- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:885.19-886.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘详述了运动在数上为一的三项条件(在不可分割之种上为一的依之运动者、自身为一的底层基质以及连续的时间),探讨了欧德谟的观点、遗忘后重新学习的问题以及斯多亚派的再生论,并总结指出唯有所有这些条件齐备,才能构成单纯在数上为一的运动。
τὸ δέ, καθ’ ὃ ἡ κίνησις ἐν τοῖς τοιούτοις, οὐ μόνον ἀριθμῷ οὐκ ἔστιν ἕν, ἀλλ’ οὐδὲ εἴδει οὐδὲ γένει, εἴπερ τὸ μὲν μελαίνεσθαι ἀλλοιοῦσθαί ἐστιν, τὸ δὲ βαδίζειν φέρεσθαι. Εἰπὼν δὲ ὅτι ἓν εἶναι δεῖ τὸ κινούμενον μὴ κατὰ συμβεβηκὸς ἕν, ἐπάγει ὅτι καὶ καθ’ ὃ ἡ κίνησις ἓν εἶναι δεῖ οὕτως ὡς ἄτομον καὶ ἓν τῷ ἀριθμῷ, ἀλλὰ μὴ ὡς κοινὸν καὶ τῷ εἴδει ἕν, ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ, οἷα ἐστὶν ἡ τῶν ὀφθαλμῶν εἰ τύχοι νοσούντων ὑγίανσις. εἴη γὰρ ἂν δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν τὴν τῆς ὀφθαλμίας.1 ἀλλ’ ἡ τοιαύτη μία καὶ ἡ αὐτὴ τῷ εἴδει καὶ οὐ τῷ ἀριθμῷ, ὅταν ὡς κοινὴ λαμβάνηται. εἰπὼν δὲ ὅτι ἐπὶ τῆς κυρίως μιᾶς κινήσεως καὶ τὸ κινούμενον ἓν εἶναι χρὴ καθ’ αὑτό, ἀλλὰ μὴ κατὰ συμβεβηκός, καὶ τὸ καθ’ ὃ ἡ κίνησις ἓν ὡς ἄτομον, ἀλλὰ μὴ ὡς κοινὸν ἐπάγει ὅτι καὶ τὸν χρόνον ἐν τῇ συνεχείᾳ ἕνα εἶναι χρή, οἷον εἰ ὁ Σωκράτης μανθάνοι γραμματικὴν ἐν συνεχεῖ χρόνῳ· μία γὰρ αὕτη κίνησίς ἐστιν, ὅτι τὸ ἓν ὁ χρόνος κατὰ τὴν συνέχειαν ἔχει, καὶ οὐ κατὰ τὸ ἀριθμῷ κυρίως ἓν ὡς τὸ ὑποκείμενον. ὁ δὲ Εὔδημός φησιν, ὅτι ὡς ὁ χρόνος ἔχει τὸ ἕν, οὕτως καὶ ἡ ἀλλοίωσις καὶ ἡ φορά. “οὐδὲ γὰρ ἡ ἀλλοίωσις, φησίν, ὑπομένει οὐδὲ ἡ φορά, ἀλλ’ ὥσπερ ὁ χρόνος ὑπορρεῖ καὶ ἄλλη γίνεται ἀεί· διὸ τῷ εἴδει ἓν τοῦτο ῥητέον καὶ οὐ τῷ ἀριθμῷ.” εἰ μέντοι, φησὶν ὁ Ἀριστοτέλης, ἀπὸ τῆς * πάλιν ἐν ἄλλῳ χρόνῳ τὴν αὐτὴν ἣν ἀπέβαλεν ἀναλαμβάνοι, οὐ λεκτέον ἔτι ταύτην μίαν τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον τῷ εἴδει τὴν αὐτήν. καὶ τὴν ἀνάγκην ἐνεδείξατο τοῦ λόγου διὰ τῆς ἀδυνάτου ὑποθέσεως. τότε γὰρ ἂν ἦν μία τῷ ἀριθμῷ κίνησις, ἡ τῆς προτέρας μαθήσεως καὶ τῆς μετὰ τὴν λήθην ἀναλήψεως τῆς ἐπιστήμης, εἰ ἐνεδέχετο2 τὸ φθαρὲν τὸ αὐτὸ τῷ ἀριθμῷ πάλιν γίνεσθαι. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ τὴν ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ γινομένην κίνησιν μίαν εἶναι κατ’ ἀριθμόν. τοῦτο δὲ τὸ ζήτημα τῇ τῶν Στωϊκῶν ἐστι μᾶλλον ἁρμόττον παλιγγενεσίᾳ· λέγοντες γὰρ ἐκεῖνοι τὸν αὐτὸν ἐμὲ πάλιν γίνεσθαι ἐν τῇ παλιγγενεσίᾳ ζητοῦσιν εἰκότως, πότερον εἷς εἰμι τῷ ἀριθμῷ ὁ νῦν καὶ τότε διὰ τὸ τῇ οὐσίᾳ εἶναι ὁ αὐτός, ἢ τῇ κατατάξει τῇ εἰς ἄλλην καὶ ἄλλην κοσμοποιίαν διαφοροῦμαι. ἁπλῶς δὲ μία κίνησις, ἐν ᾗ τὸ κινούμενον ἀριθμῷ ἓν καθ’ αὑτό ἐστι, καὶ τὸ καθ’ ὃ κινεῖται ἓν εἶναι εἴδει κατηγορίας,3 ἄτομον ὑπάρχον καὶ μὴ κοινόν, καὶ ὁ χρόνος συνεχὴς καὶ μὴ διαλείπων· εἰ δὲ μὴ πάντα ταῦτα συνδράμοι, ἡ αὐτὴ μὲν τῷ εἴδει δύναται εἶναι κίνησις, μία δὲ κυρίως οὐκέτι κατ’ ἀριθμόν.
然而,在此类情形中,运动依之发生者不仅在数上不是一,而且在种上甚至在属上也并非是一,因为变黑属于质变,而行走属于位移。在说明了运动者必须为一且不是偶然为一之后,他接着补充道,运动依之发生者也必须如此为一,即作为不可分割者且在数上为一,而不是作为共通者且仅在种上为一而非在数上为一,例如患病眼目的康复(假如有这种情形)。因为很可能两个人获得了同一种康复,即眼病的治愈;但这种治愈当被视为共通时,只是在种上是一且相同的,而并非在数上。在说明了对于严格意义上为一的运动而言,运动者也必须是自身为一而非偶然为一,运动依之发生者也必须作为不可分割者为一而非作为共通者之后,他补充说,时间也必须在连续性上为一,例如苏格拉底在连续的时间中学习文法;因为这是单一的运动,因为时间依照连续性保持为一,而不是依照像底层实体那样在严格意义上在数上为一。然而欧德谟说,时间如何保持为一,质变和位移也同样如此:“因为,”他说,“质变不持久,位移也不持久,而是像时间一样流逝,且总是变成另一个;因此这应当被称为在种上为一,而非在数上。”亚里士多德说,然而,如果某人在另一时间又从[遗忘]中重新获得了他所失去的同一状态,这便不能再被称为在数上为一,而毋宁是在种上同一。他通过一个不可能的假定展示了该论证的必然性:因为如果已消亡之物能够重新变为在数上同一者,那么先前学习的运动与遗忘后重新获得知识的运动原本就会是在数上为一的运动;但如果这是不可能的,那么在不同时间中发生的运动在数上为一也是不可能的。这一疑难更切合斯多亚派的再生论;因为他们断言同一个“我”会在再生中重新生成,因而合理地探究:现在的我和那时的我,是因在实体上是同一的而在数上为一,还是因被分派到不同的宇宙生成中而有所差异。单纯为一的运动,就是其中运动者自身在数上为一,依之运动者在范畴的种上为一(作为不可分割者而非共通者),且时间连续而不中断的运动;如果这些并非全部汇聚在一起,那么运动在种上可以是同一的,但在严格意义上已不再是在数上为一。
- 5.35εἴη γὰρ ἂν δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν τὴν τῆς ὀφθαλμίας
εἴη ἄν(希求语气加 ἄν 表潜能)非人称使用,引导宾格加不定式结构(δύο ἀνθρώπους ὑγιάζεσθαι)作为句子的实质主语。此外,τὴν αὐτὴν ὑγίανσιν 是动词 ὑγιάζεσθαι 的同源宾格(内宾格),并由同位成分 τὴν τῆς ὀφθαλμίας 进一步限定。
- 5.35τότε γὰρ ἂν ἦν μία τῷ ἀριθμῷ κίνησις, [...] εἰ ἐνεδέχετο
这是一个与过去/现状相反的非真实条件句(反事实条件句),归结句采用过去直陈式加 ἄν(ἦν ἄν),条件从句由 εἰ 引导未完成过去直陈式(ἐνεδέχετο),意为“假使可能的话,那时就会是在数上为一的运动(然而实际不可能)”。主语 ἡ τῆς προτέρας μαθήσεως... 被置于动词 ἦν 之后,形成了超序(hyperbaton)。
- 5.35καὶ τὸ καθ’ ὃ κινεῖται ἓν εἶναι εἴδει κατηγορίας
在由 ἐν ᾗ 引导的关系从句内部(依存于句首的 ἁπλῶς δὲ μία κίνησις [ἐστίν]),第一个并列成分使用的是直陈式动词(ἐστι),而第二个并列成分却转换为了不定式(ἓν εἶναι)。这是隐含了“应当/必须(δεῖ)”这一规范性定义的补充不定式(或间接引述用法)。
