτὸ εἶναι, καὶ λέγει ὅτι εἰ μία κατ’ ἀριθμὸν ἡ ὑγεία ἐστὶν ἡ ἕωθεν ἄχρι ἑσπέρας συνεχοῦς ὄντος τοῦ χρόνου, καίτοι καὶ τῶν σωμάτων καὶ τῶν ἕξεων καὶ τῶν παθῶν πάντων ῥεόντων, ὡς φησιν Ἡράκλειτος, διὰ τί οὐχὶ καὶ ὅταν διαλιπὼν τουτέστι νοσήσας ὑγιασθῇ, τὴν αὐτὴν τῷ ἀριθμῷ ῥηθήσεται εἰληφέναι; καὶ γὰρ Σωκράτης ἐξ ἀποδημίας ἐπανελθὼν εἷς καὶ ὁ αὐτός ἐστι κατ’ ἀριθμὸν τῷ πρὶν ἀποδημῆσαι, καὶ ἡ ὑγεία καὶ ἡ ἐπιστήμη ἡ αὐτὴ τοῦ αὐτοῦ δοκεῖ, ὥσπερ τὰ διαλυτὰ καὶ συνακτὰ κλινίδια τὰ αὐτά ἐστι, κἂν πολλάκις διαλυθέντα συντεθῇ. ἢ τὰ μὲν κλινίδια τὰ αὐτά, αἱ δὲ συνθέσεις καὶ διαλύσεις οὐχ αἱ αὐταὶ τῷ ἀριθμῷ. εἰ δ’ οὖν ἕξις μία, κἂν διαλίπῃ ὁ χρόνος, διὰ τί μὴ καὶ ἡ κίνησις ἤτοι ἡ ἐνέργεια μία ἡ ἐκ τῆς ἕξεως; ὅπερ δὲ ἐπὶ τῆς ἕξεως, τοῦτο καὶ ἐπὶ τῶν παθῶν δυνατὸν λέγειν, ὅτι ἐὰν εἷς ὁ πυρετὸς ἢ μία ἡ ὀφθαλμία ἡ ἐν τῷ χρόνῳ τῷ ἕωθεν ἕως ἑσπέρας, διὰ τί μὴ καὶ διαλείποντος τοῦ χρόνου μία· εἰ δὲ ἓν κατ’ ἀριθμὸν ταῦτα, διὰ τί μὴ καὶ αἱ κινήσεις καὶ ἐνέργειαι. ταῦτα εἰπὼν ἐφιστάνει τῇ ἀπὸ τῶν ἐνεργειῶν ἐπὶ τὰς ἕξεις μεταβάσει,2 ὅτι διαφορά τίς ἐστι τῶν ἐνεργειῶν πρὸς τὰς ἕξεις καὶ τὰ πάθη. εἰ μὲν γὰρ ἡ ἐνέργεια μία, ἀνάγκη καὶ τὴν ἕξιν μίαν εἶναι καὶ ἔτι πρότερον τὸ ὑποκείμενον· μία γὰρ ἀριθμῷ ἐνέργεια μιᾶς τῷ ἀριθμῷ ἕξεως, καὶ μιᾶς τῷ ἀριθμῷ ἕξεως ἓν τὸ ὑποκείμενον. οὐκέτι δὲ τὸ ἀνάπαλιν ἀληθές· οὐ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου μίαν ἀνάγκη τὴν ἕξιν εἶναι, οὔτε μιᾶς τῆς ἕξεως οὔσης, ἀνάγκη μίαν τὴν ἐνέργειαν εἶναι. τό τε γὰρ ἓν ὑποκείμενον δύναται πολλὰς ἕξεις ἔχειν, καὶ μιᾶς οὔσης ἕξεως δυνατὸν πολλὰς ἐνεργείας ἀποδίδοσθαι διαλειμμάτων τοῦ χρόνου μεταξὺ γινομένων καὶ οὕτως πληθυομένων τῶν ἐνεργειῶν. ὅσα δὲ περὶ τῶν ἕξεων, ταῦτα καὶ περὶ τῶν παθῶν ἁρμόττει λέγειν· διάθεσις γὰρ ἑκάτερον ψυχῆς καὶ σώματος, ἀλλὰ τὸ μὲν πάθος εὐαπόβλητός ἐστι διάθεσις, ἡ δὲ ἕξις μόνιμος. πῶς δέ, εἰ ἡ αὐτὴ ἕξις ἢ τὸ αὐτὸ πάθος, οὐχὶ καὶ ἡ κίνησις ἤτοι ἡ ἐνέργεια ἡ ἀπὸ τῆς ἕξεως τῆς αὐτῆς μία καὶ ἡ αὐτή, κἂν ἐκ διαλειμμάτων γίνηται. ἐνδέχοιτο γὰρ ἂν τὸ αὐτὸ φθείρεσθαι καὶ εἶναι πολλάκις, ὅπερ πρότερον ἀπεγνώσθη. Αὗται οὖν, φησίν, αἱ ἀπορίαι ἔξω τῆς νῦν εἰσι σκέψεως καὶ ὅλως τῆς περὶ κινήσεως πραγματείας.
“有一个与此类似的疑难……直到:这些疑难是在当前的考察之外。” 在说明了如果时间发生中断,运动就不可能在数上为一(除非消亡者与生成者在种上或在数上为一),并且通过“如果消亡之物确实可能重新在数上变为一”这句话表明这是不可能的之后,他希望提出一个似乎能表明“没有什么能阻止正在消亡的运动和正在生成的运动在数上变为一”的疑难,于是将疑难从运动转移到了状态上,因为针对状态来立论显得更为可信。他利用了赫拉克利特主张“万物皆流,无物常驻”的学说,并说道:如果从清晨到傍晚在时间连续的情况下健康是在数上为一的——尽管正如赫拉克利特所言,物体、状态和情状全部都在流动——那么为什么当某人间歇之后(即患病之后又康复时),不会被说成获得了在数上相同的健康呢?因为苏格拉底自异乡归来后,与离乡前的苏格拉底在数上也是单一且相同的;同一个人的健康和知识似乎也是相同的,正如可拆卸和可组装的小床即便被多次拆解后再组装起来也是相同的。或者说,小床是相同的,但组合与拆解在数上却不是相同的。无论如何,如果即便时间发生中断,状态也是单一的,那么为什么运动(即出自该状态的现实活动)就不能也是单一的呢?而在状态上能够言说的事物,在情状上同样可以说:如果从清晨到傍晚的时间内热病为一或眼疾为一,为什么在时间中断时就不是单一的呢?而如果这些在数上为一,为什么运动和现实活动就不能也是单一的呢?在说了这些之后,他促使人们注意从现实活动向状态的这种过渡,指出各项现实活动相对于状态和情状而言存在着某种差别。因为如果现实活动是一,那么状态必然也是一,并且在此之前底层实体也必然是一;因为在数上为一的现实活动属于在数上为一的状态,而对于在数上为一的状态而言,其底层实体是一。但反过来则不再成立:因为底层实体为一并不必然导致状态为一,状态为一也不必然导致现实活动为一。因为单一的底层实体可以拥有多种状态;而当状态为一时,如果中间发生了时间的中断并因而使现实活动增多,便可能给出许多现实活动。凡关于状态所说的一切,用于情状也是适宜的;因为二者都是灵魂和身体的秉向,只不过情状是易失的秉向,而状态是持久的。然而,如果状态是相同的或情状是相同的,出自相同状态的运动(即现实活动)哪怕是经过中断而发生的,又怎么会不是单一且相同的呢?因为这样一来,同一事物就可能多次消亡并存在,而这在先前已经被否决了。因此他说,这些疑难是在当前的考察之外,并且完全是在关于运动的探讨之外的。
- 5.36ἢ τὰ μὲν κλινίδια τὰ αὐτά, αἱ δὲ συνθέσεις καὶ διαλύσεις οὐχ αἱ αὐταὶ τῷ ἀριθμῷ.
连词 ἤ 引出了对前文可拆卸小床比喻的反驳或修正性解法。该句为省略系词 ἐστί 的对照性省略句(τὰ μὲν... αἱ δὲ...),指出作为实体的小床本身虽保持同一,但作为运动的拆卸与组合过程在数上却非同一。
- 5.36ἐφιστάνει τῇ ἀπὸ τῶν ἐνεργειῶν ἐπὶ τὰς ἕξεις μεταβάσει
动词 ἐφιστάνει 接与格补足语 τῇ... μεταβάσει,意为“使人注意……”或“对……提出质疑/叫停”。在此标志着亚里士多德指出现实活动向状态的过渡并不对等,从而在此暂停并分析二者的区别。
