← 辛普里丘

亚里士多德《物理学》注释

§883.15-884.15

不可分种之下的运动种的同一性与反复运动

辛普利丘阐释了亚里士多德提出的疑难,即具有相同起点和终点的反复运动在种上是否为一个运动。通过考察圆周运动与直线运动的种差以及运动的诸样态,他论证了运动仅在不可分的种之下才是单纯在种上为一的,而在从属种之下则不然。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.34

" Ἀπορήσειε δὲ ἄν τις, εἰ εἴδει μία ἡ κίνησις ἕως τοῦ γένει μὲν οὖν καὶ εἴδει μία κίνησις οὕτως." Εἰπὼν μίαν κατ’ εἶδος εἶναι κίνησιν τὴν κατὰ τὸ αὐτὸ εἶδος ἐπιτελουμένην, ἀπορεῖ εἰ δεῖ λέγειν μίαν κίνησιν κατ’ εἶδος τὴν τοῦ αὐτοῦ κινουμένου ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ πάλιν καὶ πάλιν, κινούμενον μὲν τὴν στιγμὴν λαβών,1 ἓν δὲ εἶδος κινήσεως τὸ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό. καὶ λέγει ὅτι, εἰ τις ταύτην μίαν τῷ εἴδει λέγοι κίνησιν, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ κατ’ εἶδος. δύναται γὰρ τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ποτὲ μὲν ἐπ’ εὐθείας κινεῖσθαι, ποτὲ δὲ κύκλῳ. καὶ ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ τῷ εἴδει, ὁμοίως δὲ καὶ ἡ κύλισις τῇ βαδίσει. καὶ λύει τὴν ἀπορίαν, διωρίσθαι λέγων “μίαν τῷ εἴδει γίνεσθαι κίνησιν, ὅταν ἄτομον εἶδος ᾖ, καθ’ ὃ γίνεται” ἢ ὡς αὐτὸς εἶπεν, ἐν ᾧ γίνεται· ἐὰν δὲ ἕτερον καὶ ἕτερον ᾖ τοῦτο, ὅτι ἑτέρα καὶ ἑτέρα ἡ κίνησίς ἐστι. τὸ δὲ περιφερὲς τοῦ εὐθέος ἕτερον τῷ εἴδει, εἴτε τὸ ἐν ᾧ ἡ κίνησις ληφθείη ὡς εὐθεῖα γραμμὴ καὶ περιφερής, εἴτε ὁ τρόπος καθ’ ὃν ἡ κίνησις ὡς ἡ κύλισις καὶ ἡ βάδισις. καὶ τοῦτο ἄν μᾶλλον σημαίνοι τὸ ἐν ᾧ ἡ κίνησις.2 ἡ γὰρ κύλισις καὶ ἡ βάδισις δύνανται ἐπ’ εὐθείας ἀμφότεραι γίνεσθαι, καὶ οὐδὲν διοίσουσι κατὰ τὸ ὑποκείμενον. καὶ ὁ Ἀριστοτέλης δὲ τοὺς τρόπους τῆς κινήσεως παραφέρειν ἔοικε κυκλοφορίαν λέγων καὶ εὐθυφορίαν καὶ περιφερὲς καὶ εὐθὺ κινήσεως εἶδος, ἀλλ’ οὐχὶ γραμμὰς ὑποτίθεσθαι. ἡ δὲ ἀπορία αὕτη καὶ λύσις ἔοικεν ἐπῆχθαι πρὸς διορισμὸν ἀκριβέστερον τῆς μιᾶς τῷ εἴδει κινήσεως, δι’ οὗ τὸ μὲν οὕτως ἓν εἶδος ὡς ὑπάλληλον καὶ δυνάμενον εἰς εἴδη καὶ αὐτὸ διαιρεῖσθαι, δείκνυσι μὴ ποιοῦν μίαν κατ’ εἶδος κίνησιν·3 τὸ γὰρ εἶδος τοῦτο, καθ’ ὃ τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινεῖται, εἴ τις λέγοι κυρίως ἓν εἶδος, ὁμοίως καὶ τὴν κυκλοφορίαν καὶ εὐθυφορίαν κυρίως ἓν εἶδος ἐρεῖ. ἐπειδὴ δὲ οὐκ ἔστιν ἄτομον τὸ εἶδος τοῦτο τῆς κινήσεως, ἀλλὰ διαιρεῖται εἰς ταῦτα, πῶς μὲν τὰ αὐτὰ τῷ εἴδει ἐστὶ ταῦτα, ἁπλῶς δὲ οὐκ ἔστι τὰ αὐτά.

“但是有人可能会提出疑难,运动在种上是否为一”直至“因此,运动在属上和在种上是以此方式为一的”。 在说明了在种上为一的运动是依同一之种而被完成的运动之后,他提出了疑难:是否应当把同一运动者一再从同一者运动到同一者的运动称为在种上为一的运动;他把点取作运动者,把从同一者到同一者[的运动]取作运动的单一之种。他说,如果有人说这一运动在种上是一,那么圆周运动与直线运动在种上将是同一的。因为同一事物从同一者到同一者,有时可以沿直线运动,有时可以沿圆周运动;并且圆周运动与直线运动在种上将是同一的,同样,滚动与行走亦然。他解决这一疑难,说已经界定了“当运动依之而发生的那一[种]是不可分的种时,运动在种上成为一”,或者正如他自己所说的,“运动在其中发生的那一[领域]”;但如果这是不同的,运动也就是不同的。而圆周与直线在种上是不同的,无论运动的“在其中发生者”是被理解为直线和圆周线,还是运动依之进行的样态被理解为滚动与行走。而且“运动在其中发生者”当更是意指这后者。因为滚动与行走两者都可以在直线上发生,并且就基底而言没有任何差异。而且亚里士多德在说圆周运动、直线运动以及运动的圆周与直线之种时,似乎也是在列举运动的诸样态,而非假定诸线条。这一疑难及其解决,似乎是为了对在种上为一的运动作出更精确的界定而被引入的;通过它,他指明了:在此种意义上作为从属的、且自身亦能被分割为诸种的单一之种,并不能产生在种上为一的运动。因为同一事物依之一再从同一者运动到同一者的这一种,如果有人称其为严格意义上的单一之种,他也将同样称圆周运动与直线运动为严格意义上的单一之种。然而,由于运动的这一种不是不可分的,而是被分割为这些,所以这些在某种意义上在种上是同一的,但单纯而言并不是同一的。

语法注3 条
  1. 5.34κινούμενον μὲν τὴν στιγμὴν λαβών

    由分词 λαβών 引导的双重宾格结构,其中 τὴν στιγμήν 为直接宾语,κινούμενον 为补足述语(“把点取作运动者”)。它说明了亚里士多德在提出疑难时所设定的前提。

  2. 5.34καὶ τοῦτο ἄν μᾶλλον σημαίνοι τὸ ἐν ᾧ ἡ κίνησις

    冠词短语 τὸ ἐν ᾧ ἡ κίνησις 作主语,中性指示代词 τοῦτο(指前述的运动样态,即滚动与行走)作宾语。ἄν 加上希求法表示潜在推断,表明诠释家认为亚里士多德的用语“在其中者”更可能是指运动的样态而非物理轨迹。

  3. 5.34δι’ οὗ τὸ μὲν οὕτως ἓν εἶδος ὡς ὑπάλληλον καὶ δυνάμενον εἰς εἴδη καὶ αὐτὸ διαιρεῖσθαι, δείκνυσι μὴ ποιοῦν μίαν κατ’ εἶδος κίνησιν

    在由关系代词 δι’ οὗ 引导的从句中,主要动词为 δείκνυσι(主语为亚里士多德)。该动词带宾格加分词结构(acc. cum part.),其中宾格主语 τὸ ... εἶδος 由否定分词短语 μὴ ποιοῦν 补充说明,整体结构为:“通过它,他指明了……的种并不能产生在种上为一的运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:883.15-884.15