- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:884.16-885.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德《物理学》227b21的文本,解释了“在数上为一的运动”之定义。他指出,运动要在数上为一,其所关涉的运动者、运动之种和时间三者必须各自在数上为一,这要求基底是非偶然的,且时间是连续不中断的。
" Ἁπλῶς δὲ μία κίνησις ἡ τῇ οὐσίᾳ μία καὶ τῷ ἀριθμῷ ἕως τοῦ εἰ δὲ μή, ἡ αὐτὴ μέν, μία δὲ οὐχί." Εἰπὼν τίς ἡ τῷ γένει μία κίνησις καὶ τίς ἡ τῷ εἴδει ἥ τε κυρίως καὶ ἡ πῶς μὲν πῶς δὲ οὔ, λέγει λοιπόν, τίς ἡ τῷ ἀριθμῷ μία κίνησις, ἣν καὶ ἁπλῶς καὶ κυρίως καὶ τῇ οὐσίᾳ μίαν λέγει. κυρίως γὰρ ἓν τὸ τῷ ἀριθμῷ ἕν, ὅτι τὸ τῷ γένει καὶ τῷ εἴδει ἓν πολλὰ μᾶλλόν ἐστιν ἢ ἕν. μίαν δὲ τῷ ἀριθμῷ φησιν τὴν ἓν τῷ ἀριθμῷ τῶν τριῶν ἕκαστον ἔχουσαν, περὶ ἃ ἡ κίνησίς ἐστιν, ὡς δυνατὸν ἐν ἑκάστῳ τὸ ἓν τῷ ἀριθμῷ ὑπάρχειν.1 τρία δέ ἐστι περὶ ἃ ἡ κίνησις τό τε κινούμενον αὐτὸ οἷον ὁ Σωκράτης, καὶ τὸ ἐν ᾧ ἤτοι καθ’ ὃ εἶδος κινεῖται τὸ κινούμενον οἷον ἡ βάδισις, καὶ τὸ ὅτε ὁ χρόνος, ἐν ᾧ κινεῖται τὸ κινούμενον· πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται. τούτων δὲ τῶν τριῶν τὸ μὲν ἐν ᾧ ἡ κίνησις καθ’ αὑτὸ τὴν τῷ γένει ἢ εἴδει μίαν κίνησιν ἐπιδείκνυσιν. ἡ μὲν γὰρ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ τῷ γένει, ὅτι καὶ ἡ εὐθεῖα τῇ περιφερείᾳ τῷ γένει ἡ αὐτή· γραμμαὶ γὰρ ἄμφω· πᾶσα δὲ εὐθυφορία τῷ εἴδει ἡ αὐτή, ὁμοίως δὲ καὶ πᾶσα κυκλοφορία, ἐπειδὴ καὶ πᾶσα εὐθεῖα πάσῃ εὐθείᾳ ἡ αὐτὴ τῷ εἴδει καὶ πᾶς κύκλος παντὶ κύκλῳ. ὁ δὲ συνεχὴς χρόνος καθ’ αὑτὸν ἐχομένας ποιεῖ τὰς κινήσεις τὰς διαφόρους,2 κἄν τε τὸ αὐτὸ ᾖ τὸ κινούμενον κἄν τε διάφορον μὴ διαλείποντος τοῦ χρόνου. ὅταν μέντοι καὶ τὸ κινούμενον ἓν κατ’ ἀριθμὸν ᾖ τὸ αὐτὸ οἷον ὁ Σωκράτης καὶ τὸ εἶδος τῆς κινήσεως ἓν οἷον ἡ βάδισις καὶ ὁ χρόνος εἷς καὶ συνεχὴς ὡς ἡ ἡμέρα, μία τότε γίνεται κατ’ ἀριθμὸν ἡ κίνησις. καὶ πῶς μὲν εἷς ὁ χρόνος λαμβάνεται, κἂν διαστατὸς ᾖ, ἐσήμηνε διὰ τοῦ μὴ διαλείπειν (εἷς γὰρ χρόνος ὁ συνεχὴς καὶ μὴ διαλείπων λέγεται), πῶς δὲ ἓν κατ’ ἀριθμὸν τὸ κινούμενον, ἐδήλωσεν ὅτι τὸ μὴ ὡς κατὰ συμβεβηκὸς λαμβανόμενον.3 ὁ γὰρ Κορίσκος ὅταν ἅμα μελαίνηται καὶ βαδίζῃ, εἷς κατ’ ἀριθμὸν ὤν, ὡς δοκεῖ κινεῖται δύο κινήσεις ἅμα. ἀλλὰ κατὰ συμβεβηκὸς τὸ ἓν ἐν τῷ λευκῷ Κορίσκῳ, ὅτι τὸ λευκὸν τῷ Κορίσκῳ συμβέβηκε. διὸ καὶ αἱ κινήσεις δύο, κἂν ἐν συνεχεῖ γίνωνται χρόνῳ, ὅτι καὶ τὸ κινούμενον οὐ καθ’ αὑτὸ ἕν, ἀλλὰ κατὰ συμβεβηκὸς ἐλήφθη· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἀμφοτέρας κινεῖται τὰς κινήσεις ὁ Κορίσκος, ἀλλ’ ἑκατέραν αὐτῶν κατ’ ἄλλο καὶ ἄλλο ὡς δύο ὄντων τῶν κινουμένων· καθὸ μὲν γὰρ λευκὸς ὁ Κορίσκος μελαίνεται, καθὸ δὲ βαδιστικὸς βαδίζει, τοῦτο μὲν καθ’ αὑτὸ ἔχων, τὸ δὲ λευκὸν κατὰ συμβεβηκός.
“而单纯为一的运动是在实体上和在数上为一的”直至“否则,它是同一的,但不是单一的”。 在说明了何为在属上为一的运动,以及何为在种上为一的运动——无论是严格意义上的,还是在某种意义上是一而在某种意义上不是——之后,他接下来论述何为在数上为一的运动,他也称这种运动为单纯的、严格意义上的以及在实体上为一的。因为在严格意义上为一的是在数上为一者,而在属上和在种上为一者与其说是一,不如说是多。他说,在数上为一的运动,是指拥有运动所关涉的三者中的每一者都在数上为一的运动,只要在数上为一能够在每一者中存在。运动所关涉的三者是:运动者自身,例如苏格拉底;在其中运动者,即运动者依之运动的种,例如行走;以及“何时”,即运动者在其中运动的时间;因为凡运动者皆在时间中运动。在这三者之中,运动的“在其中发生者”自身即表明在属上或在种上为一的运动。因为圆周运动与直线运动在属上是同一的,因为直线与圆周线在属上也是同一的(二者都是线);但一切直线运动在种上是同一的,同样一切圆周运动亦然,因为一切直线与一切直线在种上是同一的,一切圆与一切圆亦然。另一方面,连续的时间自身使得不同的运动成为相续的,无论运动者是同一的还是不同的,只要时间不发生中断。然而,当运动者在数上也是同一且为一的,例如苏格拉底,运动的种也是单一的,例如行走,时间也是单一且连续的,例如一天,这时运动在数上便成为一。关于时间即便具有延展性又如何被视为一,他是通过不中断来表明的(因为连续且不中断的时间被称为一);至于运动者如何在数上为一,他则阐明为不被偶然地取用。因为当科里斯库斯同时变黑又行走时,他虽然在数上是一,但表面看来是同时进行着两种运动。然而“白色的科里斯库斯”之中的“一”是偶然的,因为白色对于科里斯库斯而言是偶然属性。因此,即便这些运动发生在连续的时间中,它们也是两种运动,因为运动者并非自身为一,而是被偶然地取用的;事实上,科里斯库斯并不是依同一者进行这两项运动,而是依不同的方面进行每一项运动,犹如存在两个运动者一样;因为科里斯库斯作为白者变黑,而作为具有行走能力者行走,他自身具有后者,而偶然地具有白色。
- 5.35ὡς δυνατὸν ἐν ἑκάστῳ τὸ ἓν τῷ ἀριθμῷ ὑπάρχειν
连词 ὡς 在此表示限制或样态(“在……可能成立的限度内”),用以限定前文“拥有这三者中的每一者都在数上为一”的规定。这是考虑到在运动者、种与时间三者中,“在数上为一”的存在方式各有不同(尤其是时间具有延展性,通过连续性而非不可分性而成其为一)。
- 5.35ὁ δὲ συνεχὴς χρόνος καθ’ αὑτὸν ἐχομένας ποιεῖ τὰς κινήσεις τὰς διαφόρους
述语分词 ἐχομένας 作为 ποιεῖ 的宾语补足语,意为“相续的”或“相邻的”(在亚里士多德物理学术语中,ἔχεσθαι 常用于连续或接续的语境)。此处表明,连续时间自身并不使不同的运动在本质或种上合一,而只是通过消除时间的中断使它们在时间上彼此接续。
- 5.35πῶς δὲ ἓν κατ’ ἀριθμὸν τὸ κινούμενον, ἐδήλωσεν ὅτι τὸ μὴ ὡς κατὰ συμβεβηκὸς λαμβανόμενον
间接疑问从句 πῶς ... τὸ κινούμενον 作为前置宾语依附于动词 ἐδήλωσεν。在 ὅτι 引导的从句中省略了系动词(如 ἐστίν),结构为:“[他阐明了]即[在数上为一者是]不被偶然地取用者”。
